καὶ ἥξει εἰς Αἴγυπτον, καὶ σεισθήσεται τὰ χειροποίητα Αἰγύπτου ἀπὸ προσώπου αὐτοῦ, καὶ ἡ καρδία αὐτῶν ἡττηθήσεται ἐν αὐτοῖς, καὶ ἐπεγερθήσονται Αἰγύπτιοι ἐπ’ Αἰγυπτίους, καὶ πολεμήσει ἄνθρωπος τὸν ἀδελφὸν αὑτοῦ, καὶ ἄνθρωπος τὸν
πλησίον αὑτοῦ. ἐπεγερθήσονται πόλις ἐπὶ πόλιν c καὶ νόμος ἐπὶ νόμον, καὶ ταραχθήσεται τὸ πνεῦμα τῶν Αἰγυπτίων ἐν αὐτοῖς, καὶ τὴν βουλὴν αὐτῶν διασκεδάσω, καὶ ἐπερωτήσουσι τοὺς θεοὺς αὑτῶν, καὶ τὰ ἀγάλματα αὑτῶν, καὶ τοὺς ἐγγαστριμύθους
καὶ τοὺς ἐκ τῆς γῆς φωνοῦντας.”
εἰς τὸν αἰῶνα τῷ κυρίῳ ἐν χώρᾳ Αἰγύπτου, d ὅτι κεκράξονται πρὸς κύριον διὰ τοὺς θλίβοντας αὐτοὺς, καὶ ἀποστελεῖ αὐτοῖς κύριος ἄνθρωπον, ὃς 1 σώσει αὐτοὺς, κρίνων σώσει αὐτοὺς, καὶ γνωστὸς ἔσται κύριος τοῖς Αἰγυπτίοις, καὶ γνώσονται οἱ Αἰγύπτιοι κύριον τὸν θεὸν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ 258 ποιήσουσι θυσίας, καὶ εὔξονται εὐχὰς τῷ κυρίῳ, καὶ
ἀποδώσουσι.
τῆς Αἰγύπτου κατὰ πάντα τόπον καὶ πόλιν καὶ χώραν ἀνεγήγερται θυσιαστήριον τῷ παρὰ μόνοις Ἑβραίοις θεολογουμένῳ θεῷ, εἰ μὴ σέσεισται τὰ 414 χειροποίητα Αἰγύπτου, τῆς περὶ αὐτὰ δαιμονικῆς δυνάμεως ἐκλελοιπυίας, καὶ τῆς παλαιᾶς δεισιδαιμονίας
ἐκ τῆς τόν Αἰγυπτίων ψυχῆς ἀρθείσης, καὶ ἔτι πρὸς τούτοις εἰ μὴ καθ’ ἑκάστην πόλιν καὶ καθ’ ἕκαστον οἶκον πόλεμος ἐμφύλιος τοῖς Αἰγυπτίοις συνίστατι, τῶν μὲν τὸν κύριον καὶ τὸ σέβας τοῦ θεοῦ τῶν προφητῶν ἀποδεξαμένων καὶ ἀποστραφέντων
τὴν ἐξ αἰῶνος πολύθεον πλόνην, τῶν δὲ διὰ τὸ τοῖς πατρίοις ἔτι προστετηκέναι κακοῖς τοὺς τὸν κύριον παραδεξαμένους πολεμούντων, εἰ μὴ εἰσέτι καὶ δεῦρο b ἐπερωτᾶν πειρώμενοι τοὺς ἑαυτῶν θεοὺς καὶ τὰ ἀγάλματα καὶ τοὺς ἐκ τῆς γῆς φωνοῦντας καὶ τοὺς
ἐγγαστριμύθους ἀτελῆ καὶ ἄπρακτον τὴν ἐπὶ τάδε καταφυγὴν ποιοῦνται διὰ τὸ μηκέθ’ ὁμοίως ἐνεργεῖν δύνασθαι ὥσπερ τὸ πρὶν τοὺς δαίμονας, εἰ μὴ πάντα ταῦτα ἔργοις αὐτοῖς τέλος εἰληφότα δείκνυται, μή πώ μοι νομίζοιτο τὸ προφητικὸν πεπληρωσθαι
λόγιον, μηδὲ τὸν θεσπιζόμενον κύριον ἐπιδεδημηκέναι τῷ βίῳ τῶν ἀνθρώπων.
καὶ τοὺς ἐκ τῆς γῆς φωνοῦντας μηδέν τε ἐνεργεῖν δυναμένους, οἱ δὲ τῷ κυρίῳ τῶν προφητῶν ἐν πάσῃ τῇ Αἰγυπτίων χώρᾳ θυσιαστήριον καθ’ἑκάστην ἐκκλησίαν συστηςάμενοι, ἔν τε ταῖς θλίψεσι καὶ τοῖς κατ’ αὐτῶν διωγμοῖς οὐκέτι τὰ κνώδαλα,
d οὐδὲ τὰ ἑρπετὰ τῆς γῆς, ὡς θεοὺς, οὐδὲ τοὺς ἀγρίους θῆρας καὶ τὰ ἄλογα ζῷα ὁμοίως τοῖς αὐτῶν πατράσιν, ἀλλὰ τὸν επὶ πάντων θεὸν ἐπικαλούμενοι, καὶ μόνον αὐτὸν καὶ τὸν αὐτοῦ φόβον ἐν ταῖς αὑτῶν διανοίαις κατειληφότες, εὐχόμενοί τε αὐτῷ
εὐχὰς, ἀλλ’ οὐκέτι τοῖς δαίμοσι, καὶ ἀποδιδόντες τὰς θεοπρεπεῖς ἐπαγγελίας, πῶς οὐχ ἕπεται συνομολογεῖν καὶ τὰ πρὸ τῶν ἀποτελεσμάτων εἰς ἔργον ἤδη κεχωρηκέναι; ἦν δὲ ταῦτα τοῦ κυρίου παρουσία εἰς Αἴγυπτον οὐκ ἀσώματος ἀποβησομένη, ἀλλὰ διὰ
νεφέλης κούφης, ἢ καὶ μᾶλλον διὰ πάχους ἐλαφροῦ· οὕτω γὰρ τὸ Ἑβραϊκὸν περιέχει, τὴν ἔνσαρκον αὐτοῦ παρουςίαν αἰνιττόμενον.
ὃς σώσει αὐτούς.” πάλιν γοῦν κἀνταυθα τὸ Ἑβραϊκὸν “καὶ ἀποστελεῖ αὐτοῖς κύριος σωτῆρα, ὃς σώσει αυτούς” ἔχει. ὧν οὕτως ἐναργῆ τὴν ἀπόδειξιν παρεχομένων ἡγοῦμαι καὶ τοὺς χρόνους σαφεῖς γεγονέναι, καθ’ οὓς τὰ τῆς εἰς ἀνθρώπους τοῦ κυρίου
παρουςίας ἐθεσπίζετο.
προφητείας. διὸ τὰ οἰκονομηθέντα ἐν ἀνφρώποις ἀκολούθως αὐτῷ ἐκ τῶν θείων προρρήσεων ἀναλεξόμεθα.
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.