εἶδε· καὶ ἰδοὺ τρεῖς ἄνδρες εἱστήκεισαν ἐπάνω αὐτοῦ. καὶ ἰδὼν προσέδραμεν εἰς συνάντησιν αὐτοῖς ἀπὸ τῆς θύρας τῆς σκηνῆς καὶ προσεκύνησε.”
ποιῶ. Ἀβραὰμ δὲ γινόμενος ἔσται εἰς ἔθνος μέγα καὶ πολὺ, καὶ ἐνευλογηθήσονται ἐν αὐτῷ πάντα τὰ ἔθνη τῆς γῆς.”
ὁδοὺς κυρίου, ποιεῖν δικαιοσύνην καὶ κρίσιν, ὅπως ἐπαγάγῃ κύριος ἐπὶ Ἀβραὰμ ἃ ἐλάλησε πρὸς αὐτόν.”
δίκαιοι ἐν τῇ πόλει, ἀπολεῖς αὐτούς; οὐκ ἀνήσεις πάντα τὸν τόπον, ἕνεκεν τῶν πεντήκοντα δικαίων; b μηδαμῶς σὺ ποιήσεις τὸ ῥῆμα τοῦτο τοῦ ἀποκτεῖναι δίκαιον μετὰ ἀσεβοῦς, καὶ ἔσται ὁ δίκαιος ὡς ὁ ἀσεβής. μηδαμῶς ὁ κρίνων πάσαν τὴν γῆν, οὐ ποιήσεις
κρίσιν.”
κρείττων δέ τις ἀγγέλου θεὸς καὶ κύριος πρὸς τῇ ἀναγεγραμμένῃ δρυὶ· μετὰ τῶν δυοῖν ἀγγέλων ἐν ἀνθρώπου που σχήματι ὁραθείς.
ἀνδρὸς εἶδος καὶ μορφὴν οὐκ εὐαγές. λείπεται δὴ αὐτὸν εἶναι τὸν τοῦ θεοῦ λόγον τὸν διὰ τῶν πρόσθεν τεθεολογημένον ὁμολογεῖν· ὅθεν εἰσέτι καὶ νῦν παρὰ τοῖς πλησιοχώροις ὡς ἂν θεῖος ὁ τόπος εἰς τιμὴν τῶν αὐτόθι τῷ Ἀβραὰμ ἐπιφανέντων θρησκεύεται, καὶ
θεωρεῖταί γε εἰς δεῦρο διαμένουσα ἡ τερέβινθος.
2 σέβουσι, τὰ θεῖα λόγια πιστούμενοι. οὗτος δὴ οὖν αὐτὸς ἐξ ἐκείνου τὰ τῆς εὐσεβείας σπέρματα εἰς ἀνθρώπους καταβαλλόμενος, ἀνθρώπειον ὑποδὺς εἶδός τε καὶ σχῆμα, τῷ θεοφιλεῖ προπάτορι Ἀβραὰμ ὅστις
εἴη αὑτὸν ἐξέφηνε καὶ τὴν τοῦ πατρὸς αὑτοῦ παρεδίδου γνώμην.
τοῦ ἐπὶ πάντων θεοῦ προσειπὼν.
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.