εἶναι τῷ υἱῷ, καθὼς διδάσκει λέγων αὐτὸς »ὁ πατὴρ ἐν ἐμοὶ κἀγὼ ἐν τῷ πατρί«. καὶ »πἀντα« δὲ ἔσται ἐν αὐτοῖς τῷ πᾶσιν ἑαυτὸν παρέχειν, καθ’ ὃ ἡ ἑκάστου δύναμις χωρεῖ τῆς αὐτοῦ θεότητος μεταλαγχάνειν· τῆς τρισμακαρίας ῥὶς μακαρίας ἐλπίδος καὶ τῆς ἀτελευτήτου καὶ ἀφθάρτου ζωῆς ἐν τούτῳ καταστησομένης τῷ τέλει, ἐν ᾧ ὁ μὲν θεὸς
ἔσται »πάντα ἐν πᾶσιν« ταῖς τῆς θεότητος αὐτοῦ μαρμαρυγαῖς ἀλέκτου φωτὸς ἐμπιπλῶν τοὺς πάντας, ὁ δὲ υἱὸς ἐναγαλλόμενος καὶ χαίρων τῷ κατορθώματι στεφάνου δίκην περιθέμενος τοὺς δι’ αὐτοῦ τῆς μακαριότητος ἠξιωμένους ὑπὸ ἐφόρῳ τῆ πατρὶ τὴν ἀγήρω καὶ ἀτελεύτητον διατελέσει βασιλείαν, τῶν περὶ αὐτοῦ λογίων τηνικαῦτα
πληρωθησομένων τῶν τε ἄλλων, ἀτὰρ δὴ καὶ τῶν τοῦ ἀγγέλου Γαβριὴλ πρὸς τὴν παναγίαν παρθένον 187 εἰρημένων περὶ τοῦ ἐξ αὐτῆς τεχθησομένου, ὡς ἄρα »βασιλεύσει εἰς τοὺς αἰῶνας, καὶ τῆς βασιλείας αὐτοῦ οὐκ ἔσται τἐλος«.
De Ecclesiastica Theologia. Eusebius of Caesarea. ed. Erich Klostermann. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.