»ἐνοικήσω ἐν αὐτοῖς, καὶ ἐμπεριπατήσω ἐν αὐτοῖς· καὶ ἔσομαι αὐτῶν θεός, καὶ αὐτοὶ ἔσονταί μου λαός«. ἀλλὰ νῦν μὲν κατὰ τὸν παρόντα αἰῶνα εἰς βραχεῖς μόνους τοὺς ἀξίους καὶ »ἐκ μέρους ἡ ἐπαγγελία προχωρεῖ κατὰ τὸ ἐκ μέρους γινώσκομεν, καὶ ἐκ μέρους προφητεύομεν«· μετὰ δὲ τὴν συντέλειαν τοῦ παντὸς ἐπιστάντος τοῦ νέου αἰῶνος,
οὐκέτ’ ἐν βραχέσιν τισὶν ἐνοικήσει, ἀλλ’ ἐν ἅπασιν τοῖς τότε τῆς τῶν οὐρανῶν βασιλείας ἀξίοις.
De Ecclesiastica Theologia. Eusebius of Caesarea. ed. Erich Klostermann. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.