προδιήλθομεν, γόητα τὸν τρόπον γεγονέναι,. εἰ δὲ δὴ μαγγανευτής τις ἦν καὶ φαρμακεὺς, ἀπατεών τε καὶ c γόης, πῶς ἂν τοιαύτης διδασκαλίας πᾶσι τοῖς ἔθνεσι κατέστη αἴτιος, οἵας αὐτοῖς ὁρῶμεν ὀφθαλμοῖς καὶ ἀκοαῖς εἰς δεῦρο παραλαμβάνομεν ; ποῖος δὲ καὶ αἱρήσεται
τὰ ἀσύνακτα συνάγειν; γόης μὲν γάρ τις ὡς ἀληθῶς ἀνόσιος καὶ μιαρὸς τὸν τρόπον, ἀπειρημένοις καὶ ἀνοσίοις ἐγχειρῶν, πάντα πράττει αἰσχροῦ καὶ ῥυπαροῦ κέρδους χάριν.
μαθηταῖς, ὡς πρὸς αὐτῶν μεμαρτύρηται, εἰρηκὼς d ‘μὴ κτήσησθε χρυσὸν μηδ’ ἄργυρον εἰς τὰς ζώνας ὑμῶν, μὴ πήραν εἰς ὁδὸν, μηδ’ ὑποδήματα ;” δ’ ἂν ἐπείθοντο λέγοντι καὶ ἐν ἀπομνημονεύμασιν ἐγγράφοις ταῦτα παραδιδόναι ἠξίουν, εἰ χρηματιζόμενον
τὸν διδάσκαλον ἑώρων καὶ τἀναντία οἷς ἑτέρους ἐδίδασκε μετιόντα;
οὐδένα τρόπον ἑπόμενον τοῖς οἰκείοις λόγοις.
τῇ αὐτοῦ κακίᾳ· ὁ δὲ σωτὴρ καὶ κύριος ἡμῶν 82 οὐδ’ ἔστιν εἰπεῖν ὅπως ἀνέστραπται περὶ σωφροσύνην, ὁπότε πάλιν οἶ μαθηταὶ μαρτυροῦσι παραινεῖν μηδ’ ἐμβλέπειν γυναικὶ μετ’ ἐπιθυμίας ἀκολάστου, φήσαντα ἐρρέθη τοῖς ἀρχαίοις, οὐ μοιχεύσεις· ἐγὼ
δὲ λέγω ὑμῖν ὅτι πᾶς ὁ ἐμβλέπων γυναῖκα πρὸς τὸ ἐπιθυμῆσαι αὐτὴν ἤδη ἐμοίχευσεν αὐτὴν ἐν τῇ καρδίᾳ αὑτοῦ.”
λέγων “εἰσὶν εὐνοῦχοι οἵτινες ἐγεννήθησαν οὕτως, καὶ εἰσὶν εὐνοῦχοι οἵτινες εὐνουχίσθησαν ὑπὸ ἀνθρώπων, καὶ εἰσὶν εὐνοῦχοι οἵτινες εὐνούχισαν ἐαυ- c τοὺς διὰ τὴν βασιλείαν τῶν οὐρανῶν.
πράττει δοξοκοπῶν τὰ πολλὰ καὶ φαντασιοκοπῶν, καὶ πλέον τι παρὰ τοὺς πολλοὺς εἰδέναι καὶ ἔχειν μεγαλαυχούμενος· ὁ δὲ σωτὴρ καὶ κύριος ἡμῶν, ὅτι μὴ δοξομανὴς καὶ ἀλαζὼν καὶ φαντασιοκόπος ἦν, ἀφ’ ὧν ἰώμενος παρῄνει μηδενὶ φράζειν μηδὲ εἰς πολλοὺς
αὐτὸν ἐκφαίνειν, γένοιτ’ ἂν ἔκδηλος ἀπό τε τοῦ τὰς ἐν ὄρεσι διατριβὰς καὶ τὰς ἀναχωρήσεις διώκειν d καὶ φεύγειν τὰς κατὰ πόλεις τῶν πολλῶν ἐπιβλαβεῖς ὁμιλίας.
τίς ἔτι χώρα περιλείπεται ὑπονοίας τοῦ πλάνον αὐτὸν καὶ γόητα νομίζειν; σκέψαι δὲ καὶ ταῦτα πάλιν· γόης, ὅταν ἑτέροις τὰ τῆς κακίας μεταδιδῶ, ὁποίους ἄνδρας κατασκευάζει· ἆρ’ οὐχὶ γόητας καὶ πλάνους καὶ φαρμακέας αὐτῷ κατὰ πάντα παραπλησίους; τίς
οὖν ἤδη πώποτε τὸ πᾶν Χριστιανῶν γένος ἐκ τῆς ἐκείνου διδασκαλίας γοητεῦον ἢ φαρμακεῦον κατείληφεν; 127
2 ἀνωτάτω παραίτιος γεγενημένος τίς ἂν ἐνδίκως νομι- σθείη ἢ φιλοσόφων ὁ πρώτιστος καὶ εὐσεβῶν ἀνδρῶν διδάσκαλος; καὶ γὰρ ἂν εἴη βελτίων δή που πᾶς ὁ διδάσκων τῶν μαθητευομένων ’ φιλόσοφος ἄρα καὶ
ἀληθῶς εὐσεβὴς, πολλοῦ δεῖ πλάνος καὶ γόης, ὁμο- λογοῖτ ἂν ὁ σωτὴρ καὶ κύριος ἡμῶν.
τέρα τιμῶν καὶ σέβων τὰ μάλιστα ἀποδείκνυται ἐκ τῶν περὶ αὐτοῦ λόγων; ἐπὶ τοσοῦτον δὲ ἄρα οἴ τε ἀρχῆθεν αὐτῷ προσεσχηκότες μαθηταὶ αὐτοῦ καὶ οἱ μετὰ ταῦτα τῆς ἐκείνων διατριβῆς διάδοχοι, πορρω- πορρωτάτω καθεστήκεσαν φαύλης καὶ πονηρὰς ὑπονοίας,
ὡς μηδὲ τοῖς νοσηλευομένοις ἐπ’ ἴτ’ ῥ’ ἐπ’ ἑ ἱν,^ οἷα πολλοὶ πολλὰ δρᾶν ἐπιχειροῦσιν ^ ἢ πετάλων ἐπιγραφαῖς καὶ c περιάμμασι χρῆσθαι ^ ἢ τοῖς κατεπᾴδειν ἐπαγγελλο- μένοις προσέχειν τὸν νοῦν, ἢ ῥιζῶν καὶ βοτανῶν θυ- μιάμασι καί τισιν ἄλλοις τοιουτοτρόποις ἀκέσεις τῶν
παθῶν ἑαυτοῖς πορίζειν.
νομίκασι.
ἐπιστήμης πολὺ κρείττονα σφόν αὐτῶν ἀποφαίνου- σιν, ὥσπερ οὖν ἰατρικοὶ μὲν τῆς τοῦ διδασκάλου περὶ τὸ μάθημα κατορθώσεως εἶεν ἂν μάρτυρες, γεωμε- τρικοὶ δὲ τὸν ἄρχοντα τίνα ἄλλον ἢ γεωμέτρην ἐπιγράψονται καὶ ἀριθμητικοὶ τὸν ἀριθμητικόν; κατὰ τὰ αὐτὰ δὲ καὶ γόητος ἀνδρὸς μέγιστοι ἂν εἶεν μάρτυρες οἱ φοιτηταὶ, τὰ ὅμοιά που τῷ διδασκάλῳ καὶ 128 αὐτοὶ μετιόντες.
γόης πέφανται τοῦ Ἰησοῦ μαθητὴς, καίτοι διὰ βασάνων πείρας τῶν κατὰ χρόνους ἡγεμόνων τε καὶ βασιλέων ἀκριβῆ τῶν καθ’ ἡμᾶς πραγμάτων τὴν ἐξέτασιν πεποιημένων.
αὐτὸ μόνον τὸ θῦσαι πρὸς αὐτῶν βεβιασμένον. εἰ δὲ οὐδεὶς πώποτε τῶν καθ’ ἡμᾶς οὔτε τῶν παλαιῶν ἐκείνων τοῦ Ἰησοῦ μαθητῶν γοητείας ἥλω, οὐδὲ ὁ b διδάσκαλος ἦν ἄρα τοιοῦτος. ἔνα δὲ μὴ ἐξ ἀγράφων ὁ λόγος ἡμῖν ὁδεύοι, δέχου τὰς ἀποδείξεις καὶ ἀπὸ
ἱστορίας ἐγγράφου.
μέσον ἀγαγεῖν τολμῆσαι τὰς ἀπηγορευμένας βίβλους, καὶ ταύτας ἐνώπιον πάντων πυρὶ παραδοῦναι.
τὰς τιμὰς αὐτῶν, καὶ εὗρον ἀργυρίου μυριάδας πέντε.”
3 τοῦ βάθους τῆς ψυχῆς αὐτῶν, καθάπτεσθαί τε καὶ τιτρώσκειν τὸ ἑκάστου συνειδὸς, ὡς μηκέτι στέγειν ἀποκρύπτοντας, εἰς φανερὸν δὲ ἄγειν τὰ ἀπόρρητα, d ἐλέγχους τε αὐτοὺς ἑαυτῶν καὶ τῆς προτέρας αὐτῶν
μοχθηρίας ἀπεργάζεσθαι.
πυρὶ παραδόντες τὰς μαγικὰς βίβλους καὶ παντελῆ φθορὰν αὐτῶν ψηφισάμενοι πῶς οὐκ ἂν εἶεν πρόδηλοι τοῖς πᾶσιν ὅτι μηδεμίαν ἔχοιεν τοῦ λοιποῦ περὶ γοητείαν σπουδὴν, καθαροὶ δὲ ἐξ ἐκείνου πάσης τῆς περὶ τούτου ὑπονοίας ἐτύγχανον ; ὅτε τοίνυν οἶ μαθηταὶ
τοῦ σωτῆρος ἡμῶν πεφήνασι γεγονότες τοιοῦτοι, πῶς οὐ πολὺ πρότερον ὁ διδάσκαλος;
τυγχάνει πλήθη παραταξαμένων μὲν πρὸς τὰς φυσικὰς τοῦ σώματος ἡδονὰς, ἄτρωτον δὲ καὶ τὴν διάνοιαν παντὸς αἰσχροῦ πάθους φυλαξάντων, οἱ καὶ τὸν πάντα βίον ἐν ἐγκρατείᾳ καταγηράσαντες τῆς ἐκ τῶν λόγων αὐτοῦ τροφῆς λαμπρὰ τεκμήρια παρεστήσαντο.
τῶν μὲν σαρκὸς ἐκγόνων ἠλόγησαν, ψυχῆς δὲ πᾶσαν ἐπιμέλειαν πεποιηκυῖαι ὅλας αὑτὰς αὐτῷ σώματι καὶ ψυχῇ τῷ παμβασιλεῖ καὶ θεῷ τῶν ὅλων ἀνατεθείκασιν, ἁγνείαν παντελῆ καὶ παρθενίαν ἀσκήσασαι.
ὅτι δὴ τὴν οὐσίαν καταλιπὼν τοῖς πολίταις αὐτὸς ἑαυτὸν Κράτης Κράτητα ἠλευθέρου κομπάζων.
αὐτοὶ τυγχάνομεν μάρτυρες συγγενόμενοι τοιούτοις, καὶ αὐτοῖς ἔργοις, ἀλλ’ οὐ λόγοις μόνοις τῆς τοῦ Ἰησοῦ μαθητείας συνιδόντες τὰ κατορθώματα.
μὲν ὑπερεκκῦψαι πολύθεον πλάνην, τὸν δὲ πατέρα καὶ δημιουργὸν τοῦδε τοὐ παντὸς μόνον εἰδέναι θεὸν ἐμαρτύρησαν ; ὃν πάλαι φιλοσόφων εἷς μόνος ὁ Πλάτων εἰδὼς εἰς πάντας ἐκφέρειν ὡμολόγει μὴ τολμᾶν, διαρρήδην φάσκων ‟τὸν μὲν οὖν πατέρα καὶ δημιουργὸν
τοῦδε τοῦ παντὸς εὑρεῖν τε ἔργον καὶ εὑρόντα εἰς πάντας ἀδύνατον λέγειν.
ὅση τοῖς Ἰησοῦ μαθηταῖς, οἷς διὰ τῆς τοῦ διδασκάλου συνεργίας τὸν πατέρα καὶ δημιουργὸν τῶν ὅλων εὑρεῖν τε καὶ γνῶναι ῥᾴδιον γέγονε, καὶ εὑροῦσιν εἰς πᾶν γένος ἀνθρώπων ἐξενεγκεῖν ἀνακαλύψαι τεκαὶ πληρῶσαι καὶ κηρῦξαι τὴν γνῶσιν πᾶσιν,
ὥστε ἐκ τῆς αὐτόν ἐκείνων διδασκαλίας εἰσέτι νῦν κατὰ τὸν παρόντα καιρὸν ἐν ὅλοις τοῖς ἐπὶ γῆς ἔθνεσι μυρία πλήθη οὐ μόνον ἀνδρῶν, ἀλλὰ καὶ γυναικῶν καὶ παίδων, οἰκετῶν τε καὶ ἀγροίκων, τοσοῦτον τῷ τοῦ Πλάτωνος μὴ πείθεσθαι, ὡς τὸν ποιητὴν καὶ δημιουργὸν τοῦδε τοῦ παντὸς μόνον θεὸν γνωρίζειν b
καὶ μόνον σέβειν καὶ μόνον διὰ τοῦ Χριστοῦ θεολογεῖν. ταῦτ’ ἦν τοῦ νέου καὶ καινοῦ γόητος τὰ κατορθώματα, τοιαῦτα τοῦ νομιζομένου πλάνου τὰ γοητεύματα, καὶ τοιοίδε οἱ τοῦ Ἰησοῦ μαθηταὶ, ἀφ’ ὣν δεῖ τὸν διδάσκαλον ὁποῖός τις ἣν γνωρίζειν.
πέμπειν χρὴ τὰ αἴτια; εἰ μὲν γὰρ μηδενὸς διδάξαντος αὐτὸς πρῶτος καὶ μόνος εὑρετὴς γέγονε τῆς ἐπιχειρήσεως, μηδὲν μηδαμῶς παρ’ ἑτέρων μαθὼν, μηδὲ ἐκ παλαιῶν ἐρανισάμενος, πῶς οὐ θείας φύσεως χρῆν ὁμολογεῖν αὐτὸν, ὃς ἂν ἄνευ βίβλων καὶ λόγων
καὶ διδασκάλων αὐτοδίδακτος καὶ αὐτομαθὴς τοιούτων πραγμάτων εὑρετὴς ἀναπέφηνεν ; καὶ μὴν οὔτε βαναύσου τέχνης οὔτε λογικῆς ἐπιστήμης, οὐδέ γε τῶν πρώτων στοιχείων τὴν μάθησιν δίχα ποδηγοῦ καὶ διδασκάλου τινὸς ἀναλαβεῖν δυνατὸν, μὴ οὐχὶ d
τὴν κοινὴν ἐκβεβηκότα φύσιν.
φάναι τὸν τῆς ἀνθρώπων εὐσεβείας ἀληθοῦς διδάσκαλον τοιαῦτα τεθαυματουργηκότα καθ’ ὃν ἐπεδήμει 85 τῷ βίῳ χρόνον, καὶ τοιαύτας παραδόξους τερα- τείας πεποιηκότα, ἃς ἀρτίως διεξήλθομεν, ἐκ τοῦ 131 αὐτομάτου τοιοῦτον φῦναι, μήτε παρὰ παλαιῶν ἐρανισάμενον μήτ’ ἐκ νέων διδασκάλων ὠφελημένον τὰ ὅμοια καὶ πρὸ αὐτοῦ πεποιηκότων, τί ἄλλο ἢ μαρτυρούντων ἐστὶ καὶ ὁμολογούντων θεῖον ἀληθῶς χρῆμα
γεγονέναι, καὶ πᾶσαν ἀνθρώπου φύσιν ὑπερβεβηκέναι τὸν δηλούμενον;
b οῦτον, οἶον ὁ λόγος παρίστησιν, ἀποδειχθῆναι. τί δῆτα οὖν, ἤ τινες ἄλλοι κρείττους αὐτοῦ πεφήνασι καὶ πρότεροι τῷ χρόνῳ καὶ αὐτοῦ διδάσκαλοι, εἴτ’ ἐπ’ Αἰγύπτου εἴθ’ ὅπη δή;
ἀνθρώπους ἡ φήμη, ἢ τί μὴ οὐχὶ κἀκείνων εἰσέτι νῦν τὸ κλέος ᾄδεται τῷ ἡμετέρῳ παραπλησίως; τίς δὲ τῶν ἀπ’ αἰῶνος πώποτε γόης, βάρβαρος ἢ Ἕλλην, τοιούτων κατέστη διδάσκαλος φοιτητῶν καὶ τοιού- c τῶν νόμων καὶ λόγων αὐθέντης, οἵων ἡ τοῦ σωτῆρος
ἡμῶν ἐπιδέδεικται δύναμις, ἰάσεις δὲ τοσάσδε καὶ παραδόξους εὐεργεσίας τοιάσδε, οἵας ὁ ἡμέτερος πεποιηκὼς μνημονεύεται, τίς πώποτε διαπραξάμενος ἱστορεῖται;
ὑπὲρ ὧν ἐμαρτύρησαν ἀλήθειαν ἐπιστώσαντο ὥσπερ οὖν οἱ τοῦ σωτῆρος ἡμῶν μαθηταὶ, πάσας μὲν αἰκίας ἀνατλάντες, πάσας δὲ βασάνων ἰδέας ὑπομείναντες, καὶ τέλος διὰ τοῦ ἰδίου αἵματος τὰ περὶ αὐτοῦ μαρτυρηθέντα αὑτοῖς πιστωσάμενοι;
ὁ τῷ δι’ ἐναντίας ἡμῖν λόγῳ παριστάμενος λεγέτω d τίς τῶν πώποτε γοήτων κἂν εἰς νοῦν ἐβάλλετο νέου ἔθνους ἐπὶ οἰκείῳ ὀνόματι σύστασιν ποιήσασθαι. τὸ δὲ μὴ μόνον ἐννοῆσαι τοῦτο, ἀλλὰ καὶ κατορθῶσαι τὸ βουληθὲν, πῶς οὐ πᾶσαν ἀνθρώπου καλύπτοι ἂν φύσιν; βασιλέων δὲ δόγμασι καὶ παλαιῶν νομοθετῶν
φιλοσόφων τε καὶ ποιητῶν καὶ θεολόγων ἐξ ἐναντίας θέσθαι νόμους τοὺς κατ’ εἰδωλολατρίας, καὶ τούτους κρατῦναι, ἀμάχους τε καὶ ἀηττήτους εἰς μακρὸν ἐπιδεῖξαι αἰῶνα, τίς πώποτε γοήτων διανενόηται ; ὁ δὲ σωτὴρ καὶ κύριος ἡμῶν οὐκ ἐνενόησε μὲν, οὐ τετόλμηκε
δὲ ἐπιχειρῆσαι· ἀλλ’ οὐδὲ ἐπεχείρησε μὲν, οὐ κατώρθωσε δέ.
ἔργον ἐπῆγε τῷ λόγῳ, αὐτίκα τε ἐμαθητεύετο ἐν ὀλίγῳ πᾶν γένος Ἑλλήνων ὁμοῦ καὶ βαρβάρων, καὶ νόμοι πᾶσι τοῖς ἔθνεσι κατεσπείροντο ἐναντίοι τῇ τῶν παλαιῶν δεισιδαιμονίᾳ, νόμοι δαιμόνων πολέμιοι καὶ πάσης ἐχθροὶ πολυθέου πλάνης, νόμοι Σκυθῶν καὶ
Περσῶν καὶ τῶν ἄλλων βαρβάρων σωφρονισταὶ, ἐπιστρεπτικοί τε πάσης ἐκθέσμου καὶ θηριώδους διαίτης, νόμοι τῶν ἐξ αἰῶνος παρ’ αὐτοῖς Ἕλλησιν ἐθῶν ἀνα- b τρεπτικοὶ, καινῆς δὲ καὶ ἀληθοῦς εὐσεβείας καταγγελτικοί.
τοῦ Ἰησοῦ χρόνων, ἢ καὶ μετὰ ταῦτα, τοιοῦτον ἢ καὶ παραπλήσιον τετόλμηται, ὡς εἰκότως φάναι αὐτὸν παρ’ ἑτέρων ὠφελῆσθαι τὰ τῆς γοητείας; εἰ δ’ οὐδένα ἄν τις ἔχοι λέγειν αὐτῷ γεγονέναι ὅμοιον, οὐδεὶς γὰρ ἦν αὐτῷ αἴτιος τῆς τοσαύτης ἀρετῆς, ὥρα
τοιγαροῦν ὁμολογεῖν ξένην τινὰ καὶ θείαν φύσιν ἐπι- 4 δεδημηκέναι τῷ βίῳ, ᾗ μόνῃ καὶ πρώτῃ τὰ μηδεπώ- c ποτε παρ’ ἀνθρώποις μνημονευθέντα κατώρθωται. 86 ἀλλὰ καὶ ταῦτα μὲν ὧδε τέλος ἐχέτω.
τε καὶ φαρμακέας δίχα σπονδῶν καὶ θυμάτων καὶ δαιμόνων ἐπικλήσεως τε καὶ παρουσίας γοητεύοντας. μή τι οὖν καὶ κατὰ τοῦ σωτῆρος ἡμῶν, ἢ κατὰ τῶν αὐτοῦ λόγων, ἢ κατὰ τῶν εἰσέτι νῦν ζηλούντων τὸν αὐτοῦ βίον, ἔχει τις τοιαύτην ἐπιφέρειν διαβολήν;
οὐχὶ καὶ τυφλῷ δῆλον ὡς πᾶν τοὐναντίον τούτοις ἡμεῖς οἶ τὰ Ἰησοῦ φρονοῦντες ἐπιτηδεύομεν, θᾶττον μὲν θανάτῳ τὴν ψυχὴν ἢ δαίμοσι θυσίαν d προέσθαι τολμῶντες, θᾶττον δὲ τῆς ζωῆς ἐξιστάμενοι ἢ τοῖς πονηροῖς δαίμοσι δουλωθῆναι ὑπομένοντες.
ἀπειργάσατο, ἐχθρούς τε δαιμόνων καὶ πολεμίους, ἀλλ’ οὐ φίλους οὐδὲ συνήθεις, πολλοῦ δεῖ ὑπηκόους 133 καὶ ὑποχειρίους εἶναι παρεσκεύασεν.
ἔθυσεν; ἢ πῶς βοηθοὺς δαίμονας ἐπεκαλέσατο ἐν ταῖς παραδοξοποιίαις, ὁπότε εἰσέτι δεῦρο πᾶς δαίμων καὶ πᾶν ἀκάθαρτον πνεῦμα, ὥς τι τῶν κολαστικῶν καὶ βασανιστικῶν τῆς οἰκείας φύσεως, τοῦ Ἰησοῦ τὸ ὄνομα φρίττει, ὑπεξίσταταί τε καὶ παραχωρεῖ
τῇ τῆς προσηγορίας δυνάμει;
ἐγχειρῶν, ἆρ’ οὐκ ἂν εἴη δῆλος ἀνόσιος ὢν τὸν τρόπον, καὶ μιαρὸς καὶ αἰσχρὸς καὶ ἄθεος καὶ ἄδικος καὶ ἀσεβής., τοιοῦτος δὲ ὢν πόθεν ἢ πῶς τὰ περὶ εὐσεβείας διδάξειεν ἂν ἑτέρους, ἢ τὰ περὶ σωφροσύνης, ἢ τὰ περὶ θεοῦ γνώσεως, ἢ τὰ περὶ δικαιωτη- c
ῥίου καὶ κρίσεως τοῦ ἐπὶ πάντων θεοῦ; οὐχὶ τούτων ἁπάντων τὰ ἐναντία πρεσβεύει, ἀκόλουθα τῇ αὐτοῦ μοχθηρίᾳ πράττων, καὶ θεὸν μὲν ἀρνήσεται καὶ θεοῦ πρόνοιαν καὶ θεοῦ κρίσιν, χλευάσει δὲ τοὺς περὶ ἀρετῆς καὶ τοὺς περὶ ψυχῆς ἀθανασίας λόγους;
σώφρων αὐτὸς καὶ σωφρόνων λόγων διδάσκαλος, καὶ εἰ ποιητὴς καὶ κῆρυξ δικαιοσύνης καὶ ἀληθείας καὶ φιλανθρωπίας καὶ ἀρετῆς ἀπάσης καὶ θεοσεβείας εἰσηγητὴς τοῦ παμβασιλέως θεοῦ, πῶς οὐχ ἕπεται τούτοις τὸ μηδὲν μὲν ἡγεῖσθαι κατὰ γοητείαν αὐτὸν
τῶν παραδόξων πεποιηκέναι, δυνάμει δ’ ἀπορρήτῳ καὶ ὡς ἀληθῶς ἐνθέῳ συνομολογεῖν;
τοὺς λέγοντας ἡμᾶς. ἀλλὰ σύ γε κἂν τῶν σαυτοῦ 5 134 δαιμόνων, αὐτῶν δὴ τῶν χρησμῳδῶν θεῶν, ἄκουε τῷ σωτῆρι ἡμῶν οὐχ ὥσπερ σὺ γοητείαν, ἀλλ’ εὐσέβειαν καὶ σοφίαν καὶ εἰς οὐρανοὺς ἄνοδον μαρτυρούντων. τίς δ’ ἂν γένοιτό σοι τούτων ἀξιόπιστος ὁμολογία μᾶλλον τῆς τοῦ καθ’ ἡμῶν πολεμίου γραφῆς, ἣν ἐν
οἷς ἐπέγραψε “ Περὶ τῆς ἐκ λογίων φιλοσοφίας” ἐν τρίτῳ συγγράμματι τέθειται, ὧδέ πως ἱστορῶν κατὰ 87 λέξιν;
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.