Ἀπὸ τῶν Ἀριθμῶν.
καὶ θραύσει τοὺς ἀρχηγοὺς Μωὰβ, καὶ προνομεύσει πάντας υἱοὺς Σήθ. καὶ ἔσται Ἐδὼμ κληρονομία, καὶ ἔσται κληρονομία Ἠσαῦ ὁ ἐχθρὸς αὐτοῦ, καὶ Ἰσραὴλ ἐποίησεν ἐν ἰσχύϊ, καὶ ἐξεγερθήσεται ἐξ Ἰακὼβ, καὶ ἀπολεῖ σωζόμενον ἐκ πόλεως.”
ἐστηριγμένον) σπουδὴν πεποιῆσθαι ἐπὶ τὴν Παλαιστίνων ἀφικέσθαι γῆν, ἱστορίας ἕνεκα τοῦ διὰ 418 φανέντος ἀστέρος σημαινομένου βασιλέως.
Ἰουδαίας, ἐν ἡμέραις Ἡρώδου τοῦ βασιλέως, ἰδοὺ μάγοι ἀπὸ ἀνατολῶν παρεγένοντο εἰς Ἱερουσαλῆμ λέγοντες, ποῦ ἐστιν ὁ τεχθεὶς βασιλεὺς τῶν Ιου- 1 δαίων; εἴδομεν γὰρ αὐτοῦ τὸν ἀστέρα ἐν τῇ ἀνατολῇ, καὶ ἤλθομεν προσκυνῆσαι αὐτῷ. ὅτε καὶ παραπαμφθέντες εἰς Βηθλεὲμ ἐπορεύθησαν, καὶ ἰδοὺ πάλιν ὁ αὐτὸς ἀστὴρ, ὃν εἶδον ἐν τῆ ἀνατολῇ προῆγεν
αὐτοὺς, ἴως ἐλθὼν ἐστάθη ἐπάνω οὗ ἦν τὸ παιδίον. b ἰδόντες δὲ τὸν ἀστέρα ἐχάρησαν χαρὰν μεγάλην σφόδρα, καὶ εἰσελθόντες εἰς τὴν οἰκίαν εἶδον τὸ παιδίον μετὰ Μάριας τῆς μητρὸς αὐτοῦ, καὶ πεσόντες προσεκύνησαν αὐτῷ.”
ἔθνους πολεμίων κληρονομίαν. οὗτοι δὲ ἦσαν Εδὼμ καὶ Ἠσαῦ.
ἐμνήσθη, διὰ τὴν εἰδωλολατρίαν τοῦ Ἰσραὴλ τὴν ἐπὶ τῆς ἐρήμου γενομένην, ὅτε ἐτελέσθη ὁ λαὸς τῷ Βεελφεγώρ· (δαίμων δὲ ἦν οὗτος ὡς θεὸς τῷ βασιλεῖ Μωὰβ τῷ Βαλὰκ τιμώμενος.)
τῶν ἀοράτων ἀρχόντων τοῦ Μωὰβ, λέγω δὲ παρὰ τοῖς Μωαβίταις νενομισμένων θεῶν, εἰδωλο- d λάτρησαν γοῦν καὶ προσεκύνησαν τοῖς γλυπτοῖς, ὥς φησιν ἡ γραφὴ ‟καὶ ἐτελέσθησαν τῷ Βεελφεγώρ,” δαίμων δὲ οὗτος τῶν Μωαβιτῶν ἦν, ὅτε καὶ ἐξεπόνευσαν
εἰς τὰς Μωαβίτιδας·) εἰκότως τὸ μέλλον 2 ἔσεσθαί ποτε καὶ τὴν εἰς τοὐναντίον τῶν πραγμάτων μεταβολὴν κατὰ καιρὸν ὁ Βαλαὰμ θεσπίζει λέγων ‘‘ἀνατελεῖ ἄστρον ἐξ Ἰακὼβ, καὶ ἀναστήσεται ἄνθρωπος ἐξ Ἰσραὴλ, καὶ θραύσει ἡγεμόνας Μωάβ·”
τοῦ Ἰσραὴλ δαίμονας τῶν Μωαβιτῶν ἐπὶ τῇ γενέσει τοῦ προφητευομένου θραῦσίν ποτε καὶ πτῶσιν παθεῖν, 419 ὧν θραυσθέντων τοὺς υἱοὺς Σὴθ καὶ Ἠσαῦ καὶ τὰ λοιπὰ ἔθνη, ἃ διὰ τούτων σημαίνεσθαι ἡγοῦμαι, τὰ πάλαι καταδεδουλωμένα τῇ
δαιμονικῇ πλάνῃ, μεταβαλόντα τῆς δεισιδαιμονίας οἰκεῖα τοῦ θεσπιζομένου γενήσεσθαι. ‟καὶ ἔσται γάρ’ φησὶν ‟Ἐδὼμ κληρονομία, καὶ ἔσται κληρονομία Ἠσαῦ ὁ ἐχθρὸς αὐτοῦ.”
ἐν ἰσχύϊ.” ὁ δὲ ἐποίησεν ἐν ἰσχύι· τὴν πάντων μεγίστην ἀσέβειαν· διὸ ἐξεγερθήσεται ἀπ’ αὐτῶν καὶ ἐξαναστήσεται.
ὤλετο πᾶς σωζόμενος, ἢ καὶ τὸ πᾶν τοῦ ἔθνους αὐ- c τῶν πολίτευμα. ταῦτα δὲ ὁποίου τέλους ἔτυχεν, ὁμοῦ τῇ τοῦ σωτῆρος ἡμῶν εἰς ἀνθρώπους ἐκλάμψει τῶν μὲν πρὶν εἰδωλολατρῶν ἐθνῶν εἰς τὸν αὐτῶν μεταστάντων κλῆρον, τοῦ δὲ Ἰουδαίων ἔθνους καὶ
3 τῆς μητροπόλεως αὐτῶν πεπονθότων ὁποῖα οὐδεπώποτε, οὐ μακρῶν δεῖν οἶμαι λόγων.
ὧδέ πως ἐχέτω τέλους· τί δ’ ἦν τὸ αἴτιον τῆς ἐπιλάμψεως τοῦ φανέντος ἀστέρος συνιδεῖν ἄξιον. εἰς σημεῖά φησιν ὁ Μώσης καὶ εἰς καιροὺς τεθεῖσθαι τοὺς πάντας ἐν τῷ στερεώματι ὑπὸ τοῦ θεοῦ ἀστέρας· ξένος δὲ ἣν καὶ οὐ συνήθης, οὐδὲ τῶν πολλῶν
καὶ γνωρίμων εἷς, ἀλλά τις καινὸς καὶ νέος ἀστὴρ d ἐπιφανεὶς τῷ βίῳ σημεῖον ξένου φωστῆρος ἐδήλου καταλάμψαντος τῷ παντὶ κόσμῳ, ὃς ἦν ὁ Χριστὸς τοῦ θεοῦ, μέγας καὶ νέος ἀστὴρ, οὗ τὴν εἰκόνα συμβολικῶς ὁ φανεὶς τότε τοῖς μάγοις ἐπεφέρετο.
πρόρρησις ἐπληροῦτο πρὸς λέξιν ἐπὶ τῇ τοῦ προαναφωνηθέντος ἀστέρος ἐπὶ τῆ γενέσει τοῦ σωτῆρος ἡμῶν προφητείᾳ.
κομητῶν, ἢ δοκίδων, ἢ πωγωνιῶν, ἤ τινων ἑτέρων τούτοις παραπλησίων ἐπὶ μεγάλοις πράγμασιν ἐξ ἔθους ἀναφαινομένων.
φῶς 5 εὐσεβείας καὶ θεογνωσίας ἀληθοῦς κατάληψιν b λογικαῖς ψυχαῖς κομιζόμενον; οὗ δὴ χάριν τὸ μέγα σημεῖον ὁ προφανεὶς ἐδήλου ἀστὴρ, μέγαν καὶ νέον φωστῆρα ἀπιλάμψαντα τῷ παντὶ κόσμῳ τὸν Χριστὸν τοῦ θεοῦ κᾶσιν αἰνιττόμενος.
φωστῆρα τὸν θεὸν λόγον εἶναι, τὸν αὐτὸν δὲ ἄνθρωπον ὀνομάζουσα. διαφόρως δὲ αὐτὸν καὶ ἐν ἑτέροις ἀνατολὴν ὁμοῦ καὶ ἥλιον δικαιοςύηνς ἀποκαλεῖ, c ὡς ἐν τοῖς πρώτοις ἀπεδείξαμεν.
ἐπεφήμισε προσρήματι ξήσας “ἀνατελεῖ ἄστρον ἐξ Ἱακώβ.” τὸν δὲ ἄνθρωπον, διὰ τὸ συμβὰν τερὶ αὐτὸν πάθος, ὡς ἄν πεπτωκότα ἀναστήσεσθαι θεσπίζει, ὁμοίως οἶς καὶ Ἡσαΐας περὶ αὐτοῦ φησι “ καῖ
ἔσται ἡ ῥίζα τοῦ Ἰεσσαὶ, καὶ ὁ ἀνισιάμενος ἄρχειν ἐθνῶν, ἐπ’ αὐτῷ ἔθνη ἐλπιοῦσι.” καὶ σαφές γε τίνα τρόπον τὸ φῶς τοῦ σωτῆρος ἠμῶν ἐκ τοῦ Ἰακὼβ ἀνατεῖλαν, τοῦτ’ ἔστιν άπὸ τοῦ ἐκ περιτομῆς λαοῦ, d πᾶσι τοῖς ἔθνεσιν, ἀλλ’ οὐχὶ τῷ Ἰακῶβ, ὅθεν καὶ
προῆλθεν, ἐξέλαμψε.
262 ἐκ τοῦ σπέρματος αὐτοῦ ἄνθρωπος, καὶ κυριεύσει ἐθνῶν πολλῶν.”
4 σὰς ἀοράτους καὶ μοχθηρὰς δυνάμεις καθεῖλε, καὶ τὰ πνευματικὰ τῆς πονηρίας, τό τε στῖφος τὸ δαιμονικὸν, ἀρχηγοὺς Μωὰβ καὶ Σὴθ καὶ Ἐδὼμ καὶ Ἠσαῦ τροπικώτερον ἐν τοῖς μετὰ χεῖρας ὠνομασμένα. 421
αὐτὸν, ἀλλ’ οὐκ ἐγγύς.’
ἐπιδημίας.
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.