πάντων καὶ ἕνωσιν σημαίνειν, εἰ πάντα μέλλοι ὁ θεὸς ἐν πᾶσιν εἶναι. τὴν δ’ ὑποταγὴν τοῦ υἱοῦ ἕνωσιν ἑρμηνεύει τοῦ λόγου, 184 ἓν καὶ ταὐτὸν γενησομένου τῷ πατρὶ καθ’ ἃ καὶ πρότερον ἦν, ὡς αὐτὸς ἔφη.
τὴν αὐτὴν πρὸς αὐτὸν ἕνωσιν σημαίνειν, ὡς μηκέτ’ εἶναι τὸν υἱὸν καθ’ ἑαυτὸν μηδὲ τὰ ὑποταγησόμενα αὐτῷ πλήθη τῶν σῳζομένων ἰδίαν ζήσεσθαι ζωήν, συναλοιφὴν δέ τινα καὶ σύγχυσιν γίγνεσθαι τῶν ὅλων, ὲν καὶ ταὐτὸν γενησομένων τοῦ υἱοῦ καὶ τῶν λοιπῶν ἁπάντων, καὶ οὐ μόνον ἀλλὰ καὶ αὐτοῦ τοῦ θεοῦ.
τῷ υἱῷ, ὁ δὲ υἱὸς τῷ πατρὶ 88v ἐν τῷ ὑποτάττεσθαι ἑνοῦται, ὅρα τί συμβαίνει ἐκ τοῦ λόγου.
αὐτὸν τρόπον καὶ τὸ αὐτὸν ὑποταγήσεσθαι τῷ πατρὶ οὐδὲν ἕτερον σημαίνοι ἂν ἢ τὴν δόξαν καὶ τὴν τιμὴν καὶ τὸ σέβας τήν τε μεγαλοπρέπειαν τήν τε αὐθεκούσιον ὑπακοήν, ἣν καὶ αὐτὸς ἀποδώσει »τῷ θεῷ καὶ πατρί«, ἐπειδὰν τοὺς πάντας ἀξίους τῆς πατρικῆς θεότητος εἶναι παρασκευάσῃ.
εἰσίν, προλαβὼν αὐτὸς οἷά τις κοινὸς ἁπάντων σωτὴρ διορθωτικὴν τῶν ἀτελῶν καὶ θεραπευτικὴν τῶν θεραπείας δεομένων βασιλείαν βασιλεύει τοὺς τῆς βασιλείας ἐχθροὺς ὑπάγων τοῖς αὐτοῦ ποσίν· ὃ δὴ παρίστησιν ὁ φάσκων Ψαλμὸς »εἶπεν ὁ κύριος τῷ κυρίῳ μου· κάθου ἐκ δεξιῶν μου ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν
ποδῶν σοῦ«, ὅτε δὲ τοὺς μὲν ἐχθροὺς ὑπὸ πόδας θήσει,
θανατώσειεν.
185 ἐξ αὐτοῦ τὰ φῶτα χορηγούμενοι, καὶ υἱοὶ δὲ θεοῦ ἔσονται τώ τῆς υἱοθεσίας πνεύματι κοσμηθέντες, καὶ τῶν λοιπῶν ἐν αὐτῷ δυνάμεων μεθέξουσιν οἱ αὐτῷ ὑποταγησόμενοι, ὡς καὶ δικαίους γενέσθαι ἐκ τῆς αὐτοῦ δικαιοσύνης καὶ ἁγίους ἐκ τῆς αὐτοῦ ἁγιωσύνης. ἐπεὶ δὲ
ἐπαληθεῦσαι τὸν ἀπόστολον »κληρονόμους μὲν θεοῦ, συγκληρονόμους δὲ Χριστοῦ« γενήσεσθαι τοὺς ἁγίους προφήσαντα. ναὶ μὴν καὶ σώμασιν οὐρανίοις ἡλίῳ καὶ σελήνῃ καὶ ἄστροις χρήσονται παραπλησίοις, καὶ ἐν τούτῳ τῆς αὐτοῦ μεταληψόμενοι δόξης·
ὃς μετασχηματίσει τὸ σῶμα τῆς ταπεινώσεως ἡμῶν σύμμορφον τῷ σώματι τῆς δόξης αὐτοῦ, κατὰ τὴν ἐνέργειαν τοῦ δύνασθαι αὐτὸν καὶ ὑποτάξαι αὑτῷ τὰ πάντα. ὁρᾷς ὅπως τῷ δύνασθαι αὐτὸν ὑπο- τάξαι αὐτώ τὰ πάντα καὶ τοῦ σώματος τοῦ ἡμετέρου μετασχηματισμὸν ποιήσει εἰς τὸ σύμμορφον τῷ σώματι τῆς δόξης αὐτοῦ« καὶ
τὸ ἡμέτερον ἀπεργάσασθαι.
τὸ θνητὸν ὑπὸ τῆς ζωῆς«, πῶς οὐχὶ πολὺ πρότερον τὸ αὐτοῦ σῶμα ὡς ἂν ἐξυπηρετησάμενον τῇ αὐτοῦ θεότητι καταποθήσεται οὐχ ὑπὸ μόνης τῆς ζωῆς ὁμοίως τῴ ἡμετέρῳ ἀλλὰ καὶ ὑπὸ τῆς αὐτοῦ θεότητος; μὴ δὴ οὖν πυνθανέσθω μηδ’ ἀπορείτω τις πρὸς ἑαυτόν, τί δὴ προσήκει λογίζεσθαι περὶ τοῦ σωτηρίου σώματος,
τρανῶς Παύλου λέγοντος ἀκούων, δεῖν κατ’ ἀποθήσεσθαι » τὸ θνητὸν ὑπὸ τῆς ζωῆς«, καὶ τὸ ἡμέτερον σῶμα σύμμορφον ἔσεσθαι » τῷ σώαὐτὸν τῆς δόξης τοῦ Χριστοῦ κατὰ τὴν ἐνέργειαν τοῦ δύνασθαι καὶ ὑποτάξαι ἑαυτῷ τὰ πάντα«.
καὶ τὸ σέβας καὶ τὴν μεγαλωσύνην ἅτε δὴ πάντων τῶν ἀγαθῶν αἰτίῳ προσοίσων,
De Ecclesiastica Theologia. Eusebius of Caesarea. ed. Erich Klostermann. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.