εὐσεβέστατον ἀπεφήναντο καὶ ἀθάνατον γεγονότα, εὐφήμως τε αὐτοῦ μνημονεύουσι.” καὶ ὑποβὰς ἐπιλέγει ‘‘περὶ γοῦν τοῦ Χριστοῦ ἐρωτησάντων εἰ ἔστι θεὸς ἡ Ἑκάτη] φησὶν
ἣν σέβειν ἀγνοοῦντας τοὺς Χριστιανούς. ἐπερωτησάντων δὲ διὰ τί ἐκολάσθη ἔχρησεν
εὐσεβὴς καὶ εἰς οὐρανοὺς, ὥσπερ οἱ εὐσεβεῖς, χωρή- d σὰς. ὥστε τοῦτον μὲν οὐ βλασφημήσεις, ἐλεήσεις δὲ τῶν ἀνθρώπων τὴν ἄνοιαν.”
ῥήματα. ἔχεις τοιγαροῦν τὸν ἡμέτερον σωτῆρα Ἰησοῦν, τὸν Χριστὸν τοῦ θεοῦ, καὶ παρὰ τοῖς σαυτοῦ ὡμολογημένον οὐ γόητα οὐδὲ φαρμακέα, ἀλλ’ εὐσεβῆ καὶ δικαιότατον καὶ σοφὸν καὶ οὐρανίων ἀψίδων οἰκήτορα.
τῶν παραδόξων ἔργων γεγόνει ποιητὴς ἢ δυνάμει θείᾳ, ἣν καὶ τὰ ἱερὰ λόγια μαρτυροῦσιν αὐτῷ, θεοῦ λόγον καὶ θεοῦ δύναμιν τὴν ἀνωτάτω ἐν ἀνθρώπου μορφῇ καὶ σχήματι, μᾶλλον δ’ ἐν αὐτῇ σαρκὶ καὶ σώματι κατοικῆσαι, καὶ πάσαν τὴν ἐν ἀνθρώποις οἰκονομίαν
ἐπιτελέσαι μαρτυροῦντα;
πράγματος πάντα καλύπτοντος λόγον.
πάντων ἀγροικοτάτοις καὶ εὐτελεστάτοις ἡγήσατο χρῆσθαι τῆς οἰκείας βουλῆς ὑπηρέταις, εἰκός τινα παραλογώτατα ταῦτα αὐτὸν πεποιηκέναι νομίσαι.
πῶς δ’ ἂν πλήθει διειλέχθησαν οἶ πάσης ἐκτὸς γεγονότες παιδείας; ἀλλὰ τοῦτ’ ἦν ἄρα τὸ τῆς ἐνθέου βουλῆς καὶ τῆς ἐνεργούσης ἐν αὐτοῖς θείας δυνάμεως παραστατικόν. ἀνακαλέσας γοῦν αὐτοὺς τὰ μὲν πρῶτά φησι ‟δεῦτε, ἀκολουθεῖτέ μοι, καὶ
ὑμᾶς ἁλιεῖς ἀνθρώπων.”
φωνῇ τῇ ‟δεῦτε, ἀκολουθεῖτέ μοι, καὶ ὑμᾶς ἁλιεῖς ἀνθρώπων φησάσῃ, ὁμοῦ τε ἐργάτας καὶ 88 διδασκάλους αὐτοὺς εὐσεβείας ἀπειργασμένους ἤδη καὶ εἰς πάντα τὰ ἔθνη διεπέμπετο, κήρυκας ἀναδεί- d ξας τῆς αὑτοῦ διδασκαλίας.
καὶ ἠπίστησεν ἂν εἰκότως τῷ παραδόξῳ τοῦ θαύματος, ὅτε μηδεὶς μὲν τῶν πώποτε ἐν ἀνθρώποις γενομένων διαφανῶν, μὴ βασιλεὺς, μὴ νομοθέτης, μὴ φιλόσοφος, μὴ Ἕλλην, μὴ βάρβαρος, τοιοῦτόν τι διανοηθεὶς ἱστορεῖται, ἀλλ’ οὐδ’ εἰς φαντασίαν ἐλθων
τοῦ παραπλησίου ; ἀγαπητὸν γὰρ ἑκάστῳ ἣν, εἰ καὶ ἐπὶ μόνης τῆς οἰκείας γῆς τὸ οἰκεῖον ἐπάγγελμα συνεστήσατο, καὶ τοὺς καλῶς ἔχειν φανέντας νόμους κἂν ἐφ’ ἑνὸς τοῦ οἰκείου ἔθνους κρατῦναι οἶός τε ἦν· 136 ὁ δὲ μηδὲν θνητὸν καὶ ἀνθρώπινον διανοηθεὶς ὅρα
εἰ μὴ ὡς ἀληθῶς θεοῦ πάλιν προήκατο φωνὴν, αύτολεξεὶ φήσας τοῖς εὐτελεστάτοις ἐκείνοις αὐτοῦ μαθηταῖς “πορευθένες μαθητεύσατε πάντα τὰ ἔθνη.”
γὰρ Ῥωμαίοις, φέρε, κηρύξομεν; πῶς δὲ Αἰγυπτίοις διαλεχθησόμεθα; ποίᾳ δὲ χρησόμεθα λέξει πρὸς Ἕλληνας, ἄνδρες τῇ Σύρων ἐντραφέντες μόνῃ φωνῇ ;
2 ἔθνη, πῶς πείσομεν τῶν μὲν πατρίων θεῶν ἀφίστα- b σθαι, ἴνα δὲ τὸν πάντων δημιουργὸν σέβειν; ποίᾳ δὲ λόγων ἱκανότητι θαρσοῦντες ἐπὶ τοῦτο παρελευσόμεθα; ἢ τίς ἡμῖν ἐλπὶς ἔσται τοῦ κατορθώματος
ἀντινομοθετεῖν τολμῶσι τοῖς πάντων ἐθνῶν περὶ τῶν οἰκείων θεῶν ἐξ αἰῶνος κειμένοις νόμοις; ἐπὶ ποίᾳ δὲ καὶ δυνάμει περιέσεσθαι ἔστι τοῦ τολμήματος ;
λέξεως αὐτοῖς ὁ διδάσκαλος λύσιν τῶν ἀπορηθέντων ὑπέθετο, φήσας κατόρθωσιν ἐν τῷ ὀνόματί μου· οὐ c γὰρ δὴ ἀπλῶς καὶ ἀδιορίστως μαθητεῦσαι πάντα τὰ ἔθνη προσέταττεν, μετὰ προσθήκης δὲ ἀναγκαίας τῆς ἐν τῷ ὀνόματι αὐτοῦ.
αὐτοῦ προσηγορίας τοιαύτη τις ἦν ὡς φάναι τὸν ἀπόστολον “ὅτι δὴ ἐχαρίσατο αὐτῷ ὁ θεὸς τὸ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα 5 ἔνα ἐν τῷ ὀνόματι Ἰησοῦ πᾶν γόνυ κάμψῃ ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθοωίων”, εἰκότως τῆς τοὺς πολλοὺς λανθανούσης ἐν τῷ
ὀνόματι αὐτοῦ δυνάμεως τὴν ἀρετὴν ἐμφαίνων, τοῖς d αὐτοῦ μαθηταῖς ἔφησεν ‘‘πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη ἐν τῷ ὀνόματί μου.’
εἰς μαρτύριον πᾶσι τοῖς ἔθνεσιν.’ ὁ δὲ λόγος εἴρητο μὲν ἐν γωνίᾳ γῆς τότε, καὶ οἶ παρόντες ἤκουον μόνοι. πῶς οὖν ἄρα πιστὸς ἦν αὐτοῖς τοῦτο λέγων, εἰ μὴ ἐξ ἑτέρων τῶν ὑπ’ αὐτοῦ πεπραγμένων ἐνθέων ἔργων τῆς ἐν τοῖς λόγοις ἀληθείας αὐτοῦ τὴν πεῖραν εἰλήφεσαν;
ὅτι γὰρ ἐπίστευσαν λέγοντι συλλογιζομένῳ 3 σοι ὁμολογεῖν ἀνάγκη.
ρυκτο γοῦν τὸ εὐαγγέλιον ἐν βραχεῖ χρόνῳ ἐν ὅλῃ τῇ οἰκουμένῃ εἰς μαρτύριον τοῖς ἔθνεσι, καὶ βάρβα- ροι καὶ Ἕλληνες τὰς περὶ τοὐ Ἰησοῦ γραφὰς πατρίοις χαρακτῆρσιν καὶ πατρίῳ φωνῇ μετελάμβανον.
τῶν μαθητῶν τοῦ Ἰησοῦ διδασκαλίας τρόπος; ἆρα b γὰρ εἰς μέσην παρελθόντες πόλιν, ἔπειτ’ ἐν ἀγορᾷ 89 στάντες καὶ βοῇ μείζονι χρησάμενοι συνεκάλουν τοὺς παριόντας, κἄπειτα ἐδημηγόρουν; καὶ τίς ἦν ἄρα αὐ- τοῖς τῆς δημηγορίας ὁ λόγος, ᾧ πεπεῖσθαι εἰκὸς ἦν
τοὺς ἀκροωμένους ; πῶς δὲ καὶ ἐδημηγόρουν ἄνδρες λόγων;ἄπειροι καὶ πάσης ἀμέτοχοι παιδείας;
c ἦν αὐτοῖς ὁ ἀγὼν, μὴ ἀρνουμένοις τὸν ἐπονείδιστον θάνατον τοῦ καταγγελλομένου ;
τουργίας καὶ τὰς παραδοξοποιίας αὐτοῦ τάς τε φι- λοσόφους διδασκαλίας αὐτοῦ) οὐδ’ οὕτως ἦν αὐτοῖς εὐχερὴς ὁ λόγος πρὸς τὸ ποιῆσαι ῥᾳδίως συγκαταθέ- σθαι τοὺς ἀκούοντας ξενοφωνουμένους ^ καὶ ἄρτι πρῶτον ἐπακούοντας καινῶν ῥημάτων ὑπ’ ἀνδρῶν
οὐδὲν ἐπαγομένων ἀξιόπιστον εἰς τὴν τῶν λεγομένων d μαρτυρίαν ’ πλὴν ἀλλ’ ἔδοξεν ἂν πιθανώτερον λέγε- σθαι τὰ εἰρημένα.
δὲ τούτοις ἐναντίως ὕβρεις αὐτὸν καὶ ἀτιμίας ὑπομεῖναι, καὶ τέλος τὴν αἰσχίστην καὶ τοῖς πάντων ἀνθρώπων κακουργοτάτοις ἐπηρτημένην διὰ σταυροῦ τιμωρίαν 5 τίς οὐκ ἂν ὡς ἐναντία λεγόντων κατέπτυσεν εἰκότως;
εὐχερῶς πιστεῦσαι λέγουσιν ἑωρακέναι μετὰ τὸν θάνατον ἐκ νεκρῶν ἀναβεβιωκότα, τὸν μηδὲ ὅτε ἐν ζῶσιν ἢν ἐπαμῦναι ἑαυτῷ δεδυνημένον; τίς δὲ τοῖς ἰδιώταις καὶ εὐτελέσιν ἐκείνοις ἐπείσθη ποτ’ ἂν λέγουσι 138 χρῆναι τῶν μὲν πατρῴων θεῶν καταφρονῆσαι,
καὶ μωρίαν μὲν τῶν ἐξ αἰῶνος καταγνῶναι πάντων, μόνοις δὲ αὑτοῖς πείθεσθαι καὶ τοῖς ὑπὸ τοῦ σταυρωθέντος παρηγγελμένοις ; τοῦτον γὰρ εἶναι τοῦ μόνου καὶ ἐπὶ πάντων θεοῦ μόνον ἀγαπητὸν καὶ μονογενῆ παῖδα.
τὸν λόγον οὐδεμίαν πειστικὴν δύναμιν ἐν αὐτῷ, οὐδέ τι σεμνὸν, οὐδ’ ἀξιόπιστον, ἀλλ’ οὐδὲ b πιθανὸν εἰς τὸ κἂν ἔνα τινὰ τῶν ἠλιθίων πεῖσαι δύνασθαι εὑρίσκω.
συνέστησαν μυρίανδροι ἐκκλησίαι πρὸς αὐτῶν ἐκείνων τῶν εὐτελεστάτων καὶ ἀγροίκων τοῦ Ἰησοῦ μαθητῶν, οὐκ ἐν ἀδήλοις που καὶ ἀφανέσι τόποις, ἀλλ’ ἐν ταῖς μάλιστα διαπρεπεστάταις πόλεσιν ἱδρυθεῖσαι, ἐπ’ αὐτῆς λέγω τῆς ῾Ρωμαίων βασιλευούσης, ἐπί τε
τῆς Ἀλεξανδρέων καὶ Ἀντιοχέων, καθ’ ὅλης τε τῆς c Αἰγύπτου καὶ Λιβύης, Εὐρώπης τε καὶ Ἀσίας, ἔν τε κώμαις τε καὶ χώραις καὶ παντοίοις ἔθνεσι, πάλιν ἐξ ἀνάγκης ἀνατρέχειν ἐκβιάζομαι ἐπὶ τὴν τοῦ αἰτίον ζήτησιν, καὶ συνομολογεῖν μὴ ἄλλως αὐτοὺς κεκρατηκέναι τοῦ τολμήματος ἢ θειοτέρᾳ καὶ ὑπὲρ ἄνθρωπον δυνάμει καὶ συνεργίᾳ τοῦ φήσαντος αὐτοῖς ‟μαθητεύσατε πάντα τὰ ἔθνη ἐν τῷ ὀνόματί μου.”
ἐμπνεῦσαι λέγεται θείου, ἀλλὰ καὶ δύναμιν αὐτοῖς ἔνθεον καὶ παραδοξοποιὸν πεποιηκέναι, τοτὲ μὲν φήσας ‟λάβετε πνεῦμα ἅγιον,” τοτὲ θεραπεύετε, λεπροὺς καθαρίζετε, δαίμονας 90 ἐκβάλλετε· δωρεὰν ἐλάβετε, δωρεὰν δότε.”
τοιγαροῦν καὶ αὐτὸς ὅπως κεκράτηκεν ὁ δι’ αὐτῶν λόγος, ἐπεὶ καὶ αὐτῶν ἡ βίβλος τῶν Πραξέων συνῳδὰ τούτοις καὶ σύμφωνα μαρτυρεῖ· ἔνθα ἱδτοροῦνται καὶ αὐτοὶ τῇ τῶν παραδόξων ἐνεργείᾳ δι’ ὀνόματος τοῦ Ἰησοῦ πρὸς αὐτῶν ἐπιτελουμένῃ τοὺς
139 παρόντας καὶ τοὺς θεωμένους ἐκπλῆξαι.
ηὕρισκον τῇ πίστει φθάνοντας τὴν παρ’ αὐτῶν διδασκαλίαν.
ἔργων ἐπίδειξις.
ἔργα παριστῶντες.
δύνασθαι θνητῆς ἔργα φύσεως εἶναι νομίζειν τὰ δρώμενα, ἀλλὰ θεοῦ, κἂν μὴ λέγῃ τις;
ὡς περὶ λόγου θεοῦ περὶ αὐτοῦ φρονεῖν ἔπεισαν, ὅπως τε ἐν μέσαις ταῖς πόλεσιν καὶ ἀνὰ τὰς d χώρας εὐσεβείας ἑνὸς τοῦ ἐπὶ πάντων θεοῦ συνεδτήσαντο διδασκαλεῖα.
ἀνθρώπινον ἦν τὸ μηδ’ ἄλλοτε ὑπὸ μίαν τὴν ῾Ρωμαίων γενέσθαι τὰ πλεῖστα τῆς οἰκουμένης ἔθνη, ἀλλ’ ἀπὸ τῶν τοῦ Ἰησοῦ χρόνων.
πλείστων ἐθνῶν μοναρχήσαντος, καθ᾿ ὂν Κλεοπάτρας 5 ἁλούσης ἡ κατ’ Αἴγυπον τῶν Πτολεμαίων διαδοχὴ 140 λέλυτο· ἐξ ἐκείνου τε καὶ εἰς δεῦρο τὸ ἀπ’ αἰῶνος καὶ ἀπ’ αὐτῆς ὡς εἰπεῖν τῆς πρώτης ἀνθρωπείας συστὰν Αἰγύπτου βασίλειον καθῄρητο.
καὶ τὸ Σύρων ὠσαύτως, Καππαδόκων τε καὶ Μακεδόνων, καὶ Βιθυνῶν, καὶ Ἑλλήνων, καὶ συνελόντι φάναι τῶν λοιπῶν τῶν ὑπὸ τὴν ῥωμαίων ἁρχὴν ἁπάντων.
ὁμολογήσειε, διανοηθεὶς ὡς οὐ ῥᾴδιον ἦν τοῖς μαθητοῖς b ταῖς αὐτοῦ πορείαν ἐπὶ τῆς ἀλλοδαπῆς στείλασθαι, διεστώτων πρὸς ἄλληλα τῶν ἐθνῶν, καὶ μηδεμιᾶς οὔσης ἐν αὐτοῖς ἐπιμιξίας διὰ τὰς πολλὰς ἐθναρχίας· ὧν περιῃρημένων ἀφύβως ἤδη καὶ ἐπ’ ἀδείας τὸ
προκείμενον ἥνυον, τὴν πορείαν αὐτοῖς προεξευμαρίσαντος τοῦ ἐπὶ πάντων θεοῦ, καὶ τοὺς θυμοὺς τῶν κατὰ πόλεις δεισιδαιμόνων φόβῳ τῆς μείζονος ἀρχῆς καταστείλαντος.
τῇ τοῦ Χριστοῦ πολεμεῖν διδασκαλίᾳ, πάλαι c ἂν ἑώρας κατὰ πόλεις καὶ κατὰ ἀγροὺς ἐμφυλίους 91 στάσεις, διωγμούς τε καὶ πολέμους οὐ τοὺς τυχόντας, εἰ δὴ ἐφ’ ἑαυτοῖς εἶχον οἱ δεισιδαίμονες τὴν ἐπ’ αὐτῶν ἐξουσίαν.
πάντων ἔργον ἦν, τὸ μείζονι φόβῳ τῆς ἀνωτάτω ἀρχῆς τοὺς ἐχθροὺς τοῦ οἰκείου λόγου καταδουλῶσαι· προκόπτειν γὰρ αὐτὸν ὁσημέραι καὶ εἰς πάντας ἀνθρώπους αὔξειν βούλεται.
d εἴποτέ τις τούτων πονηρίᾳ ληφθεὶς τῷ τοῦ Χριστοῦ λόγῳ πολεμεῖν προύθετο, καὶ τοῦτο πράτ- τειν ἐνεδίδου τὸ καταθύμιον, ὁμοῦ μὲν εἰς ἔνδειξιν τῶν τῆς εὐσεβείας ἀθλητῶν, ὁμοῦ δὲ καὶ εἰς τὸ τοῖς πάσι φανερὸν καταστῆναι ὅτι μὴ ἐξ ἀνθρώπων ἦν βουλῆς, ἀλλ’ ἐκ τῆς τοῦ θεοῦ δυνάμεως ἡ τοῦ λόγου
σύστασις.
πολέμιοι τὰς προσηκούσας ἐξέτινον δίκας, θεηλάτοις μάστιξιν οἰστρούμενοι καὶ πᾶν τὸ σῶμα δεινοῖς καὶ ἀνιαροῖς πάθεσι διαφθειρόμενοι, ὥστε ἤδη καὶ εἰς 141 ὁμολογίαν τῆς κατὰ Χριστοῦ δυσσεβείας ἥκειν περιελαθῆναι.
ἠξιωμένοι καὶ τὰ Χριστοῦ φρονεῖν αὐχοῦντες, ἐπ’ ὀλίγον γεγυμνασμένοι τοῖς πειρατηρίοις, τὸ δὲ γνήσιον καὶ εἰλικρινὲς τοῦ φρονήματος ἐπιδειξάμενοι, τὴν οἰκείαν αὖθις ἀπελάμβανον ἐλευθερίαν, εἰς μεῖζον ὁσημέραι δι’ αὐτῶν ἐκλάμποντος τοῦ σωτηρίου
λόγου, καὶ ἐν αὐτοῖς γε μέσοις τοῖς ἐχθροῖς κατακρατοῦντος,
οἶ γνήσιοι τοῦ Χριστοῦ μαθηταὶ δι’ ἁγνείας βίου καὶ τῶν πρὸς τὸν θεὸν εὐχῶν διά τε τῆς αὐτοῦ ἐνθέου προσηγορίας ἐξελαύνοντες, σημείων τῶν πάλαι ἱστορουμένων ὑπ’ αὐτοῦ γεγονέναι παραδόξων, καὶ ἐν τούτῳ τοῖς συνορᾶν δυναμένοις τὰ τεκμήρια τῆς ἐνθέου
ἀρετῆς αὐτοῦ διαδεικνύντες.
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.