εἰσῆλθεν εἰς Σηγὼρ, καὶ ἔβρεξε κύριος ἐπὶ Σόδομα θεῖον καὶ πῦρ παρὰ κυρίου.”
κυρίους ἀνεπικαλύπτως ὁμολογοῦμεν, ἀλλ’ οὐ καὶ ταῖς ὁμοίαις ἐπ᾿ ἀμφοτέροις χρώμεθα θεολογίαις· εὐσεβῶς δὲ τῇ τάξει χρώμενοι τὸν μὲν ἀνωτάτω πατέρα καὶ θεὸν καὶ κύριον, καὶ τοῦ δευτέρου κύριον καὶ θεὸν εἶναι πεπαιδεύμεθα· τὸν δὲ τοῦ θεοῦ λόγον
τὸν δεύτερον κύριον, τῶν μὲν ὑπ’ αὐτὸν δεσπότην, οὐκέτι δὲ ὁμοίως καὶ τοῦ μείζονος.
θεός· ὁ δέ γε πατὴρ καὶ τοῦ υἱοῦ πατὴρ καὶ κύριος καὶ θεός. ὅθεν εἰκότως ἀνατρέχουσιν εἰς μίαν ἀρχὴν καὶ εἰς ἴνα θεὸν συνίσταται ἡμῖν τὰ τῆς εὐσεβοῦς θεολογίας.
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.