τοὺς λέγοντας ἡμᾶς. ἀλλὰ σύ γε κἂν τῶν σαυτοῦ 1 134 δαιμόνων, αὐτῶν δὴ τῶν χρησμῳδῶν θεῶν, ἄκουε τῷ σωτῆρι ἡμῶν οὐχ ὥσπερ σὺ γοητείαν, ἀλλ’ εὐσέβειαν καὶ σοφίαν καὶ εἰς οὐρανοὺς ἄνοδον μαρτυρούντων. τίς δ’ ἂν γένοιτό σοι τούτων ἀξιόπιστος ὁμολογία μᾶλλον τῆς τοῦ καθ’ ἡμῶν πολεμίου γραφῆς, ἣν ἐν
οἷς ἐπέγραψε “ Περὶ τῆς ἐκ λογίων φιλοσοφίας” ἐν τρίτῳ συγγράμματι τέθειται, ὧδέ πως ἱστορῶν κατὰ 87 λέξιν;
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.