αὐτοῦ, ὡς καλοὶ οἱ οἶκοί σου Ἰακὼβ, αἱ σκηναί σου Ἰσραὴλ, ὡσεὶ νάπαι σκιάζουσαι, καὶ ὡς παράδεισος ἐπὶ ποταμῶν, καὶ ὡσεὶ σκηναὶ, ἃς ἔπηξε κύριος, ὡσεὶ κέδροι παρ’ ὕδατα. ἐξελεύσεται ἄνθρωπος ἐκ τοῦ σπέρματος αὐτοῦ, καὶ κυριεύσει ἐθνῶν πολλῶν, 1 c καὶ ὑψωθήσεται ἡ Γὼγ βασιλεία, καὶ αὐξηθήσεται ἡ βασιλεία αὐτοῦ. θεὸς ὡδήγησεν αὐτὸν ἐξ Αἰγύπτου, ὡς δόξα μονοκέρωτος αὐτῷ. ἔδεται ἔθνη ἐχθρῶν αὑτοῦ, καὶ τὰ πάχη αὐτῶν ἐκμυλιεῖ, καὶ ταῖς βολίσιν αὑτοῦ κατατοξεύσει ἐχθρόν. κατακλιθεὶς
ἀνεπαύσατο ὡς λέων καὶ ὡς σκύμνος, τίς ἐγερεῖ αὐτόν; οἱ εὐλογοῦντές σε εὐλόγηνται καὶ οἱ καταρώμενοί σε κεκατηρανται.”
d ἐδήλου τὴν τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ διακομιδὴν τὴν ἅμα τοῖς γονεῦσιν εἰς Αἴγυπτον αὐτῷ γενησομένην· ἐν τούτοις δὲ τὴν ἐπάνοδον ἑξῆς καὶ ἀκολούθως τὴν ἀπ’ Αἴγύπτου, ἣν ἅμα τοῖς γονεῦσιν εἰς τὴν γῆν τοῦ Ἰσραὴλ ἐποιήσατο, θεσπίζει λέγων
‘‘θεὸς ὡδήγησεν αὐτὸν ἐξ Αἰγύπτου.”
πέρας ἔχειν ἐπ’ αὐτῷ καὶ τὴν παροῦσαν πρόρρησιν διαρρήδην ἐκφωνοῦσαν ὅτι δὴ ἐκ τοῦ Ἰουδαίων 424 ἔθνους ἐξελεύσεταί τις ἄνθρωπος καὶ κυριεύσει ἐθνῶν πολλῶν.
πολλῶν ἐθνῶν ἄρξαντα· ἀλλ’ οὐκ ἂν εἴποι τις, ὅτι μηδὲ γέγονεν. ἐπὶ δέ γε τοῦ σωτῆρος ἡμῶν, κἂν ἡμεῖς μὴ λέγωμεν, αὐτή γε ἡ ἀλήθεια βοήσει καὶ μέγα κεκράξεται, ἄντικρυς παριστῶσα ὅπως ἡ ἔνθεος αὐτοῦ δύναμις διὰ τοὺ ἀναληφθέντος αὐτῷ ἐκ σπέρματος
Ἰσραὴλ τοῦ κατὰ σάρκα ἀνθρώπου ἐκυρίευσε, καὶ εἰσέτι νῦν κυριεύει ἐθνῶν πολλῶν.
τρόπον τὴν τῶν Ῥωμαίων βασιλείαν, ᾗ καὶ συνήκμασεν 264 ἡ Χριστοῦ διδασκαλία.
κατὰ τὴν Ἑβραίων φωνὴν διὰ τοῦ Ῥὼς δηλοῦται, διὰ δὲ τοῦ Μοσὁχ τὴν Μυσίαν καὶ τὰ πέριξ c ταύτης ἔθνη, ὅσα νῦν οἰκεῖα Ῥωμαίων ἐστὶ, διὰ δὲ τοῦ Θοβὲλ τὴν Ἰβηρίαν ὁ Ἰώσηπος δηλοῖ, ἀπὸ τοῦ Θοβὲλ γεγονέναι φάσκων Θοβεήλους τοὺς Ἴβηρας· ὧν
ἁπάντων ἄρχοντα τὸν Γὼγ ὑψωθήσεσθαί φησιν ἐπὶ τῆς τοῦ προφητευομένου Χριστοῦ παρουσίας, ὃν ὁ θεὸς ὡδήγησεν ἐξ Αἰγύπτου, ὅτε κατὰ τὸν Ματθαῖον ἐπιβουλεύοντος τοῦ Ἡρώδου παιδὶ ὄντι αὐτῷ χρηματισθεὶς τισθεὶς ὁ Ἰωσὴφ παρέλαβε τὸ παιδίον καὶ τὴν μητέρα
αὐτοῦ, καὶ ἐπανῆλθεν εἰς γῆν Ἰσραήλ. δόξα δὲ μονοκέρωτος αὐτῷ τῷ Χριστῷ παρῆν, διὰ τὸ ἐν αὐτῷ d εὐδοκηκέναι κατοικῆσαι πᾶν τὸ πλήρωμα τῆς θεότητος, κατὰ τὸν ἱερὸν ἀπόστολον.
μονόκερως καὶ ἐν ἑτέραις γραφαῖς ὠνομάσθη. ὁ δ’ αὐτὸς τοῦ θεοῦ λόγος τοῖς νοητοῖς καὶ λογικοῖς αὑτοῦ βέλεσι τὸν ἐχθρὸν καὶ ἀντικείμενον αὑτῷ διάβολον πάσας τε τἀς ἀμφ’ αὐτὸν ἀοράτους καὶ πονηρὰς δυνάμεις διὰ κρείττονος καὶ ἀκαταμάχου δυνάμεως ἤλαυνεν,
εἰσέτι τε νῦν κυριεύει ἐθνῶν πολλῶν, ὧν τὰ 2 Πάχη καὶ τὸ φρόνημα τῆς σαρκὸς λεπτύνων ἐπὶ τὴν 425 στενὴν ὁδὸν τῆς αἰωνίου ζωῆς ἐπιτηδείους κατασκευάζει.
ἐνεδέξατο οἰκονομίαν, καθ’ ἣν ὥσπερ τις βασιλικὸς καὶ θαρραλέος θὴρ ἀνεπαύσατο, μηδενὸς αὐτοῦ τὴν ἀρχὴν καὶ τὴν βασιλείαν μεταστήσασθαι δυναμένου, πάντες τε οἱ τὸν Χριστὸν εὐλογοῦντες, λόγῳ τε καὶ βίῳ σεμνύοντες τὴν ἀρετὴν τοὺ διδασκάλου, τὴς ἐκ
θεοῦ μετειλήφασιν εὐλογίας, αὔξοντες ὁσημέραι καὶ πληθύνοντες, κατὰ τὸ “αὐξάνεσθε καὶ πληθύνεσθε, καὶ πληρώσατε τὴν γῆν,” ἀληθέστερον ἐπ’ αὐτῶν καὶ b θεοπρεπέστερον τῆς θείας ἐκτελουμένης φωνῆς· ὡς ἔμπαλιν οἱ ἀπὸ πρώτης τῆς κατ’ αὐτοῦ ἐπιβουλῆς
εἰσέτι καὶ νῦν αὐτὸν ἐν τοῖς αὑτῶν συνεδρίοις ἀρώμενοι, τὴν ἐκ θεοῦ κατάραν ἐξ ἐκείνου καὶ εἰσέτι δεῦρο καθ’ ἑαυτῶν ἐπεσπάσαντο.
παύονται πρὸ ὀφθαλμῶν ὁρῶντες. ἄξιον δὲ παραθεῖναι τοῖς μετὰ χεῖρας τὴν πρὸς τὸν Ἰούδαν τοῦ Ἰακὼβ c προφητείαν, ἣν καὶ αὐτὴν ἐναργέστατα εἰς τὸν ἡμέτερον σωτῆρα ἐφαρμόζειν προπαρεστήσαμεν, συνιδεῖν τε τὴν ἐν ἑκατέροις συμφωνίαν.
εἴρηται “ἐξελεύσεται ἄνθρωπος ἐκ τοῦ σπέρματος αὐτοῦ” (δῆλον δ’ ὅτι τοῦ Ἰακώβ,) Οὕτω κἀκεῖ “ἐκ βλαστοῦ υἱέ μου ἀνέβης” εἰρητο ὑπ’ αὐτοῦ τοῦ Ἰακὼβ πρὸς τὸν προφητευόμενον.
3 ὁμοίως καὶ ἴν ἐκείνοις τὸ ‟καὶ αὐτὸς᾿ ἔσται προσδοκία ἐθνῶν.” καὶ πάλιν ἐνταῦθα μὲν ‟ ἔδεται” φησὶν‘ ἔθνη ἐχθρῶν αὑτοῦ, καὶ ταῖς βολίσιν αὑτοῦ κατατοξεύσει d ἐχθρόν·’· ὡσαύτως δὲ καὶ ἐν ἐκείνοις αἶ χεῖρές σου
ἐπὶ νώτου τῶν ἐχθρῶν σου ἐλέγετο.
καὶ ὡς σκύμνος, τίς ἀναστήσει αὐτόν;” ταῦτα δὲ εἰκότως εἰς ταὐτὸν συνηγάγομεν, ἔν ὥσπερ ἐπὶ στόματος δύο μαρτύρων τῆς ἐν ταῖς προφητείαις συμφωνίας ἡ 265 περὶ τοῦ σωτῆρος ἡμῶν ἀπόδειξις βεβαιοτέραν λάβοι τὴν κύρωσιν.
πρόρρησιν τεθεωρημένα ἁρμόσειεν ἂν καὶ εἰς τὴν τοῦ Βαλαὰμ, τῆς ὁμοιότητος τῶν λεγομένων ἕνεκα. εἰ δὴ 426 οὖν ἐκεῖνα διὰ πολλῆς ἀποδείξεως ἐπὶ τὸν ἡμέτερον σωτῆρα πεπληρωμένα συνέστη, ἀκόλουθον ἂν εἴη καὶ τὰ παρόντα ὁμολογεῖν.
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.