καὶ ἰδοὺ κλῖμαξ ἐστηριγμένη εἰς τὴν γῆν, ἧς ἡ κεφαλὴ ἀφικνεῖτο εἰς τὸν οὐρανὸν, καὶ οἶ ἄγγελοι τοῦ θεοῦ ἀνέβαινον καὶ κατέβαινον ἐπ’ αὐτήν. ὁ δὲ κύριος ἐπεστήρικτο ἐπ’ αὐτῆς, καὶ εἶπεν, ἐγὼ κύριος c ὁ θεὸς Ἀβραὰμ τοῦ πατρός σου, καὶ ὁ θεὸς Ἰσαὰκ,
μὴ φοβοῦ· ἡ γῆ ἐφ’ ἣν σὺ καθεύδεις ἐπ’ αὐτὴν, σοὶ δώσω αὐτὴν καὶ τῷ σπέρματί σου.
τῆς γῆς καὶ ἐν τῷ σπέρματί σου. καὶ ἰδοὺ ἐγώ εἰμι μετὰ σοῦ, διαφυλάσσων σε ἐν τῇ ὁδῷ πάση, οὑ ἂν πορευθῇς, καὶ ἀποστρέψω σε εἰς τὴν γῆν ταύτην, ὅτι οὐ μή σε ἐγκαταλίπω, ἴως τοῦ ποιῆσαί με πάντα ὅσα ἐλάλησά σοι.
πρὸς κεφαλῆς αὐτοῦ, καὶ ἔστησεν αὐτὸν στήλην, καὶ ἐπέχεεν ἔλαιον ἐπὶ τὸ ἄκρον αὐτῆς, καὶ ἐκάλεσεν 236 Ἰακὼβ τὸ ὄνομα τοῦ τόπου ἐκείνου, οἶκος θεοῦ.”
ἐξῆς εὑρήσεις, ἐν οἷς φησι πρὸς τὰς γυναῖκας αὐτὸς Ἰακὼβ “καὶ εἶπέ μοι ὁ ἄγγελος τοῦ θεοῦ καθ’ ὕπνον, Ιακὼβ· ἐγὼ δὲ εἶπα, τί ἐστι;” καὶ ἐξῆς ἑώρακα, φησὶ, πάντα ὅσ’ ἁ λαβὰν σοὶ ποιεῖ. ἐγὼ ὁ θεὸς ὁ ὀφθείς σοι ἐν τόπῳ, οὑ ἤλειψάς μοι ἐκεῖ στήλην, καὶ
ηὔξω μοι εὐχήν.”
πάντων, ἀλλ’ ὁ ἐκείνου δεύτερος, τὰ τοῦ πατρὸς εἰς ἀνθρώπους διακονούμενος καὶ διαγγέλλων.
ὁ αὐτὸς ἄγγελος κυρίου καὶ θεὸς καὶ κύριος σαφῶς διὰ τούτων ἀνηγόρευται. καὶ ἐν Ἠσαίᾳ δὲ τῷ προφήτῃ φήτῃ μεγάλης βουλῆς ἄγγελος, ὁμοῦ δὲ καὶ θεὸς καὶ ἄρχων καὶ ἐξουσιαστὴς προσαγορεύεται, ἐν οἶς τὴν εἰς ἀνθρώπους αὐτοῦ γένεσιν θεσπίζει λέγων ‟ὅτι
2 παιδίον ἐγενήθη ἡμῖν, καὶ υἱὸς ἐδόθη ἡμῖν, οὗ ἡ ἀρχὴ ἐπὶ τοῦ ὤμου αὐτοῦ, καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ μεγάλης βουλῆς ἄγγελος, ἄρχων εἰρήνης, θεὸς c ἰσχυρὸς, ἐξουσιαστὴς, πατὴρ τοῦ μέλλοντος αἰῶνος.
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.