παραλαμβάνεσθαι εἴωθεν. οὕτω γοῦν ὁ σωτὴρ τοῖς μαθηταῖς »ισου ἐγὼ μεθ’ ὑμῶν εἰμι πάσας τὰς ἡμέρας ἕως τῆς συντελείας τοῦ αἰῶνος«, οὐκ ἀναιρῶν τὸ συνέσεσθαι αὐτοῖς καὶ μετὰ τὴν συντέλειαν, διδάσκων δ᾿ ὅτι καὶ νῦν μὲν ἔσται σὺν αὐτοῖς »ἕως τῆς συντελείας« ἐπισκοπῶν καὶ φυλάττων πάντας τοὺς αὐτῷ μαθητευο- 2 3 μένους, καὶ μετὰ τὴν συντέλειαν δὲ κρειττόνως αὐτοῖς συνέσται κοινωνοὺς αὐτοὺς ἀποφαίνων τῆς αὐτοῦ βασιλείας.
οὐχ ὡς μηκέτ’ ἐσομένου μετὰ ταῦτα λέλεκται, ἀλλ’ ὡς μέλλοντος κατὰ τὸν τῆς συντελείας καιρὸν διανίστασθαι ἀπὸ 88r τοῦ θρόνου τοῦ πατρικοῦ καὶ δευτέραν ποιεἰσθαι κάθοδον ἐκ τοῦ οὐρανοῦ, περὶ ἦς ὁ ἀπόστολος διδάσκει λέγων »ὅτι αὐτὸς ὁ κύριος ἐν κελεύσματι, ἐν φωνῇ ἀρχαγγέλου καὶ ἐν σάλπιγγι θεοῦ, καταβήσεται
ἀπ’ οὐρανοῦ, καὶ οἱ νεκροὶ ἐν Χριστῷ ἀναστήσονται Πρῶτοι. ἔπειτα ἡμεῖς οἱ ζῶντες οἱ περιλειπόμενοι ἅμα σὺν αὐτοῖς ἁρπαγησόμεθα ἐν νεφέλαις εἰς ἀπάντησιν τοῦ κυρίου εἰς ἀέρας καὶ οὕτω πάντοτε σὺν κυρίῳ ἐσόμεθα«. 183 δεῖ τοίνυν τὸν σωτῆρα μένειν ἐν οὐρανῷ καὶ καθέζεσθαι ἐν δεξιᾷ τοῦ πατρὸς »ἕως τῆς συντελείας«, κατὰ δὲ
αὐτὴν τὴν συντέλειαν τοῦ παντὸς τὴν ἔνδοξον καὶ δευτέραν αὐτοῦ παρουσίαν ποιησάμενος τοὺς ἁγίους αὐτοῦ παραλήψεται εἰς τὸ πάντοτε αὐτῷ συνεἷναι, οὐχὶ μέχρι τινὸς χρόνου ἀλλ’ εἰς ἄπειρον αἰῶνα·
κατηγγελμένῃ τῶν οὐρανῶν βασιλείᾳ. ἀλλ’ ὁ γενναῖος ταῦτα μὴ συνείς, τοῦ θείου ἀποστόλου περὶ τοῦ σωτῆρος ἡμῶν εἰρηκότος τὸ »δεῖ γὰρ αὐτὸν βασιλεύειν ἄχρι οὗ θῇ τοὺς ἐχθροὺς ὑπὸ τοὺς πόδας αὐτοῦ. ἔσχατος ἐχθρὸς καταργεῖται ὁ θάνατος« καὶ πάλιν »ὅταν δὲ αὐτῷ ὑποταγῇ
αὐτῷ τὰ πάντα, ἴνα ᾖ ὁ θεὸς τὰ πάντα ἐν πᾶσιν«, τῇ συνηθείᾳ ταύτῃ χρησάμενος καὶ ταῦτα παρερμηνεύει, οὐκ οἶδ’ ὅπως τὸ ὑποταγήσεσθαι τῴ πατρὶ τὸν υἱὸν ἀντὶ τοῦ ἑνωθήσεσθαι τῷ θεῷ τὸν λόγον ἐξακούων. καὶ πότε γὰρ αὐτῷ οὐκ ἦν ἡνωμένος, εἰ δὴ λόγος ἢν ἀιδίως ὑπάρχων ἐν τῷ θεῷ; πῶς οὖν »τότε« φησὶν »ὑποταγήσεται«
»τῷ θεῷ καὶ πατρί«;
De Ecclesiastica Theologia. Eusebius of Caesarea. ed. Erich Klostermann. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.