κἀνταῦθα πάλιν ἀναμὶξ ὑπῄει τὴν οἰκονομίαν, ὡς μὲν ἄνθρωπος τὸ σῶμα τῇ συνήθει παραχωρῶν ταφῇ, ἀναχωρῶν δὲ αὐτοῦ ὡς θεός.
προσεῖναι αὐτῷ τὸν θάνατον, μέλλοντα δὲ καὶ ὥσπερ ἀποκνοῦντα, μᾶλλον δὲ ὑπὸ πόδα χωροῦντα καὶ ἀπογεύγοντα, διώκων αὐτὸς ὄπισθεν καὶ ἐλαύνων, τάς τε ἐξ αἰῶνος πύλας τῶν σκοτίων μυχῶν διαρρηγνὺς, καὶ τοῖς αὐτόθι νεκροῖς σειραῖς θανάτου πεπεδημέωοις
παλίντροπον τῆς ἐπὶ τὴν ζωὴν ἀνόδου τὴν πορείαν ποιούμενος.
ἀνειρῆσθαι φωναῖς κατέπιεν ὁ θάνατος ἰσχύσας, καὶ πάλιν ἀφεῖλεν ὁ θεὸς πᾶν δάκρυον ἀπὸ παντὸς προσώπου.
εἰσάγεται τῷ θανάτῳ, καὶ τὰς αὐτόθι λύων πεπεδημένας ψυχὰς, δι’ ὧν τὸν ἐπινίκιον ὕμνον προφέρεται, αὐτὰ δὴ ταῦτα λέγων ἐκ χειρὸς Ἀίδου ῥύσομαι αὐ- τοὺς, καὶ ἐκ θανάτου λυτρώσομαι αὐτῶν τὰς ψυχάς. ποῦ σου, θάνατε, τὸ νῖκος; ποῦ σου, θάνατε, τὸ
κέντρον; τὸ δὲ κέντρον τοῦ θανάτου ἐστὶν ἡ ἁμαρ- 1 τέα, ἡ δὲ δύναμις τῆς ἁμαρτίας ὁ νόμος.”
δὲ, ὅπως τὰς ἡμετέρας ἀπομάξοιτο ἁμαρτίας, ὑπὲρ ἡμῶν τυθεὶς καὶ γενόμενος ὑπὲρ ἡμῶν κατάρα·
δαιμονικῆς ἐνεργείας ἀπορρήτοις λόγοις καθαίρεσιν ἀπεργάσαιτο·
τε παραδοὺς τὴν διὰ τῶν λόγων ἐπαγγελίαν, εὐθαρσεῖς αὐτοὺς καὶ προθυμοτέρους ἀπεργάσοιτο καὶ πᾶσιν Ἕλλησιν ὁμοῦ καὶ βαρβάροις τὴν πρὸς c καταβληθεῖσαν εὐσεβῆ πολιτείαν κηρῦξαι.
οὓς αὐτὸς αὑτῷ ἀριστίνδην ἐπικρίνας ἀποστόλους τε αὑτοῦ καὶ μαθητὰς ἀνελέξατο, τῆς ἐξ αὐ- τοῦ θείας δυνάμεως ἐνέπλησε, πὰν γένος ἀνθρώπων ἐκδιδάξαι τὴν πρὸς αὐτοῦ καταγγελθεῖσαν θεογνωσίαν, ἴνα τοῖς πᾶσιν Ἕλλησί τε καὶ βαρβάροις εὐσεβείας
107 ὑποθέμενος τρόπον, δαιμόνων ἀναχώρησίν τε καὶ φυγὴν καὶ τῆς πολυθέου πλάνης ἀνάνευσιν, ἑνὸς δὲ μόνου θεοῦ τοῦ ἐπὶ πάντων γνῶσιν ἀληθῆ προκηρύττοντα, d καὶ λύσιν μὲν τῶν προηγνοημένων, εἰ μητέτ᾿ αὐτοῖς ἐπιμένοιεν, μίαν δ’ ἑ τοῖς πᾶσι σωτηρίας
ἐλπίδα δι’ ἦς ὑποτέθειται πανσόφου καὶ παναρέτου πολιτείας ὑπισχνούμενον.
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.