παραδέδωκεν τὴν πλάνην, φῶς δὲ νοερὸν ψυχαῖς ἀνθρώπων ἐκλάμωαν τὸν μόνον ἀληθῆ τοῖς πᾶσιν ἀνεκάλυψε θεόν.
συστησάμενοι ᾠ σωτηρίοις μαθήμασιν ἐκπαιδεύονται, ὡς μηκέτι τὴν ὁρωμένην σαρκὸς ὀφθαλμοῖς ἐπτοῆσθαι κτίσιν μηδ’ ἄνω βλέποντας ἥλιον καὶ σελήνην καὶ ἀστέρας μέχρι τούτων ἱστάναι τὸ θαῦμα, τὸν δὲ τούτων ἐπέκεινα, τὸν ἀφανῆ καὶ ἀόρατον κτίστην τῶν ὅλων ὁμολογεῖν, μόνον αὐτὸν σέβειν δεδιδαγμένους.
δῆτα παραίτιον ἀβαθῶν ἀνθρώποις τὸ μέγα τουτὶ καὶ παράδοξον ἀναπέφανται σημεῖον, δι' οὗ τὰ μὲν οὐκ έτ’ ἔστιν ὅσα φαῦλα, τὰ πρὶν οὐκ ὄντα νῦν παρὰ τοῖς πᾶσιν ἀκτῖσιν εὐσεβείας ἐκλάμπει.
τὸ δὲ μέγιστον θαῦμα ὅτι δὴ τοσοῦτος βασιλεὺς μεγίστῃ φωνῇ τῷ παντὶ κόσμῳ οἱά τις ὑποφήτης τοῦ παμβασιλέως θεοῦ κέκραγεν, πάντας ὁμοῦ τοὺς ὑπ' αὐτῷ ποιμαινομένους ἐπὶ τὴν τοῦ ὄντος γνῶσιν ἀνακαλούμενος.
ὕμνοις εὐσεβείας σεμνυνόμενοι πανηγυρίσουσιν, θεός τε εἷς αὐτὸς ὁ τῶν ὅλων βασιλεὺς εἰς ἅπαντας καταγγέλλεται, ἀγαθῶν τε λόγος εὐαγγελικὸς τῷ τοῦ παντὸς βασιλεῖ τὸ τῶν ἀνθρώπων συνάπτει γένος, ἵλεων καὶ φίλον τὸν ἐπουράνιον πατέρα τοῖς κατὰ γῆν υἱοῖς 1 εὐαγγελιζόμενος, χοροί τε παντοῖοι ᾠδαῖς ἐπινικίοις γεραίρουσι, καὶ πᾶν τὸ θνητὸν συνηχεῖ τοῖς κατ' οὐρανὸν ἀγγελικοῖς θιάσοις.
ἀναπέμπουσι θεολογίας· ὁμοῦ τε τοῖς κατ' ἀνατολὰς οἰκοῦσιν οἱ τὰ πρὸς δυσμὰς λαχόντες ὑπὸ μίαν καιροῦ ῥοπὴν τοῖς αὐτοῦ μαθήμασιν ἐκπαιδεύονται, τοῖς τε κατὰ μεσημβρίαν οἱ τὴν ἀρκτῴαν διειληφότες λῆξιν σύμφωνα κελαδοῦσι μέλη, τοῖς αὐτοῖς τρόποις τε καὶ λόγοις τὸν θεοσεβῆ μεταδιώκοντες βίον, καὶ ἕνα μὲν τὸν ἐπὶ πάντων θεὸν
ἀνευφημοῦντες, ἕνα δὲ τὸν μονογενῆ σωτῆρα πάντων αἴτιον ἀγαθῶν ἐπιγραφόμενοι, ἕνα δὲ καὶ τὸν ἐπὶ γῆς διορθωτὴν βασιλέα παῖδάς τε τούτου θεοφιλεῖς γνωρίζοντες.
ὅρμον, θεὸς δὲ αὐτὸςό ὁ μέγας βασιλεὺς ἄνωθεν αὐτῷ δεξιὰν χεῖρα προτείνων τέως μὲν ἁπάντων ἐχθρῶν καὶ πολεμίων νικητὴν αὐτὸν καθίστησιν, μακραῖς ἐτῶν περιόδοις τὸ τῆς βασιλείας ἐπαύξων κράτος, μέλλει δὲ καὶ κρειττόνων ἀποφαίνειν κοινωνὸν ἀγαθῶν, ἔργοις εἰς αὐτὸν τὰς οἰκείας πιστούμενος ἐπαγγελίας, ἃς οὐκέθ' ὁ παρὼν
καιρὸς οἶός τε ἐπιτρέπει λέγειν, μένειν δὲ χρὴ τὴν ἐκεῖσε ὅτι δὴ θνητοῖς ὄμμασι καὶ σαρκὸς ἀκοαῖς οὐκ ἔχει φύσιν τὰ θεῖα καταλαμβάνεσθαι.
De Laudibus Constantini. Eusebius. ed. Ivar A. Heikel. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.