τῶν οὐρανῶν βασιλείαν τοῖς ταύτης ἀξίοις τοῦ σωτῆρος ἡμῶν πι- στουμένου, ὁ ἐπὶ πάντων θεὸς καὶ 192 πατὴρ αὐτοῦ, τὸ πάντων ἀνώ- τατὸν ἀγαθόν, αὐτὸς ἑαυτὸν τοῖς ὑπὸ τῷ υἱῷ βασιλευομένοις δωρή- σεται, »παντα ἐν πασιν« γιγνόμενος. ο δὴ παρίστη πάλιν αὐτὸς ο σωτὴρ καὶ κύριος ἡμῶν, τὴν μεγάλην εὐχὴν ὑπὲρ τῶν αὐτοῦ γνω-
ρίμων ἀναπέμπων »τῷ θεῷ καὶ πατρί«, δι’ ης ἐξαιτεῖται λέγων »ῖνα πάντες ἒν ὦσιν, καθὼς σύ. πάτερ, ἐν ἐμοὶ κἀγὼ ἐν σοί, ἵνα καὶ αὐτοὶ ἐν ἡμῖν ἓν ὦσιν, ἵνα ὁ κόσμος πιστεύῃ ὅτι σύ με ἀπέστειλας.
τὸ ἕν, ἵνα rινώοκῃ ὁ κόσμος ὅτι σύ με ἀπέστειλας καὶ ἠγάπησας αὐτοὺς καθὼς ἐμὲ ἠγάπησας.
δόξαν τὴν αὐτοῦ καὶ ἵνα ἀγαπήσῃ ἡμᾶς καθὼς αὐτὸν ἠγάπηοεν ὁ αὐτοῦ πατήρ, (κίά) ὅπερ αὐτῷ ἐδωρήσατο τοῦτο δῷ καὶ ἡμῖν, καὶ τὴν δόξαν ἣν αὐτῷ ἔδωκεν ταύτην δῷ καὶ ἡμῖν· ποιῶν ἡμᾶς ἓν τοὺς πάντας, ἵνα μηκέτι ὦμεν πολλοὶ ἀλλ’ οἱ πάντες εἶς, ἑνωθέντες αὐτοῦ τῇ θεότητι καὶ τῇ δόξῃ τῆς βασιλείας, οὐ κατὰ συναλοιφὴν
μιᾶς οὐσίας κατὰ δὲ τελείωσιν τῆς εἰς ἄκρον ἀρετῆς.
θεοῦ κατὰ μετοχὴν τῆς τοῦ μονογενοῦς αὐτοῦ κοινωνίας ἀποτελε- σθέντες μετουσίᾳ τῶν τῆς θεότητος αὐτοῦ μαρμαρυγῶν. 91v
De Ecclesiastica Theologia. Eusebius of Caesarea. ed. Erich Klostermann. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.