ἀκολούθως διελθεῖν τὰ οἰκονομηθέντα ἐπὶ τῆς ἐνανθρωπήσεως αὐτοῦ δὴ τοῦ θεοῦ λόγου; περὶ οὑ τὰ προπεπονημένα ἐν ὀκτὼ τοῖς πρὸ τούτου συγράμμασι 417 διεληλύθαμεν, τοτὲ μὲν τὴν κατ’ αὐτὸν θεολογίαν διερευνώμενοι, τοτὲ δὲ τὴν οὐρανόθεν
εἰς ἡμᾶς κάθοδον καὶ τόν τε τρόπον ὁμοῦ καὶ τὴν προσηγορίαν καὶ τὸν χρόνον τῆς ἀφίξεως αὐτοῦ διασκοπούμενοι. ὧν ἀποδεδειγμένων καιρὸς ἤδη τὰ κατὰ τὴν ἐπιφάνειαν αὐτοῦ συνιδεῖν, παραστῆσαί τε ὅπως καὶ τούτων ἕκαστα παρ’ Ἑβραίοις προαναπεφώνητο.
καὶ φυλῆς καὶ σπέρματος ἀποδέδεικται, φέρε τὰ περὶ τοῦ φανέντος ἐπὶ τῇ γενέσει αὐτοῦ νέου τινὸς καὶ ξενίζοντος παρὰ τοὺς συνήθεις ἀστέρος θεασώμεθα, ἐπεὶ καὶ τοῦτο πάλαι πρότερον ἐκ μακρόν ἄνωθεν χρόνων παρὰ Μωσεῖ βοώμενον τοῦτον ἱστόρηται τὸν τροπον·
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.