ὅτι κύριος παντοκράτωρ ἐξαπέσταλκέ με πρὸς σέ.”
Ἱερουσαλὴμ, ἰδοὺ ὁ βασιλεύς σου ἔρχεταί σοι δίκαιος καὶ σώζων, αὐτὸς πραΰς καὶ ἐπιβεβηκὼς ἐπὶ ὑποζύγιον καὶ πῶλον νέον· καὶ ἐξολοθρεύσει ἅρματα ἐξ Ἐφραΐμ, καὶ ἵππον ἐξ Ἱερουσαλὴμ, καὶ ἐξολοθρευθήσεται τόξον πολεμικὸν, καὶ πλῆθος εἰρήνης ἐξ
ἐθνῶν. καὶ κατάρξει ἀπὸ θαλάσης ἕως θαλάσσης, καὶ ἀπὸ ποταμῶν δι’ ἐκβολὰς γῆς.”
καὶ δι’ αἰνιγμάτων, τοτὲ δὲ ἀκαλύπτως 408 ἀναφωνεῖ· δι’ αἰνιγμάτων μὲν ἐν οἷς φησι “διάνοιξον ὁ Λίβανος τὰς πύλας σου, καὶ καταφαγέτω πῦρ τὰς κέδρους σου. ὀλολυξάτω πίτυς, διότι πέπτωκε κέδρος, διότι μεγάλως μεγιστᾶνες ἐταλαιπώρησαν.
ὀλολύξατε δρύες τῆς Βασανίτιδος, ὅτι κατεσπάσθη ὁ δρυμὸς ὁ σύμφυτος. φωνὴ θρηνούντων ποιμένων, ὅτι τεταλαιπώρηκεν ἡ μεγαλωσύνη αὐτῶν· φωνὴ 1 ὠρυομένων λεόντων, ὅτι τεταλαιπώρηκε τὸ φρύαγμα τοῦ Ἰορδάνου.”
λέγων ‟ἰδοὺ ἐγὼ τίθημι τὴν Ἱερουσαλὴμ ὡς πρό- b πύλα σαλευόμενα ἅπασι τοῖς λαοῖς κύκλῳ καὶ ἐν τῇ Ἰουδαίᾳ, καὶ ἔσται περιοχὴ ἐπὶ Ἱερουσαλὴμ, καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, θήσομαι τὴν Ἱερουσαλὴμ λίθον καταπατούμενον πᾶσι τοῖς ἔθνεσι. πᾶς ὁ καταπατῶν
αὐτὴν ἐμπαίζων ἐμπαίξεται, καὶ ἐπισυνακθήσονται ἐπ’ αὐτὴν πάντα τὰ ἔθνη τῆς γῆς.”
καὶ ὀδύνην ὡς ἐπὶ πρωτοτόκῳ. ἐν τῇ ἡμέρᾳ ἐκείνῃ μεγαλυνθήσεται ὁ κοπετὸς Ἱερουσαλὴμ ὡς κοπετὸς c Ροῶνος ἐν πεδίῳ ἐκκοπτομένου· καὶ κόψεται ἡ γῆ κατὰ φυλὰς, φυλὴ οἴκου Δαβὶδ καθ’ ἑαυτὴν, καὶ αἷ γυναῖκες αὐτῶν καθ’ ἑαυτάς· φυλὴ οἴκου Νάθαν
καθ’ ἑαυτὴν καὶ αἷ γυναῖκες αὐτῶν καθ’ ἑαυτάς· φυλὴ οἴκου Λευὶ καθ’ ἑαυτὴν καὶ αἶ γυναῖκες αὐτῶν καθ’ ἑαυτάς· φυλὴ τοῦ Συμεὼν καθ’ ἑαυτὴν, καὶ αἶ γυναῖκες αὐτῶν καθ’ ἑαυτάς· πᾶσαι αἱ ὑπολελειμέναι φυλαὶ, φυλὴ καθ’ ἐαυτὴν, καὶ αἶ γυναῖκες
αὐτῶν καθ’ ἑαυτάς.”
τὰ ἔθνη ἐπὶ Ἱερουσαλὴμ εἰς πόλεμον, καὶ ἀλώσεται 2 ἡ πόλις, καὶ διαρπαγήσονται αἱ οἰκίαι, καὶ αἱ γυναῖκες μολυνθήσονται, καὶ ἐξελεύσεται τὸ ἥμισυ τῆς πόλεως ἐν αἰχμαλωσίᾳ, οἱ δὲ κατάλοιποι τοῦ λαοῦ μου οὐ μὴ ἐξολοθρευθῶσιν ἐκ τῆς πόλεως. καὶ ἐξελεύσεται
κύριος, καὶ παρατάξεται ἐν τοῖς ἔθνεσιν ἐκείνοις, καθὼς ἡμέρα παρατάξεως αὐτοῦ ἐν ἡμέρᾳ πολέμου, καὶ στήσονται οἱ πόδες αὐτοῦ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐπὶ τὸ ὄρος τῶν ἐλαιῶν τὸ κατέναντι Ἱερουσαλήμ.”
κύριος εἶς, καὶ τὸ ὄνομα αὐτοῦ ἓν, κυκλοῦν πᾶσαν τὴν γῆν καὶ τὴν ἔρημον.”
τοῦ προσκυνῆσαι τῷ βασιλεῖ κυρίῳ παντοκράτορι, καὶ οὗτοι ἐκείνοις προστεθήσονται. ἐὰν δὲ φυλὴ Αἰγύπτου μὴ ἀναβῇ, μηδὲ ἔλθῃ ἐκεῖ, καὶ ἐπὶ b τούτους ἔσται ἡ πτῶσις, ἣν πατάξει κύριος πάντα τὰ ἔθνη τῆς γῆς, ὅσα ἐὰν μὴ ἀναβῇ τοῦ ἑορτάσαι τὴν
ἑορτὴν τῆς σκηνοπηγίας. αὕτη ἔσται ἡ ἁμαρτία Αἰγύπτου καὶ ἡ ἁμαρτία πάντων τῶν ἐθνῶν, ὅσα ἂν μὴ ἀναβῇ τοῦ ἑορτάσαι τὴν ἑορτὴν τῆς σκηνοπηγίας.”
3 προφητεύει, τῆς Ἱερουσαλὴμ ἄρτι τότε ἀνεγηγερμένης ἐκ τῆς προτέρας ἐρημίας, ἣν ὑπὸ Βαβυλωνίων πέπονθε. συνάγεται δὲ ὁ πᾶς χρόνος ἀπὸ τὴς Δαρείου c τοῦ Περσοῦ βασιλείας, καθ’ ἣν ὁ Ζαχαρίας προφητεύει,
ἐπὶ Αὔγουστον Ῥωμαίων βασιλέα εἰς ἐτῶν ἑβδομάδας ἑπτὰ καὶ ἐξήκοντα δύο τὰς ἐν τῷ Δανιὴλ φερομένας, ἃ γίνεται ἔτη τετρακόσια ὀγδοήκοντα τρία, ὡς ἀπεδείξαμεν ἐν τοῖς μικρῷ πρόσθεν γεγυμνασμένοις.
ἀπὸ Ἀλεξάνδρου καὶ] μέχρις Αὐγούστου παραταθείσης τῶν ἐμφερομένων τοῖς τοῦ προφήτου λόγοις συνίσταταί τι πεπληρωμένον.
πολλὰ ἐπιγνόντα αὐτὸν καὶ μόνον θεὸν αὐτὸν ὁμολογήσαντα ἐπ’ αὐτὸν καταπέφευγε καὶ γέγονεν αὐτῷ εἰς λαόν; ἢ πότε κατὰ τοὺς Περσῶν ἢ Μακεδόνων χρόνους ὁ προφητευόμενος βασιλεὺς ἐλήλυθεν, ἐπιβεβηκὼς ἐπὶ ὑποζύγιον καὶ πῶλον νέον;
ἐλθών τε τοῦ Ἰουδαίων ἔθνους Ἐφραῒμ καὶ τῆς Ἱερουσαλὴμ αὐτῆς τὴν βασιλικὴν παράταξιν, ἅρματα καὶ ἵππον ἐπικαλουμένην, ἐξωλόθρευσε, τό τε ὁπλιτικὸν τοῦ Ἰουδαίων ἔθνους καθεῖλε; τοῦτο γὰρ ἐδήλου τὸ λόγιον φάσκον ‟ἰδοὺ ὁ
βασιλεύς σου ἔρχεταί σοι δίκαιος καὶ σώζων, αὐτὸς πραὺς καὶ ἐπιβεβηκὼς ἐπὶ ὑποζύγιον καὶ πῶλον νέον, καὶ ἐξολοθρευθήσεται τόξον πολεμικόν.”
τῆς τῶν ἐθνῶν εἰρήνης συμφώνως τοῖς πρόσθεν ἀποδεδομένοις ἐπιλέγεται διὰ τοῦ ‟καὶ πλῆθος εἰρήνης ἐξ ἐθνῶν.
ὁ γοῦν Ἀκύλας φησὶ ‟ καὶ λαλήσει εἰρήνην τοῖς ἔθνεσι, καὶ ἡ ἐξουσία αὐτοῦ ἀπὸ θαλάσσης ἴως θαλάσσης καὶ ἀπὸ ποταμοῦ ἕως περάτων τῆς οἰκουμένης.
ὧδέ πη εἰρημένον ‟ἀνατελεῖ ἐν ταῖς ἡμέραις c αὐτοῦ δικαιοσύνη καὶ πλῆθος εἰρήνης, ἴως οὗ ἀνταναιρεθῇ ἡ σελήνη, καὶ κατακυριεύσει ἀπὸ θαλάσσης ἕως θαλάσσης καὶ ἀπὸ ποταμοῦ ἕως περάτων τῆς οἰκουμένης·” ταῦτα γὰρ περὶ τοῦ υἱοῦ Σολομῶνος
ἐλέγετο οὐδὲν λειπόμενα τῶν ἐν τῷ προφήτῃ εἰρημένων.
d ἐν αὐτῇ κατερρίφη νεώς.
4 ἀποδέδεικται Λίβανος αὐτὸς ὁ νεὼς ἐπικεκλημένος.
συνταράσσει τοὺς ἐνδόξους μετὰ ἰσχύος, καὶ οἱ ὑψηλοὶ τῇ ὕβρει συντριβήσονται. ὁ δὲ Λίβανος σὺν τοῖς ὑψηλοῖς πεσεῖται, καὶ ἐξελεύσεται ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσσαὶ, καὶ ἄνθος ἐκ τῆς ῥίζης ἀναβήσεται, καὶ ἐπαναπαύσεται ἐπ’ αὐτὸν πνεῦμα τοῦ θεοῦ.” οἷς
ἐπιλέγει ‟καὶ ἔσται ἡ ῥίζα τοῦ Ἰεσσαὶ, καὶ ὁ ἄρχειν ἐθνῶν, ἐπ’ αὐτῷ ἔθνη ἐπιοῦσι.”
ὁ Ἰεζεκιὴλ σημαίνει λέγων ὁ ἀετὸς ὁ μέγας, ὁ μεγαλοπτέρυγος, ὁ ἔχων τὸ ἥγημα εἰσελθεῖν εἰς τὸν Λίβανον, καὶ ἀπέκνισε τὰ ἁπαλὰ τῆς κέδρου.
λάβῃ τοὺς ἄρχοντας αὐτῆς” καὶ τὰ ἑξῆς. ἀλλὰ ταῦτα b μὲν ὁ Ἰεζεκιὴλ περὶ τῆς πρώτης ἐδήλου πολιορκίας, μεθ’ ἣν ὁ Ζαχαρίας περὶ τῆς δευτέρας θεσπίζει. πότε οὖν μετὰ τοὺς Ζαχαρίου χρόνους ἐπὶ τῆς Μακεδόνων βασιλείας ἐμπρησμὸν ὑπέμεινεν ὁ νεώς;
ἀλλ’ οὐκ ἔστιν εἰπεῖν.
καὶ ὀλοφυρμοὺς ἀνακαλεῖ φάσκων ὁ λόγος ‟ὀλολυ- 5 c ξάτω πίτυς, διότι πέπτωκε κέδρος, ὅτι μεγάλως μεγιστάνες ἐταλαιπώρησαν. ὀλολύξατε δρύες τῆς Βασανίτιδος, ὅτι κατεσπάσθη ὁ δρυμὸς ὁ σύμφυτος· φωνὴ θρηνούντων ποιμένων, ὅτι τεταλαιπώρηκεν ἡ μεγαλωσύνη αὐτῶν.”
Ἰερουσαλὴμ ὡς πρόθυρα σαλευόμενα πᾶσι τοῖς λαοῖς κύκλῳ, καὶ ἐν τῇ Ἰουδαίᾳ γέγονε περιοχὴ, ὅ τε νενομισμένος αὐτοῖς ἅγιος καὶ ἱερὸς τόπος εἰσέτι καὶ σήμερον λίθος τυγχάνει καταπατούμενος πᾶσι τοῖς ἔθνεσι, καὶ πᾶς ὁ καταπατῶν αὐτὴν ἐμπαίζων ἐμπαίξεται,
ἀκολούθως τῇ προφητείᾳ.
πᾶσαι αἶ φυλαὶ τοῦ Ἰουδαίων ἔθνους θρήνων καὶ κοπετῶν ἄξια πεπόνθασι διὰ τὴν καταλαβοῦσαν αὐτοὺς ἐκ θεοῦ πληγὴν, ὑφ’ ἧς καὶ ἡ μητρόπολις αὐτῶν ἀλλοφύλοις ἔθνεσιν ἐξεδόθη καὶ τὸ ἱερὸν κατεσκάφη, αὐτοί τε τῆς ἰδίας χώρας ἀπελήλαντο, ἐν
τῇ πολεμίᾳ ἐχθροῖς δουλεύοντες· ὧν ἕνεκα πᾶς ὁ οἶκος αὐτῶν καὶ πᾶσα ψυχὴ αὐτῶν εἰσέτι καὶ σήμερον θρήνοις ὑποβέβληται.
καὶ τὰ τούτοις ἑπόμενα. ποῖαι δὲ μετὰ τοὺς τοῦ Ζαχαρίου χρόνους γεγόνασιν ἡμέραι, ἐν αἷς διεμερίσθη τὰ σκῦλα τῆς Ἱερουσαλὴμ καὶ ἐπισυνήχθη πάντα τὰ ἔθνη ἐπ’ αὐτὴν εἰς πόλεμον, ἥλω τε ἡ πόλις καὶ διηρπάγησαν αἶ οἰκίαι, καὶ αἶ γυναῖκες
ἐμολύνθησαν ἀπήχθησάν τε εἰς αἰχμαλωσίαν, ὁμοῦ τε καὶ κατὰ τὸ αὐτὸ ὁ κύριος συμμαχῶν τοῖς ἔθνεσι τοῖς τὴν Ἱερουσαλὴμ πολεμοῦσι παρετάξατο ἐν αὐτοῖς; 257 ἢ πότε ἔστησαν οἶ πόδες αὐτοῦ ἐπὶ τὸ ὄρος τῶν ἐλαιῶν; ἢ πότε γέγονε κύριος εἰς βασιλέα ἐπὶ πᾶσαν b τὴν γῆν, αὐτός τε εἷς κύριος ἐπὶ πάντας ἀνθρώπους,
καὶ τὸ ὄνομα αὐτοῦ ἓν, κυκλοῦν πᾶσαν τὴν γῆν καὶ τὴν ἔρημον; ταῦτα γὰρ οὐδ’ ἄλλοτέ πω πρότερον ἔχοι ἄν τις εἰς πέρας δεῖξαι ἀχθέντα ἢ κατὰ τοὺς Ῥωμαίων χρόνους, καθ’ οὓς ἐμπρησμὸν ὑπέμεινε δεύτερον μετὰ τὸν ὑπὸ Βαβυλωνίων ὁ νεὼς αὐτῶν,
ἥ τε πόλις ἐξ ἐκείνου καὶ εἰς δεῦρο ὑπὸ ἀλλοφύλων ἐθνῶν κατοικισθεῖσα δείκνυται.
λόγου καὶ στήσονται οἶ πόδες αὐτοῦ ἐπὶ τὸ ὄρος τῶν ἐλαιῶν τὸ κατέναντι Ἱερουσαλήμ,” τοῦτ’ τοῦ θεοσεβοῦς πολιτεύματος καθ’ ὅλης τῆς ἀνθρώπων οἰκουμένης ἀνοικοδομηθέντος, πάντα τὰ ἔθνη, κατὰ τὴν προητείαν, τὴν ἑορτὴν τῆς σκηνοπηγίας
ἐν παντὶ τόπῳ τῷ θεῷ τῶν προφητῶν πανηγυρίζει, Αἰγύπτιοί τε ἐξ ἐκείνου τὸν τῶν ὅλων θεὸν ἐπιγνόντες τὰς σκηνὰς αὑτῶν ἐφ’ ἑκάστης πόλεως καὶ χώρας κατεπήξαντο· εἶεν δ’ ἂν αὗται αἶ κατὰ τόπον d ἐκκλησίαι τοῦ Χριστοῦ.
τῶν παρὰ Μωσεῖ σκηνῶν ἡ τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ δύναμις καθ’ ὅλης συνεπήξατο τῆς ἀνθρώπων οἰκουμένης εἰς τὸ πᾶν γένος ἀνθρώπων καὶ πάντα τὰ ἔθνη σκηνοπηγίας ἑορτὴν τῷ ἐπὶ πάντων θεῶ ἐπιτελεῖν.
πρόπαλαι τοῖς ἔθνεσι προαναφωνηθέντα καθ’ ἡμᾶς αὐτοὺς ὁρῶμεν τὴν ἔκβασιν ἀπειληφότα, τά τε τοῦ θρήνου καὶ τοῦ κοπετοῦ ταῖς φυλαῖς τοὐ Ἰουδαίων ἔθνους προκεκηρυγμένα, τά τε τῆς πυρπολήσεως τοῦ ἱεροῦ καὶ τῆς ἐσχάτης αὐτῶν ἐρημίας, ὁμοίως καὶ ταῦτα ταῖς προρρήσεσιν εἰσέτι καὶ σήμερον ὀφθαλμοῖς 413 θεωρεῖται 5 τί λείπεται ἐπὶ τούτοις ἢ καὶ τὸν προφητευόμενον βασιλέα τὸν Χριστὸν τοῦ θεοῦ ἐληλυθέναι
ὁμολογεῖν 5 τῶν κατὰ τὴν παρουσίαν αὐτοῦ σημείων ἐφ’ ἑκάστῳ τῶν εἰρημένων ἐναργῆ τὴν ἔκβασιν εἰληφέναι ἀποδεδειγμένων;
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.