ὑμῖν οἶκος Ἰσραὴλ ἀπὸ προσώπου τῶν ἀδικιῶν ὑμῶν. ὄρθρου ἀπερρίφη βασιλεὺς Ἰσραὴλ, διότι νήπιος Ἰσραὴλ, καὶ ἐγὼ ἠγάπησα αὐτὸν, καὶ ἐξ Αἰγύπτου μετεκάλεσα τὰ τέκνα αὐτοῦ.”
Αἴγυπτον ἀναχωρήσει τοῦ σωτῆρος ἡμῶν, ἴστω κατὰ d λόγον αὐτὴν γεγονέναι.
δύναμιν, ὅπερ ἂν ἐπράχθη, εἰ παραδόξως ἐπιβουλεύοντα αὐτῷ τὸν Ἡρώδην μετῆλθεν, μηδαμῶς ὑπομείνας τὴν εἰς Αἴγυπτον ἅμα τοῖς γονεῦσιν ἀναχώρησιν.
θαυμάτων ᾧ γε διὰ παντὸς τοῦ βίου τὸ πρᾶον καὶ ἀνεξίκακον μεμαρτύρηται, προχείρῳ μὲν εἰς τὰς εὐποιίας καὶ τὰς κοινὰς εὐεργεσίας γενομένῳ, μηδένα δὲ τῶν μὴ ἀκουόντων ἀμυνομένῳ, μηδ’ ὅτε ‟ὡς ἐπὶ σφαγὴν ἤγετο καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ
427 κείροντος ἄφωνος.”
παρῄνει γοῦν τοῖς ὑέ αὐτοῦ θεραπευομένοις μηδενὶ λέγειν.
τὴν Ἱερουσαλὴμ ‟καὶ ἐξαναστήσεται ἀπώλεια ἐν τῷ b λαῷ σου, καὶ πάντα τὰ περιτετειχισμένα σου οἰχήσεται.”
ἐπὶ τέκνοις ἠδάφισαν, τὰ παραπλήσια καὶ ὑμῖν αὐτοῖς ποιήσω διὰ τἀς κακίας ὑμῶν. ὑμῖν δὲ τίσιν ἢ τοῖς καλουμένοις Ἰσραηλίταις, οἳ καὶ ἀπερρίφητε σὺν τῷ βασιλεῖ ὑμπῶν, τὸν Ἡρώδην αἰνιττόμενος;
‟Ἰσραὴλ, καὶ ἐγὼ ἠγάπησα αὐτὸν, καὶ ἐξ Αιγύπτου c ἐκάλεσα τὸν υἱόν μου.” πῶς γὰρ οἶόν τε κατὰ τὸ αὐτὸ τοῖς αὐτοῖς ἐπιμέμφεσθαι καὶ πάλιν τοὺς αὐτοὺς ἐπαινεῖν; ἀλλ’ ἦν ὁ ἀληθὴς νοῦς ταύτην ἔχων τὴν θεωρίαν. Ἰσραὴλ γὰρ ὁ Χριστὸς καὶ καθ’ ἑτέρας 266
ἀνηγόρευται προφητείας, ὥσπερ οὖν καὶ ἐπὶ τῆς παρούσης. ρούσης.
ἐνανθρωπήσας κατελήλυθεν, οὕτω δηλουμένου τοῦ περιγείου τόπου, ἢ καὶ ἐξ αὐτῆς τῆς προχείρου, οἷα γνήσιον καὶ ἀγαπητὸν υἱὸν ἀνεκαλεσάμην· ὑμὰς δὲ, τοὺς πρὸς οὓς ὁ λόγος, σὺν καὶ τῇ ὑμετέρᾳ βασιλείᾳ ὄλεθρος καὶ ἀπώλεια παραλήψεται.
προφητεία· πρόδηλον δὲ ὅπως ἀπὸ τῶν τοῦ σωτῆρος ἡμῶν χρόνων πολιορκηθείσης τῆς Ἱερουσαλὴμ καθῃρέθη καὶ εἰς τὸ παντελὲς ἀπερρίφη ἡ μέχρι τότε συστᾶσα τοῦ Ἰουδαίων ἔθνους αὐτονομία τε καὶ ἀρχή.
τῆς αὐτόθι ἀφίξεως αὐτοῦ πεπροφήτευται. εἰ δέ τις αὐτὰ μηδαμῶς ἐφαρμόζειν ἐπὶ τὸν ἡμέτερον λέγοι σωτῆρα, ἀλλά γε τῆς τοῦ Ματθαίου παραθέσεως ἀπὸ τῆς παρὰ Μωσεῖ μαρτυρίας αὐτῷ παρειλημμένα, ἣν 428 καὶ ἀρτίως διεληλύθαμεν τὸ ‟ὁ θεὸς ἐξ Αἰγύπτου” διηγούμενοι, ἐπεὶ μηδ’ αὐτὸς ὁ εὐαγγελιστὴς ἀπὸ τῆς τοῦ Ὠσηὲ προφητείας εἰλῆφθαι αὑτῷ τὸ λόγιον ἔφησεν, ὡς δύνασθαι καὶ πόθεν ἐπιζητήσαντας
εὑρεῖν αὐτὸ κείμενον, ὅθεν εἰκὸς τὸν εὐαγγελιστὴν πεποιῆσθαι αὐτοῦ τὴν ἔκθεσιν.
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.