φάραγξ πληρωθήσεται, καὶ πᾶν ὄρος, καὶ βουνὸς ταπεινωθήσεται, καὶ ἔσται τὰ σκολιὰ εἰς εὐθεῖαν, αἱ τραχεῖαι εἰς ὁδοὺς λείας. καὶ ὀφθήσεται ἡ δόξα κυρίου, καὶ ὄψεται πᾶσα σὰρξ τὸ σωτήριον τοῦ θεοῦ, ὅτι κύριος ἐλάλησεν.”
ἐγένετο ῥῆμα θεοῦ ἐπὶ Ἰωάννην, τὸν τοῦ Ζαχαρίου υἱὸν, ἐν τῇ ἐρήμῳ· ὃς ἐλθὼν εἰς πᾶσαν τὴν περίχωρον τοῦ Ἰορδάνου ἐκήρυσσε βάπτισμα μετανοίας εἰς ἄφεσιν ἁμαρτιῶν.” τούτοις δ’ οὖν ὁ εὐαγγελιστης ἐπιμαρτυρεῖ λέγων καθὼς γέγραπται ἐν
βίβλῳ λόγων Ἡσαΐου τοῦ προφήτου, φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ, ἑτοιμάσατε τὴν ὁδὸν κυρίου” καὶ τὰ d ἑξῆς.
τἀς σκολιὰς ψυχὰς εἰς εὐθείας καὶ τὰς τραχείας εἰς ὁδοὺς λείας μετασκευάζουσα ἔφασκε τοῖς αὐτοῖς ‟ ποιήσατε οὖν καρποὺς ἀξίους τῆς μετανοίας.’
σωτήριον τοῦ θεοῦ, οὐκ ἄλλον ὅντα τοῦ Χριστοῦ, ὡς ἐμαρτύρει λέγων ‟ ἐγὼ μὲν ὑμὰς ὕδατι βαπτίζω, ἔρχεται 429 δὲ ὁ ἰσχυρότερός μου ὀπίσω μου, οὑ οὐκ εἰμὶ ἄξιος τὰ ὑποδήματα βαστάσαι, αὐτὸς ὑμᾶς βαπτίσει ἐν πνεύματι ἁγίῳ καὶ πυρί.”
ἐρχόμενον ἀνεφώνησεν ‟ ἰδὲ ὁ ἀμνὸς τοῦ θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου. οὗτός ἐστι περὶ οὗ ἐγὼ εἶπον, ὀπίσω μου ἔρχεται ἀνὴρ, ὃς ἔμπροσθέν μου γέγονε.” 267 τὸν αὐτὸν δὲ εἶναι τὸ σωτήριον τοῦ θεοῦ καὶ ὁ Συμεὼν ἐμαρτύρησεν, ὃς λαβὼν ἐπὶ ταῖς ἀγκάλαις
βρέφος ὄντα τὸν Ἰησοῦν ἔφη ‟νῦν ἀπολύεις τὸν δοῦλόν σου, δέσποτα, κατὰ τὸ ῥῆμά σου; ἐν εἰρήνῃ, ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου, ὁ ἡτοίμασας κατὰ πρόσωπον πάντων τῶν λαῶν, φῶς εἰς ἀποκάλυψιν b ἐθυῶν.“
καὶ ὄψεται πᾶσα σὰρξ τὸ σωτήριον τοῦ ” τὸ γὰρ πάσα σὰρξ ἀντὶ πάντων εἴρηται τῶν ἐθνῶν
αἴτιον τοῦ μὴ ἐν πόλεσι, μηδ’ ἐπ’ αὐτῆς τῆς Ἱερου- 2 σαλὴμ, ἀλλ’ ἐπὶ τῆς ἐρήμου Ἰωάννην παρελθόντα c κηρύττειν ; ὁ μέν τις φήσαι ἂν εἰς ἀποπλήρωσιν τῆς προφητείας τοῦτο αὐτὸν πεποιηκέναι.
ἐδήλου, πεύσεται · πρὸς ὃν φήσομεν ὅτι καὶ τοῦτο σημεῖον ἦν καθαιρέσεως τῆς Ἱερουσαλὴμ καὶ τοῦ πρὸς αὐτῇ θυσιαστηρίου, τῆς τε κατὰ τὸν Μώσεως νόμον λατρείας, ὅτε μηκέτ’ αὐτοῖς διὰ τῶν κατὰ νόμον θυσιῶν τὰ τῆς ἀφέσεως τῶν ἁμαρτιῶν προυξενεῖτο,
ἀλλὰ διὰ καθάρσεως λουτροῦ ἐπὶ τῆς πάλαι διψάδος d καὶ ἐρήμου, λέγω δὲ τῆς τῶν ἐθνῶν ἐκκλησίας, παραδιδομένου, ἐν ᾗ καὶ ἡ προφητικὴ γενομένη φωνὴ ἑτοιμάζειν παρακελεύεται τὴν ὁδὸν κυρίου, τὰς μὲν κάτω που εἰς βάθος κακίας ὡς ἐν φάραγγι κειμένας ψυχὰς
ἐπαρθήσεσθωι, τὰ δὲ πάλαι ὑψώματα τῆς Ἱερουσαλὴμ καὶ τῶν ἐπ’ αὐτῆς ἀρχόντων τε καὶ βασιλέων, ὄρη καὶ βουνοὺς ὀνομαζόμενα, ταπεινωθήσεσθαι θε- σπίζουσα.
ἐν σαρκὶ ἐπὶ γῆς ἀναστρέφουσα ψυχὴ Ἑλλήνων ὁμοῦ καὶ βαρβάρων καὶ πάντων ἁπαξαπλῶς τῶν ἐθνῶν, ἃ καὶ τῇ προρρήσει ἀκολούθως εἰς πέρας ἐλθόντα δείκνυται. 430
αὐτὸν καὶ κηρύττοντι βάπτισμα μετανοίας πιστεῦσαι, πάντας τε πανταχόθεν τὰ οἰκεῖα ἀπολιπόντας συρρεῖν ἐπὶ τὴν ἔρημον, μάλιστα ὅτε μηδεμίαν αὐτοῦ πρᾶξιν ἱστοροῦσιν οἱ λόγοι· οὔτε γὰρ νεκροὺς ἐγείρας οὔτε ἕτερα θαύματα πεποιηκὼς ἀναγέγραπται· τί δὴ οὖν
ἦν τὸ ἐκπλῆξαν τοὺς πάντας; ἢ μήποτε ὁ ξένος καὶ παραλλάττων τοὺς πολλοὺς αὐτοῦ βίος; προῄει γὰρ ἐκ τῆς ἐρήμου ξένην ἠμφιεσμένος στολὴν, πάσαν δὲ τὴν κοινὴν ἀνθρώπων διατριβὴν ἐκτρεπόμενος οὔτε b γοῦν εἰς κώμην οὔτε εἰς πόλιν οὔτε εἰς κοινὸν σύλλογον ἀνδρῶν παρέβαλλεν, ἀλλὰ οὐδὲ τῆς κοινῆς
μετεῖχε τροφῆς·
οὖν ὁρῶντες ἄνδρα, ναζιραῖον μὲν θεοῦ τὴν τρίχα, c θεοπρεπὲς δὲ πρόσωπον ὑποφαίνοντα, σχῆμά τε ξένον περιβολῆς ἠμφιεσμένον, ἀθρόως ποθὲν ἐξ ἀφανοῦς ἐρήμου φαινόμενον, καὶ μετὰ τὸ κήρυγμα πάλιν εἰς τὴν ἔρημον καὶ εἰς τὸ ἀφανὲς ὑποχωροῦντα, καὶ ἄποτον,
ἄτροφον, ἀκοινώνητον τοῖς πολλοῖς, εἰκότως ἐξεπλήττοντο, μηδ’ ἄνθρωπον αὐτὸν ὑπονοοῦντες ὑπάρχειν; πῶς γὰρ οὐ τὸν μηδὲ ἒν χρείᾳ τροφῆς γινσμενον; διὸ καὶ ἄγγελον αὐτὸν ὑπειλήφεσαν εἶναι, τοῦτον αὐτὸν ἐκεῖνον τὸν διὰ τοῦ προφήτου δηλούμενον
κατὰ τὸ ἰδοὺ ἐγὼ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ 268 προσώπου σου, ὃς κατασκευάσει τὴν ὁδόν σου ἔμπροσθέν d σου.·’ κέχρηται γοῦν τῇ παραθέσει καὶ ταύτης τῆς γραφής Μάρκος ὁ εὐαγγελιστής.
ἐσθίων μήτε πίνων, καὶ λέγετε, δαιμόνιον ἔχει.”
Ἀρχαιολογίας τοῦτον γράφων τὸν τρόπον ‘‘τισὶ δὲ τῶν Ἰουδαίων ἐδόκει ὀλωλέναι τὸν Ἰουδαίων στρατὸν ὑπὸ τοῦ θεοῦ, καὶ μάλα δικαίως τιννυμένου κατὰ ποινὴν Ἰωάννου τοῦ καλουμένου βαπτιστοῦ. κτείνει γὰρ τοῦτον Ἡρώδης ἀγαθὸν ἄνδρα, καὶ τοῖς Ἰουδαίοις
κελεύοντα ἀρετὴν ἐπασκοῦσι καὶ τῇ πρὸς ἀλλήλους δικαιοσύνῃ καὶ πρὸς θεὸν εὐσεβείᾳ χρωμένοις βαπτισμῷ συνιέναι. οὕτω γὰρ δὴ καὶ τὴν βάπτισιν b ἀποδέκτην αὐτῷ φαίνεσθαι.”
c
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.