τι ἀκτῖνες τὰ πάντα πληροῦσαι, καὶ σωμάτων νεκρῶν καὶ οὐ καθαρῶν ἐφαπτόμεναι, πολὺ πλέον ἡ ἀσώ- ἀσώματος τοῦ θεοῦ δύναμις οὔτ’ ἂν πάθοι τὴν οὐσίαν οὔτ’ ἂν βλαβείη οὔτ’ ἂν χείρων ποτὲ ἑαυτῆς γένοιτο, σώματος ἀσωμάτως ἐπαφωμένη.
δίχα τοῦ καθ’ ὃ ἐνηνθρώπει σώματος ἀεὶ καὶ διὰ παντὸς ἥκων δι’ ὅλης τῆς τῶν στοιχείων καὶ αὐτῶν δὴ τῶν σωμάτων ὕλης, οἶά τις θεοῦ λόγος ὢν δημι- b ουργὸς, τῆς ἐξ αὐτοῦ σοφίας ἐν αὐτῇ τοὺς λόγους ἀποσφραγίζεται, τῷ μὲν ἀψύχῳ ζωὴν, τῷ δὲ ἀμόρφῳ
ὄντι καὶ ἀειδεῖ τὴν φύσιν μορφὴν ἐναποτυπούμενος, τά τε ἐν αὐτῷ κάλλη καὶ τὰς ἀσωμάτους ἰδέας ταῖς τῶν σωμάτων ποιότησιν ἐναποματτόμενος, κινῶν δὲ τὰ τῷ οἰκείῳ λόγῳ ἄψυχα καὶ ἀκίνητα, γῆν, ὕδωρ, ἀέρα, πῦρ,
σιν, καὶ τὰ πάντα ἐξ ἀκοσμίας κοσμῶν, αὔξων τε καὶ τελεσιουργῶν, αὐτῇ τε ἐνθέῳ καὶ λογικῇ δυνάμει c μονονουχὶ ἐπιὼν τὰ πάντα, καὶ διὰ πάντων χωρῶν πάντων τε ἐφαπτόμενος, ἀλλ’ οὔτι γε βλάβην ἐκ τινος ἐπαγόμενος, οὐδὲ τὴν φύσιν αὐτὴν μολυνόμενος,οὕτω
δὴ τὰ κατὰ ταῦτα καὶ ἐν ἀνθρώποις γενόμενος, πά- λᾶι μὲν βραχέσι καὶ ἀριθμῷ ληπτοῖς, μόνοις δὲ τοῖς ἀναγράπτοις προφήταις τε καὶ δικαίοις ἀνδράσιν, ἄλλοτε ἄλλως ἐφαίνετο, ἐπὶ τέλει δὲ τοῖς πᾶσιν ἤδη, φαύλοις τε καὶ ἀσεβέσιν, Ἑβραίοις τε ὁμοῦ καὶ Ελ- d
λησι, δι’ ὑπερβάλλουσαν τοῦ παναγάθου πατρὸς χρηστότητα καὶ φιλανθρωπίαν εὐεργετικὸν ἑαυτὸν καὶ σωτήριον παρείχετο, διαρρήδην τοῦτο προκηρύτ- τῶν ‟ οὐ χρείαν ἔχουσίν οἱ ἰσχύοντες ἰατροῦ, ἀλλὰ κακῶς ἔχοντες· οὐκ ἦλθον καλέσαι δικαίους, ἀλλ’ ἁμαρτωλοὺς εἰς μετάνοιαν;”
καὶ ἰᾶτο ἀφθόνως δι’ ὀργάνου οὗ προυβέβλητο ἀνθρωπίνου, οἷά τις μουσικὸς ἀνὴρ διὰ τῆς λύρας τὴν σοφίαν ἐπιδεικνύμενος, καὶ νοσούσαις γε ψυχαῖς ταῖς ἐν σώμασιν, οἶά τις ἰατρῶν ἄριστος συγγενεῖ καὶ καταλλήλῳ βοηθήματι τὸν ἄνθρωπον θεραπεύων,
αὐτός τε ἑαυτὸν ὑπόδειγμα πανσόφου καὶ παναρέτου καὶ εὐσεβοῦς παρείχετο βίου, διδάσκων 169 μὲν τὰ ἀληθῆ οὐ παρ’ ἑτέρων ἠρανισμένα, ἐξ αὐτοῦ δὲ καὶ παρὰ τοῦ πατρὸς τὰ πάλαι καὶ ἐκ μακροῦ τοῦ αἰῶνος τοῖς ἀνέκαθεν θεοφιλέσι καὶ τοῖς
πρὸ Μώσεως Ἑβραίοις νενομοθετημένα·
b καὶ πάντα γε ἐπιτελῶν δι’ οὗ ἀνείληφεν ἀνθρώπου τοῖς οὐκ ἄλλως ἢ μόνως οὕτως τῆς αὐτοῦ θειότητος 108 συναισθέσθαι δυναμένοις.
διηκονεῖτο, μένων πάλιν αὐτὸς ἄυλος καὶ ἀσώματος, οἶος καὶ πρὸ τοῦ παρὰ τῷ πατρὶ ἦν, οὐ μεταβαλὼν τὴν οὐσίαν, οὐδ’ ἀφανισθεὶς τῆς αὐτὸς ἑαυτοῦ φύσεως, οὐδέ γε τοῖς τῆς σαρκὸς δεσμοῖς πεδηθεὶς, οὐδὲ ἀποπεσὼν τῆς θεότητος, ἀλλ’ οὐδὲ τὴν οἰκείαν ὢ 1 τοῦ λόγου παραπολέσας δύναμιν, οὐδ’ ὧδε μὲν ἔνθα c ἦν αὐτῷ τὸ ἀνθρώπειον σκεῦος τὰς διατριβὰς ποιούμενος, ἐν ἑτέροις δὲ εἶναι τοῦ παντὸς κεκωλυμένος ἀλλὰ γὰρ καὶ ἐν τῷ τότε, καθ’ ὃ ἐν ἀνθρώποις ἐπολιτεύετο,
τὰ πάντα ἐπλήρου, καὶ τῷ πατρὶ συνῆν, καὶ ἐν αὐτῷ γε ἦν, καὶ τῶν πάντων ἀθρόως καὶ ἐν τῷ τότε τῶν τε κατ’ οὐρανὸν καὶ ἐπὶ γῆς ἐπεμέλετο, οὐδαμῶς τῆς πανταχόσε παρουσίας ὁμοίως ἡμῖν ἀποκεκλεισμένος, οὐδὲ τὰ θεῖα πράττειν συνήθως παραποδιζόμενος,
ἀλλὰ τὰ μὲν ἐξ αὐτοῦ μεταδιδοὺς τῷ ἀνθρώπῳ, d τὰ δ’ ἐκ τοῦ θνητοῦ μὴ ἀντιλαμβάνων, καὶ τῆς μὲν ἐνθέου δυνάμεως τῷ θνητῷ χορηγῶν, τῆς δὲ ἐκ τοῦ θνητοῦ μετουσίας οὐκ ἀντεπαγόμενος.
οὐδὲ τὴν οὐσίαν ἔπασχεν ὁ ἀπαθὴς ὑπὸ τοῦ θνητοῦ, ἐπεὶ μηδὲ τῆς λύρας, εἰ οὕτως τύχοι, κοπτομένης, ἢ τῶν χορδῶν διασπωμένων, πάσχειν εἰκὸς τὸν ἀνακρουόμενον, οὐδέ γε σοφοῦ τινος ἀνδρὸς τιμωρουμένου τοῦ σώματος τὴν ἐν αὐτῷ σοφίαν ἢ τήν γε
ἐν τῷ σώματι ψυχὴν κόπτεσθαι ἢ κάεσθαι φαίημεν ἂν εἰκότως· ταύτῃ τοι πολὺ πλέον οὐδὲ τὴν τοῦ λόγου φύσιν ἢ δύναμιν βλάβος τι ἐκ τῶν τοῦ σώματος 170 παθῶν ἀποφέρεσθαι φάναι εὔλογον, ὅτι μηδὲ τὸ φωτὸς ἡμῖν ὑπόδειγμα χραίνεσθαί τι τὰς ἡλιακὰς ἀκτῖνας
ἐπὶ γῆς οὐρανόθεν ἐκπεμπομένας πηλοῦ τε καὶ βορβόρου καὶ μιασμοῦ παντὸς ἐφαπτομένας συνεχώρει.
οὐκέτι. καὶ μὴν ταῦτά γε τῆς φύσεως οὐκ ἂν b εἴη τῶν σωμάτων ἀλλότρια.
καὶ πάνθ’ ὅσα ὑπεξίσταται.
ἕτο, τό τε φθαρτὸν τὴν ἀφθαρσίαν ἐνεδιδύσκετο καὶ τὸ θνητὸν τὴν ἀθανασίαν.
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.