αὐτῶν ἡττηθήσεται ἐν αὐτοῖς.”
αἴτιοι καταστῆναι δεισιδαιμονίας, ἀλλὰ καὶ πάντων μᾶλλον περὶ τὰς δαιμονικὰς ἐνεργείας τε καὶ περιεργίας ἠσχολῆσθαι.
παραστῆσαι βουλόμενος ὁ λόγος θεσπίζει τοῦ κυρίου 422 τὴν εἰς Αἴγυπτον ἄφιξιν, ἐφ’ ᾗ μεταβολὴν οὐ τὴν τυχοῦσαν τῶν Αἰγυπτίων ἔσεσθαι προφητεύει, λέγων ἑξῆς ‟καὶ γνώσονται οἱ Αἰγύπτιοι τὸν κύριον, οἶ πρὶν μὴ εἰδότες αὐτὸν, καὶ εὔξονται τῷ κυρίῳ
εὐχάς”, καὶ τὰ τούτοις παραπλήσια.
b εἰδώλων, ἀλλ’ αὐτοῦ παρὰ τοῖς Ἰουδαίων θεολογουμένου κυρίου θεσπίζεται.
μαρτυρεῖ τοῖς πράγμασι, καὶ τοῖς ἀγνωμονεστάτοις ἐναργῶς δείκνυσιν αὐτοὺς Αἰγυπτίους τῆς μὲν ἐξ αἰῶνος πατροπαραδότου δεισιδαιμονίας ἀνακεχωρηκότας, οἰκειωθέντας δὲ τῷ θεῷ τῶν ταῦτα c προαναφωνησάντων προφητῶν, καὶ τοῦτον μόνον
σέβοντας, καὶ πάντα θάνατον ἀσπαζομένους ὑπὲρ τῆς εἰς αὐτὸν εὐσεβείας, ὥρα μὴ ἄλλως ταῦτα γεγονέναι συνομολογεῖν ἢ τοῦ κυρίου ἐληλυθότος εἰς Αἴγυπτον ἀκολούθως τῇ προκειμένῃ προρρήσει.
2 πικῶς τὸν περίγειον κόσμον, εἰς ὃν ὁ λόγος προφητεύει 263 τὸν κύριον ἐπὶ νεφέλης κούφης ἥξειν, οὕτω τὸν ἐκ παρθένου καὶ πνεύματος ἁγίου ληφθέντα αὐτῷ ἄνθρωπον αἰνιττόμενος· χειροποίητα δὲ Αἰγύπτου
σεισθήσεσθαι, τὰ τῶν ἐθνῶν ξόανα καὶ τοὺς ἐν αὐτοῖς δαίμονας, ὡς αὖ πάλιν Αἰγυπτίους ἡττω- d μένους, πάντας τοὺς πάλαι πρότερον περὶ τὴν εἰδωλολατρίαν ἐπτοημένους,
χώρᾳ 5 ὅτε κατὰ τὸν χρησμὸν ἀναστὰς ὁ Ἰωσὴφ παρέλαβε τὴν Μαριὰμ καὶ τὸ παιδίον καὶ ἦλθεν εἰς Αἴγυπτον, ἀπορρήτῳ δυνάμει καὶ ἐνεργείᾳ τὰς αὐτόθι τὸ πρὶν οἰκούσας πονηρὰς δυνάμεις εἰκὸς οὐ μικρῶς κεκινῆσθαι, καὶ μάλιστα ὅτε διὰ τῆς μετέπειτα
διδασκαλίας αὐτοῦ μυρία πλήθη τῶν τὴν Αἴγυπτον οἰκούντων, τῆς τῶν δαιμόνων ἀποφυγόντα πλανήσεως, ἔτι καὶ νῦν τὸν τῶν ὅλων ὁμολογεῖ μόνον εἰδέναι θεόν. τὰ δ’ ἐν τοῖς ἐξῆς ἐπιλεγόμενα, 423 αἰνιγματώδη ὄντα πλείονός τε δεόμενα πραγματείας,
ἐπ’ οἰκείας σχολῆς ἑρμηνεύσομεν.
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.