συγκατηριθμήθησαν καταλόγοις, τὸν τούτων πρότερον ἀριθμὸν οὐ πληροῦντες, χωρίοις τε πατρῴοις ἀποκαταοτάντες καὶ σχολῇ τῇ συνήθει τῷ πάντων ἐλευθερωτῇ θεῷ χαριστήρια φερόντων· εἴτέ τινες τῶν ὄντων ἐστέροντο καὶ πάσης τῆς ὑπαρχούσης ὁκοίας αποβολῇ καταπεπληγότες κατηφέοτατον εἰς δεῦρο διῆγον βίον, οἰκήσεσιν
τε ταῖς ἀρχαίαις καὶ γένεσιν καὶ περιουσίαις ἀποδοθέντες τῆς παρὰ τοῦ κρείττονος εὐποιίας χαίροντες ἀπολαύοιεν.“
Vita Constantini. Eusebius. ed. Ivar A. Heikel. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.