αὐτῆς μετασχεῖν εὔχεται· οὐ κατὰ Μάρκελλον τοῦ λόγου ἑνουμένου τώ θεῶ καὶ τῇ οὐσίᾳ συναφθησομένου, καθως δὲ ἐμαρτύρησεν ἡ αληθεια, ὁ σωτὴρ αὐτὸς εἰπών »τὴν δόξαν ἣν ἔδωκάς μοι δέδωκα αὐτοῖς, ἵνα ὦσιν ἓν καθὼς ἡμεῖς ἕν· ἐγὼ ἐν αὐτοῖς καὶ σὺ ἐν ἐμοί, ἴνα ὦσιν τετελειωμένοι εἰς τὸ ἕν«· οὕτω γὰρ καὶ τότε καὶ τὸ ἀποστολικὸν
λόγιον τέλους τεύξεται τὸ φῆσαν »ἵνα ᾖ ὁ θεὸς πάντα ἐν πᾶσιν«.
τὸ »ὁ ἑωρακὼς ἐμὲ ἑώρακεν τὸν πατέρα«, πρὸς μὲν τὸ »ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν« τὰ προκείμενα αὐτοῖς προσακτέον δι’ ὢν ὑπερεύχεται τῶν αὐτοῦ μαθητῶν, ἵνα καὶ πάντες αὐτοὶ τῆς αὐτῆς ἑνώσεως τύχωσι, λέγει δ’ οὑν »ἵνα ὦσιν ἓν καθὼς ἡμεῖς ἕν·
πατὴρ ἐν ἐμοὶ κἀγὼ ἐν τώ πατρὶ« παραθήσομεν τὴν αὐτοῦ πάλιν φωνὴν δι’ ἧς ὑπερευχόμενος αὐτῶν ἔλεγεν »καθὼς οὐ, πάτερ, ἐν ἐμοὶ κἀγὼ ἐν σοί, ἵνα καὶ αὐτοὶ ἐν ἡμῖν ὦσιν, κἀγὼ τὴν δόξαν, ἣν δέδωκάς μοι, δέδωκα αὐτοῖς«· δι’ ὣν σαφῶς παρίστησιν οὕτως εἶναι ἐν αὐτώ τὸν πατέρα καθὼς καὶ ἐν ἡμῖν εἶναι βούλεται· οὐχ ὅτι
καθ’ ὑπόστασιν μίαν εἶς ὢν τυγχάνει αὐτὸς καὶ ὁ πατήρ, ἀλλ’ ὅτι τοῦ πατρὸς μεταδεδωκότος αὐτῷ τῆς οἰκείας δόξης, καὶ αὐτὸς ὁμοίως τοῖς οἰκείοις, τὸν πατέρα μιμούμενος, μεταδίδωσιν.
ὦσιν.« οὕτως οὖν ἕν εἰσιν ὁ πατὴρ καὶ ὁ υἱὸς κατὰ τὴν κοινωνίαν τῆς δόξης, ἧς τοῖς αὐτοῦ μαθηταῖς μεταδιδοὺς τῆς αὐτῆς ἑνώσεως καὶ αὐτοὺς ἠξίου. 194
De Ecclesiastica Theologia. Eusebius of Caesarea. ed. Erich Klostermann. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.