405 καὶ ως ύδωρ καταφερόμενον έν καταβάσει. δι άσέβειαν !Ιακώβ πάντα ταύτα καϊ δι άμαρτίαν οΐκου Ἰσραήλ”
καὶ οί κατάλοιποι οἴκου Ἰσραήλ, οἱ βδελυσσόμενοι κρίμα καὶ πάντα τά ὀρθὰ διαστρέφοντες, οι οίκοδο- μούντες Σιών έν αΐμασι καϊ 'ίερονσαλημ έν άδικίαις.
b αυτής μετά αργυρίου έμαντεύοντο, καὶ έπὶ τον κύριον έπανεπαύοντο λέγοντες, ούχϊ κύριος έν ήμΐν έστίν; ού μή έπέλθη έφ" ημάς κακά. διά τούτο δι 1 ὑμᾶς Σιῶν ὡς ἀγρὸς ἀροτριαθήσεται, καὶ Ἱερουσαλὴμ ὡς ὀπωροφυλάκιον ἔσται, καὶ τὸ ὄρος τοῦ οἴκου εἰς ἄλσος δρυμοῦ.
κορυφὰς τῶν ὀρέων, καὶ μετεωρισθήσεται ὑπεράνω τῶν βουνῶν, καὶ σπεύσουσιν ἐπ’ αὐτὸ λαοὶ, καὶ πορεύσονται ἔθνη πολλὰ, καὶ ἐροῦσι, δεῦτε καὶ ἀναβῶμεν εἰς τὸ ὄρος κυρίου καὶ εἰς τὸν οἶκον τοῦ c θεοῦ Ἰακὼβ, καὶ δείξουσιν ἡμῖν τὴν ὁδὸν
καὶ πορευσόμεθα ἐν ταῖς τρίβοις αὐτοῦ. ἐκ γὰρ Σιῶν ἐξελεύσεται νόμος, καὶ λόγος κυρίου ἐξ Ἱερουσαλὴμ, καὶ κρινεῖ ἀνὰ μέσον πολλῶν ἐθνῶν, καὶ ἐλέγξει ἔθνη ἰσχυρὰ ἕως εἰς γῆν μακράν.
εἰς δρέπανα, καὶ οὐ λήψεται ἔτι ἔθνος ἐπ’ ἔθνος μάχαιραν, καὶ οὐ μὴ μάθωσιν ἔτι πολεμεῖν, καὶ ἀναπαύσεται ἕκαστος ὑποκάτω τῆς ἀμπέλου αὑτοῦ καὶ ὑποκάτω συκῆς αὑτοῦ, καὶ οὐκ ἔσται ὁ ἐκφοβῶν αὐτοὺς, ὅτι τὸ στόμα κυρίου παντοκράτορος ἐλάλησε ταῦτα.”
τε ἐπὶ τούτων οἰκοδομήματα, ὁ νεὼς δηλαδὴ καὶ τὸ ἅγιον τῶν ἁγίων καὶ τὸ θυσιαστήριον καὶ ὅσα ἄλλα αὐτόθι εἰς τιμὴν ἀνέκειτο τοῦ θεοῦ ἐκ μέσου ἀρθέντα σεσάλευται, ἀκολούθως τῷ λόγῳ φήσαντι ‟ἰδοὺ κύριος κύριος ἐκπορεύεται ἐκ τοῦ τόπου αὐτοῦ, καὶ
καταβήσεται ἐπὶ τὰ ὕψη τῆς γῆς, καὶ σαλευθήσονται τὰ ὄρη ὑποκάτωθεν αὐτοῦ.”
ἐπὶ τὰ χείρω καταπιπτόντων ὁσημέραι.
Σιῶν ἐν αἵμασιν καὶ Ἱερουσαλὴμ ἐν ἐδικίαις, ἐν οἶς αἵμασι κἀκεῖνο ἦν τὸ τῶν ὑστάτων κακῶν παραίτιον αὐτοῖς γενόμενον, ἐφ’ ᾧ τὴν ἀσεβῆ b φωνὴν εἰς ἑαυτοὺς ἐπεσπάσαντο φήσαντες τὸ αἷμα αὐτοῦ ἐφ’ ἡμὰς καὶ ἐπὶ τὰ τέκνα ἡμῶν.
γοῦν φησὶν αὐτὰ ταῦτα ‟ ὡς ἀγρὸς Σιῶν ἀροτριαθήσεται, καὶ Ἱερουσαλὴμ ὡς ὀπωροφυλάκιον ἔσται, ἅπερ οὐδ’ ἄλλοτε πώποτε ἢ μετὰ τὰ κατὰ τοῦ σωτῆρος ἡμῶν τετολμημένα ἀληθῆ τὴν ἔκβασιν εἴληχεν.
καταλαβούσης τοὺς τόπους, τὸ μὲν πρὶν διαβόητον αὐτῶν Σιῶν ὄρος, ἀντὶ τῆς πάλαι ἐν αὐτῷ μελέτης καὶ ἀσκήσεως τῶν προφητικῶν καὶ θείων λόγων, ὧν c παῖδες τὸ πρὶν Ἑβραίων καὶ θεοφιλεῖς προφῆται ἱερεῖς τε καὶ διδάσκαλοι τοῦ παντὸς ἔθνους ἐν αὐτῇ
διὰ σπουδῆς ἐποιοῦντο, διὰ Ῥωμαίων ἀνδρῶν κατ’ οὐδὲν τῆς λοιπῆς διαφέρουσα χώρας γεωργεῖται, ὡς καὶ ἡμᾶς αὐτοὺς ὀφθαλμοῖς παραλαβεῖν βουσὶν ἀρούμενον καὶ κατασπειρόμενον τὸν τόπον· ἡ δὲ Ἱερουσαλὴμ αὐτὴ ὡς ὀπωροφυλάκιον τῆς ἐν αὐτῇ παλαιᾶς
2 ὀπώρας διαφθαρείσης γέγονε, μᾶλλον δὲ εἰς λιθολογίαν, κατὰ τὴν Ἑβραικὴν ἀνάγνωσιν.
ὑπὸ γὰρ ἀλλοφύλων ἀνδρῶν κατοικισθεῖσα εἰσέτι καὶ σήμερον λιθολογεῖται, πάντων καθ’ ἡμᾶς αὐτοὺς τῶν τὴν πόλιν οἰκούντων τοὺς ἀπὸ τῆς πτώσεως αὐτῆς λίθους ἀναλεγομένων εἴς τε τὰ ἴδια καὶ κοινὰ καὶ δημόσια οἰκοδομήματα.
παραλαβεῖν σκυθρωπὸν θέαμα, τοὺς ἐξ αὐτοῦ τοῦ ἱεροῦ καὶ αὐτῶν τῶν πάλαι ἀδύτων καὶ ἁγίων λίθους εἰς τὰ τῶν εἰδώλων τεμένη εἴς τε τὰ τῶν πανδήμων θεαμάτων κατασκευάσματα ἀπειλημμένους· ὧν οὕτως ἐναργῶς τοῖς πᾶσιν ὁρωμένων καὶ
ὁ καινὸς νόμος καὶ λόγος ὁ τῆς καινῆς τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ τοῦ Χριστοῦ διαθήκης ἐκεῖθέν ποθεν προελθὼν δῆλος ἂν εἴη.
ἐπὶ πάντων θεὸν ἀνακαλεῖται.
γεωργῶν ἕκαστον ὑποκάτω ἀμπέλου καὶ ὑποκάτω συκῆς αὐτοῦ, μηδενὸς ἐκφοβοῦντος αὐτούς κατὰ τὴν προφητείαν.
καὶ εἰς δεῦρο συντελουμένων ἀναμφίλεκτον ἡγοῦμαι τὴν ἀπόδειξιν εἰληφέναι τὸν χρόνον τῆς θεσπιζομένης εἰς ἀνθρώπους τοῦ κυρίου παρουσίας.
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.