οὓς αὐτὸς αὑτῷ ἀριστίνδην ἐπικρίνας ἀποστόλους τε αὑτοῦ καὶ μαθητὰς ἀνελέξατο, τῆς ἐξ αὐ- τοῦ θείας δυνάμεως ἐνέπλησε, πὰν γένος ἀνθρώπων ἐκδιδάξαι τὴν πρὸς αὐτοῦ καταγγελθεῖσαν θεογνωσίαν, ἴνα τοῖς πᾶσιν Ἕλλησί τε καὶ βαρβάροις εὐσεβείας
107 ὑποθέμενος τρόπον, δαιμόνων ἀναχώρησίν τε καὶ φυγὴν καὶ τῆς πολυθέου πλάνης ἀνάνευσιν, ἑνὸς δὲ μόνου θεοῦ τοῦ ἐπὶ πάντων γνῶσιν ἀληθῆ προκηρύττοντα, d καὶ λύσιν μὲν τῶν προηγνοημένων, εἰ μητέτ᾿ αὐτοῖς ἐπιμένοιεν, μίαν δ’ ἑ τοῖς πᾶσι σωτηρίας
ἐλπίδα δι’ ἦς ὑποτέθειται πανσόφου καὶ παναρέτου πολιτείας ὑπισχνούμενον.
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.