μου καὶ ἐπισκέψομαι αύτά. ὡσπερ ζητεῖ ο ποιμην το ποίμνιον αυτου ἐν ἡμέρᾳ ὅταν ᾖ γνόφος καὶ νεφέλη ἐν μέσῳ προβάτων διακεχωρισμένων, οὕτως 90r ἐκζητήσω τὰ πρόβατα μου.« καὶ μεθ᾿ ἕτερα »καὶ σώσω τὰ πρόβατά μου, καὶ οὐ μὴ ὦσιν ἔτι εἰς προνομήν, καὶ κρινῶ ἀνὰ μέσον κριοῦ πρὸς κριόν.
καὶ ποιμανεῖ αὐτούς, τὸν δοῦλόν μου Δαυίδ, καὶ ἔσται αὐτῶν ποιμήν· καὶ ἐγὼ κύριος ἔσομαι αὐτοῖς εἰς θέον, καὶ Δαυὶδ ὲν μέσῳ αὐτώ ἄρχων· ἐγὼ κύριος ἐλάλησα, καὶ διαθήσομαι τῷ Δαυὶδ διαθήκην«. καὶ μεθ’ ἕτερα δευτεροῖ τὴν αὐτὴν προφητείαν λέγων »καὶ ῥύσομαι αὐτοὺς ἀπὸ πασῶν τῶν ἀνομιῶν αὐτῶν ὢν ἡμάρτοσαν ἐν αὐταῖς, καὶ
καθαριῶ αὐτούς καὶ ἔσονταί μοι εἰς λαόν, καὶ ἐγὼ ἔσομαι αὐτοῖς εἰς θεόν· καὶ ὁ δοῦλός μου Δαυὶδ ἄρχων ἐν μέσῳ αὐτῶν· καὶ ποιμὴν ἔσται πάντων αὐτῶν«.
τέλους καταξιωθησομένων λέγεται· τῶν δὲ αὐτῶν τούτων προφητεύεται ἄρχων καὶ ποιμὴν γενήσεσθαι ὁ Δαυίδ, ἐπικεκαλυμμένως ἐνταῦθα τοῦ Δαυὶδ τὸν Χριστὸν αἰνιττομένου διὰ τὸ »ἐκ σπέρματος« αὐτοῦ γεγονέναι.
ὁ προφήτης θεσπίζει τὸν Χριστὸν τοῦ θεοῦ υἱὸν ἀνθρώπου ὀνομάζων λευκώς οὕτως, ὥσπερ οὖν καὶ ἡ τῶν ἱερῶν Εὐαγγελίων εἴωθεν αὐτὸν ἀποκαλεῖν γραφή. λέγει δὲ τοῦτον τὸν τρόπον· »ἐθεώρουν ἐν ὁράματι τῆς νυκτός, καὶ ἰδοὺ μετὰ τῶν νεφελῶν τοῦ οὐρανοῦ ὡς υἱὸς ἀνθρώπου ἐρχόμενος ἦν, καὶ ἕως τοῦ παλαιοῦ τῶν ἡμερῶν
ἔφθασεν· καὶ προσηνέχθη αὐτῷ. καὶ αὐτῷ ἐδόθη ἡ ἀρχὴ καὶ ἡ τιμὴ καὶ ἡ βασιλεία, καὶ πάντες οἱ λαοί, φυλαί, γλῶσσαι αὐτώ δουλεύσουσιν·
ἀλλὰ Μάρκελλος ἕνα καὶ τὸν αὐτὸν εἷναι ὁρίζεται, καὶ μίαν ὑπόστασιν δυσὶν ὀνόμασιν ὑποκειμένην· ἔτι μὴν καὶ τὴν βασιλείαν αὐτοῦ περιγράφειν τολμᾷ καὶ τέλος ἔσεσθαι τῆς Χριστοῦ βασιλείας ἀναιδῶς οὕτως ἀποφαίνεται μετὰ τὸν τῆς κρίσεως καιρόν, τοῦτον γράφων τὸν τρόπον
ἡμῶν τὸν Χριστὸν ἀρχὴν ἐσχηκέναι βασιλείας, ἐκ τῶν θείων γραφῶν ἀποδείξεσιν χρώμενοι.
λόγου.
ἀτελεύτητον τοῦ Χριστοῦ τὴν βασιλείαν βασιλείαν μετὰ τὸν τῆς κρίσεως καιρὸν τοῦ νέου αἰῶνος τὴν ἀρχὴν καθέξειν αὐτόν φασιν. θέα γὰρ ὡς ὁ προφήτης Ἐξεκιὴλ κριτήριον τῶν τοῦ θεοῦ προβάτων ὑποθέμενος μετὰ τὴν τούτων κρίσιν τὸν Δαυὶδ αὐτοῖς ἐφίστησιν ποιμένα καὶ τὸν αὐτὸν ἄρχοντα αὐτῶν ἔσεσθαι θεσπίξει.
προειπὼν »ἐθεώρουν ἕως ὅτου θρόνοι ἐτέθησαν, καὶ παλαιὸς ἡμερῶν 4 5 ἐκάθητο, καὶ τὸ ἔνδυμα αὐτοῦ λευκὸν ὡς χιών, καὶ ἡ θρὶξ τῆς κεφαλῆς αὐτοῦ ὡσεὶ ἔριον καθαρόν· ὁ θρόνος αὐτοῦ φλὸξ πυρός, οἱ τροχοὶ αὐτοῦ πῦρ φλέγον. ποταμὸς πυρὸς εἷλκεν ἔμπροσθεν αὐτοῦ· χίλιαι χιλιάδες ἐλειτούργουν αὐτῷ, καὶ μύριαι μυριάδες παρειστήκεισαν
ἔμπροσθεν αὐτοῦ· κριτήριον ἐκάθισεν, καὶ βίβλοι ἠνεῴχθησαν«, ταῦτα προθεασάμενος ἑξῆς τὸν υἱὸν τοῦ ἀνθρώπου θεωρεῖ ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ προσιόντα τῷ παλαιῷ τῶν ἡμερῶν καὶ τὴν ἀφθαρτρν βασιλείαν ὑποδεχόμενον. οὐκοῦν καὶ τότε διαφερόντως καὶ κρειττόνως ἢ νῦν ἀρχὴν ἔξει τοῦ βασιλεύειν τῶν τῆς μακαριότητος ἀξίων.
τούτοις μαρτυρεῖ τὸ Εὐαγγέλιον, ἐν οἶς αὐτὸς ἐπισφραυίζεται ὁ σωτὴρ τὰς προφητικὰς λέξεις, τοὺς περὶ συντελείας λόγους παραδιδοὺς τοῖς ἑαυτοῦ μαθηταῖς δι’ ὧν ταῦτ’ ἐδίδασκεν λέγων »ὅταν δὲ ἔλθῃ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ δόξῃ αὐτοῦ καὶ πάντες οἱ ἄγγελοι μετ’ αὐτοῦ, τότε καθίσει ἐπὶ θρόνου δόξης αὐτοῦ· καὶ συναχθήσονται ἔμπροσθεν
αὐτοῦ πάντα τὰ ἔθνη, καὶ ἀφοριεῖ αὐτοὺς ἀπ’ ἀλλήλων, ὥσπερ ὁ ποιμὴν ἀφορίζει τὰ πρόβατα ἀπὸ τῶν ἐρίφων, καὶ στήσει τὰ μὲν πρόβατα ἐκ δεξιῶν αὐτοῦ, τὰ δὲ ἐρίφια ἐξ εὐωνύμων. τότε ἐρεῖ ὁ βασιλεὺς τοῖς ἐκ δεξιῶν αὐτοῦ· δεῦτε οἱ εὐλογημένοι τοῦ πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς
κόσμου.« 191 ὅπως δὲ ταῦτα συνᾴδει τοῖς ἐν τῇ προφητείᾳ περὶ προβάτων καὶ περὶ κριῶν κρίσεως εἰρημένοις τήρει, καὶ ὅπως βασιλεὺς μὲν ὁ υἱὸς τοῦ ἀνθρώπου μετὰ τὴν τῶν προβάτων κρίσιν εἰσῆκται, πατὴρ δὲ αὐτοῦ ὁ θεός.
μου,« ἀναλόγως τῷ ἐν τῇ προφητείᾳ ὠνομασμένῳ Δαυίδ, ὃν ποιμένα καὶ ἄρχοντα ἔσεσθαι τῶν προβάτων ὁ λόγος διδάσκει ὑπὸ ἐφόρῳ τῷ θεῷ μέλλοντα ποιμαίνειν καὶ ἄρχειν τῶν τοῦ θεοῦ θρεμ- μάτων.
πᾶσαν 91r ἐξουσίαν καὶ δύναμιν« ᾐνίξατο ἡ προφητεία φήσασα »καὶ ἀφανιῶ θηρία πονηρὰ ἀπὸ τῆς γῆς.«
προφητείαν ἐπικεκρυμμένως αἰνιττομένην ποιμένα καὶ ἄρχοντα τὸν 6 7 Δαυίδ, διὰ τὸ »ἐκ σπέρματος« αὐτὸν γεγονέναι Δαυίδ), τὸν δὲ θεὸν οὐ ποιμένα οὐδὲ ἄρχοντα λέγεται κτήσεσθαι, ἀλλ’ αὐτόθεον, ἐπινοία κρείττονι ἢ κατὰ ποιμένα καὶ ἄρχοντα καὶ βασιλέα τῇ τῆς θεικῆς δυνάβεως μεγαλοπρεπείᾳ οὐ τῶν προβάτων μόνον ἀλλὰ καὶ αὐτοῦ
τοῦ ποιμένος ἡγησόμενον »ἐ̓σταἱ« γὰρ »αὐτοῖς« φησὶν »ὁ δοῦλός μου Δαυὶδ ποιμήν· καὶ ἐγὼ κύριος ἔσομαι αὐτοῖς εἰς θεόν«· δοῦλον δὲ καλεἷ τὸν Δαυὶδ δι’ ἣν »ἐκ σπέρματος Δαυὶδ« ἀνείληφεν »μορφὴν δούλου« ὁ σωτὴρ καὶ κύριος ἡμῶν.
De Ecclesiastica Theologia. Eusebius of Caesarea. ed. Erich Klostermann. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.