»ἐνοικήσω ἐν αὐτοῖς, καὶ ἐμπεριπατήσω ἐν αὐτοῖς· καὶ ἔσομαι αὐτῶν θεός, καὶ αὐτοὶ ἔσονταί μου λαός«. ἀλλὰ νῦν μὲν κατὰ τὸν παρόντα αἰῶνα εἰς βραχεῖς μόνους τοὺς ἀξίους καὶ »ἐκ μέρους ἡ ἐπαγγελία προχωρεῖ κατὰ τὸ ἐκ μέρους γινώσκομεν, καὶ ἐκ μέρους προφητεύομεν«· μετὰ δὲ τὴν συντέλειαν τοῦ παντὸς ἐπιστάντος τοῦ νέου αἰῶνος,
οὐκέτ’ ἐν βραχέσιν τισὶν ἐνοικήσει, ἀλλ’ ἐν ἅπασιν τοῖς τότε τῆς τῶν οὐρανῶν βασιλείας ἀξίοις.
εἶναι τῷ υἱῷ, καθὼς διδάσκει λέγων αὐτὸς »ὁ πατὴρ ἐν ἐμοὶ κἀγὼ ἐν τῷ πατρί«. καὶ »πἀντα« δὲ ἔσται ἐν αὐτοῖς τῷ πᾶσιν ἑαυτὸν παρέχειν, καθ’ ὃ ἡ ἑκάστου δύναμις χωρεῖ τῆς αὐτοῦ θεότητος μεταλαγχάνειν· τῆς τρισμακαρίας ῥὶς μακαρίας ἐλπίδος καὶ τῆς ἀτελευτήτου καὶ ἀφθάρτου ζωῆς ἐν τούτῳ καταστησομένης τῷ τέλει, ἐν ᾧ ὁ μὲν θεὸς
ἔσται »πάντα ἐν πᾶσιν« ταῖς τῆς θεότητος αὐτοῦ μαρμαρυγαῖς ἀλέκτου φωτὸς ἐμπιπλῶν τοὺς πάντας, ὁ δὲ υἱὸς ἐναγαλλόμενος καὶ χαίρων τῷ κατορθώματι στεφάνου δίκην περιθέμενος τοὺς δι’ αὐτοῦ τῆς μακαριότητος ἠξιωμένους ὑπὸ ἐφόρῳ τῆ πατρὶ τὴν ἀγήρω καὶ ἀτελεύτητον διατελέσει βασιλείαν, τῶν περὶ αὐτοῦ λογίων τηνικαῦτα
πληρωθησομένων τῶν τε ἄλλων, ἀτὰρ δὴ καὶ τῶν τοῦ ἀγγέλου Γαβριὴλ πρὸς τὴν παναγίαν παρθένον 187 εἰρημένων περὶ τοῦ ἐξ αὐτῆς τεχθησομένου, ὡς ἄρα »βασιλεύσει εἰς τοὺς αἰῶνας, καὶ τῆς βασιλείας αὐτοῦ οὐκ ἔσται τἐλος«.
»τέλος«), ἀλλὰ παραδώσειν »τὴν βασιλείαν«, δηλαδὴ τοὺς ὑπ’ αὐτῷ βασιλευομένους, »τῷ θεῷ καὶ πατρί«.
φύλαξ ἀγαθὸς σώαν καὶ κατὰ πάντα ἐρρωμένην τὴν παραθήκην φέρων παραδώσει τώ θεῷ, ἀρχιερέως δίκην τοὺς ὑπ’ αὐτῷ ἱερουμέ- νους πάντας λευχείμονας καὶ ὡσπερεὶ λαμπροτάταις στολαῖς τοῖς τῆς ἀναστάσεως ἀφθάρτοις σώμασιν ἐξαστράπτοντας ῥάπτοντας παριστῶν αὐτῷ, ἵνα μὴ μόνης τῆς ὑπ’ αὐτῷ βασιλείας ἀπολαύωσιν ἀλλὰ καὶ τῶν τοῦ
πατρὸς ἀρρήτων ἀγαθῶν ἐμπιπλῶνται.
τοῖς ὑπὸ τῷ υἱῷ τελειωθεῖσιν.
θεὸν ἐνοικοῦντα καὶ ἐμπεριπατοῦντα »ἐν αὐτοῖς« καὶ πάντα αὐτοῖς γινόμενον. τῶν μὲν γὰρ ἔσται δεσπότης, τῶν δὲ βασιλεύς, τῶν δὲ ἕτερόν τι· πάντων δὲ ἀθρόως θεός, ταῖς ἐν αὐτῷ θεικαῖς ἀρεταῖς τε καὶ δυνάμεσιν τὰ πάντα αὐτοῖς γιγνόμενος. Ι τοῦτο τέλος τῆς τρισμακαρίας 7 188 ἐλπίδος ὑπέγραψεν ὁ μέγας ἀπόστολος εἰπὼν »ἵνα ᾖ ὁ
θεὸς πάντα ἐν πᾶσιν«. ἀλλ’ ἐν μὲν τοῖς πᾶσιν πάντα ἔσται ἀναλόγως τῇ ἑκάστου δυνάμει τὰς τῆς αὐτοῦ θεότητος διαφόρους ἐπινοίας χορηγῶν τοῖς πᾶσιν, μόνῳ δὲ τῷ μονογενεῖ αὐτοῦ υἱῷ τὴν ἐξαίρετον καὶ πατρικὴν τοῖς τε λοιποῖς ἅπασιν ἀκοινώνητον δόξαν καὶ τιμὴν καὶ βασιλείαν φυλάξει.
De Ecclesiastica Theologia. Eusebius of Caesarea. ed. Erich Klostermann. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.