δὸς μὴ ἐπὶ μόνους τοὺς ὁμοεθνεῖς, ἀλλὰ καὶ εἰς “ πάντας προελθόντες ἀνθρώπους, καὶ σύμπασαν τὴν “ οἰκουμένην καταπλήσωμεν τῶν περὶ αὐτοῦ συντιθε- “ μένων. ἤδη δὲ ἐντεῦθεν νομοθετῶμεν πᾶσι τοῖς ἔθνεσιν ἀντίστροφα ταῖς ἐξ αἰῶνος παρ’ αὐτοῖς περὶ
“Τῶν πατρῴων θεῶν δόξαις.
θεοὺς, μὴ τὰ Μώσεως πρόσθεν κατ’ αὐτῶν γενό- μένα ἀνατεινόμενοι,
ματίοις καὶ λόγοις, δυνάμει δὲ τοῦ σταυρωθέντος διδασκάλου καταλύωμεν, ἀπίωμεν καὶ ἐπὶ τὴν ἄλ- λην βάρβαρον γῆν, καὶ τὰ παρὰ τοῖςπᾶσιν ἀνατρέ- ‘‘πωμεν. προθυμίας δὲ μηδεὶς ἡμῶν λειπέσθω.
ρος, καὶ σταυροὶ, καὶ θῆρες, ὦν μάλιστα προθυ- ” μητέον καὶ τοῖς κακοῖς ὁμόσε χωρητέον ὑπόδειγμα διδάσκαλον κεκτημένοις.
“ἀπολαῦσαί τινος, μήτε τῶν φιλτάτων ὄνασθαι, μήτε ’ χρημάτων τυχεῖν, μήτε τινὸς ἀγαθοῦ τὸ παράπαν ’ ἐλπίδα κτήσασθαι, εἰκῆ δὲ καὶ μάτην πλανᾶσθαι καὶ πλανᾶν; τοῦτο γὰρ ἦν τὸ συμφέρον καὶ τὸ φέ- ρεσθαι ἐξ ἐναντίας πᾶσι τοῖς ἔθνεσι, καὶ τὸ θεοῖς
“τοῖς ἐξ αἰῶνος παρὰ πᾶσιν ὡμολογημένοις πολεμεῖν, 75 τὸν δ’ ὑπ’ ὀφθαλμοῖς ἡμῶν αὐτῶν διδάσκα- ’ λον θεὸν εἶναι, καὶ θεοῦ παῖδα κηρύττειν, ὑπὲρ οὗ ‘καὶ αὐτοὺς θνήσκειν ἑτοίμους εἶναι, μηδὲν ἀληθὲς " παρ’ αὐτοῦ μηδ’ ὠφέλιμον μεμαθηκότας.
" οὖν καὶ μᾶλλον τιμητέον αὐτὸν, εἰ μηδὲν ἡμᾶς " πάντα τε ἐπὶ τῷ δοξάσαι αὐτοῦ τὴν προση- ’ γορίαν ποιητέον, καὶ πάσας ὕβρεις καὶ τιμωρίας ’ ὑπομενετέον, πάντα τε τρόπον ἀναδεκτέον θανάτου ’ ὑπὲρ μηδενὸς ἀληθοῦς. κακὸν γὰρ ἴσως ἀλήθεια,
"tὸ δὲ ψεῦδος ἔχει τοῦ κακοῦ τὸ ἐναντίον.
" μένοι, καὶ πλανῶντες μὲν οὓς δυνατόν ’ εἰ δὲ μὴ c πείθοιτό τις, ἀλλ’ αὐτοί γε ὑπὲρ ὧν συντεθεί- “ μεθα τἀπίχειρα τῆς πλάνης καθ’ ἑαυτῶν ἐφελκόμενοι.”
ὡς τὰ τοιαῦτα πλασάμενοι καὶ συνθέμενοι ἀλλήλοις εὐτελεῖς ἄνδρες καὶ ἰδιῶται παρῄεσαν ἐπὶ τὴν Ῥωμαίων ἀρχὴν, ἢ ὡς ἀνθρωπεία φύσις τὸ φιλόζωον οἰκεῖον κεκτημένη δύναιτ’ ἄν ποθ’ ὑπὲρ τοῦ μηδενὸς αὐθαίρετον ὑπομεῖναι τελευτὴν, ἢ ὡς οἱ τοῦ σωτῆρος
ἡμῶν μαθηταὶ εἰς τοσαύτην ὑπερβολὴν ἐκπληξίας ἤλασαν ὡς μηδὲν μὲν ὑπ’ αὐτοῦ παράδοξον πραχθὲν ἑωρακέναι, αὐτοὺς δ’ ἐκ συνθήματος ὁμοῦ d πάντα τὰ τοιαῦτα πεπλάσθαι, ἔπειτα ῥημάτια περὶ αὐτοῦ ψευδῆ συνταξαμένους ὑπὲρ τούτων θνήσκειν
ὑπομένειν ἑτοίμως ἔχειν; ἀλλὰ τί φῄς; μὴ προσδοκῆσαι αὐτοὺς μηδὲ ἐλπίσαι δεινόν τι πείσεσθαι ἐκ τῆς περὶ τοῦ Ἰησοῦ μαρτυρίας, διὸ καὶ ἀδεῶς ἐπὶ τὸ περὶ αὐτοῦ κήρυγμα προελθεῖν; ἀλλ’ οὐκ εἰκὸς ἦν ἀπελπίσαι τὰ πάντα ὑπὲρ αὐτοῦ πείσεσθαι τοὺς Ῥωμαίοις
ὁμοῦ καὶ Ἕλλησι καὶ βαρβάροις θεῶν ἀνατροπὴν εἰσηγησαμένους.
μηδενὶ λαλεῖν ἐπὶ τῷ ὀνόματι τοῦ Ἰησοῦ· γνόντες δὲ αὐτοὺς μετὰ ταῦτα δημοσίᾳ τῷ πλήθει τὰ περὶ αὐτοῦ διαλεγομένους, ἀναρπάσαντες ἐμάστιζον, ἐπιτιμῶντες ἐπὶ τῇ διδασκαλίᾳ.
θεῷ μᾶλλον ἢ ἀνθρώποις.” μετὰ δὲ ταῦτα λίθοις 1 θεὶς ἀναιρεῖται Στέφανος, ἐπὶ τοῦ Ἰουδαίων πλή- θους παρρησιασάμενος, καὶ διωγμὸς οὐχ ὁ τυχὼν b ἐπανίσταται τοῖς πρεσβεύουσι τὸ τοῦ Ἰησοῦ ὄνομα.
χαίρᾳ, τόν τε Πέτρον ὁ αὐτὸς δεσμοῖς περιέβαλεν, ὡς ἐν ταῖς Πράξεσι τῶν Ἀποστόλων γέγραπται. καὶ τούτων ταῦτα πεπονθότων, οἱ λοιποὶ μαθηταὶ ἀπρὶξ ἐχόμενοι τοῦ Ἰησοῦ παρέμενον ἔτι μᾶλλον εἰς πάντας αὐτόν τε καὶ τὰς παραδοξοποιίας αὐτοῦ καταγγέλλον-
τες.
νάμενος ὅτι υἱὸς θεοῦ εἴη, λίθοις καὶ αὐτὸς πρὸς αὐτῶν βάλλεται.
d εὐχῆς δὲ τιθέμενοι καὶ αὐτοὶ τῶν ἴσων τοῖς προειρη- 76 μένοις τῆς εἰς τὸ θεῖον εὐσεβείας ἕνεκα τυχεῖν ἐπὶ μᾶλλον τῷ Ἰησοῦ καὶ τοῖς παραδόξοις ἔργοις αὐτοῦ μετὰ παρρησίας ἐμαρτύρουν.
μάζειν ἄξιον ὅπως τοσοῦτο πλῆθος τὴν συμφωνίαν ἐπὶ τοῖς πλάσμασι καὶ μέχρι θανάτου διεφύλαξεν, οὐδείς τε αὐτῶν πώποτε τὰ συμβάντα τοῖς προανῃ- ρημένοις τρέσας ἐξέστη τῆς ἑταιρίας, οὐδ’ ἀντεκή- ρυξε τοῖς ἄλλοις εἰς φῶς ἀγαγὼν τὰ συντεθειμένα,
ἀλλὰ καὶ ὁ ζῶντα προδοῦναι τολμήσας αὐτὸν αὐτο- χειρίᾳ καθ’ ἑαυτοῦ παραχρῆμα τὴν δίκην ἐπεσπά- σατο.
ἐθνῶν ἁπάντων περίοδον, ἀλλὰ καὶ προελθόντας κατορθῶσαι τὸ ἐπιτήδευμα; σκέψαι δὲ ὁποῖόν ἐστι καὶ τὸ μηδένα μηδαμοῦ διάφωνον ἐξενεγκεῖν περὶ τῶν πράξεων τοῦ Ἰησοῦ λόγον.
δικαστηρίοις καὶ ἐν ταῖς κοιναῖς ἀμφισβητήσεσι τῶν ὁ μαρτύρων συμφωνία κυροῖ τὸ ἀμφιγνοούμενον, “ἐπὶ στόματος δ’ οὖν δύο καὶ τριῶν μαρτύρων συνίσταται πᾶν ῥῆμα”, πῶς οὐκ ἂν ἡ ἀλήθεια καὶ ἐπὶ συσταίη, δώδεκα μὲν ὄντων ἀποστόλων, ἑβδομήκοντα
δὲ μαθητόν, μυρίου τε πλήθους τούτων ἐκτὸς, πάντων θαυμαστὴν συμφωνίαν ἐπιδεδειγμένων, καὶ μαρτυρησάντων γε τοῖς ὑπὸ τοῦ Ἰησοῦ πεπραγμένοις, οὐκ ἀνιδρωτὶ, διὰ δὲ βασάνων ὑπομονῆς καὶ πάσης αἰκίας καὶ θανάτου, καὶ ἐπὶ πᾶσιν ὑπὸ τοῦ θεοῦ μαρτυρηθέντων,
ὃς τὸν ὂπ αὐτῶν καταγγελθέντα λόγον ἔτι c καὶ νῦν καὶ εἰς ὅλον τὸν αἰῶνα κρατύνει;
γεγονέναι μὴ σωφρόνων λόγων, ἀδικίας δὲ καὶ πλεονεξίας καὶ πάσης ἀκολασίας, τούς τε μαθητὰς αὐτοῦτοιαῦταπαρ᾿ αὐτοῦ δεδιδαγμένους παντορέκτας γεγονέναι καὶ παμπονήρους τῶν πώποτε ἀνθρώπων, καθ’ ὑπόθεσιν ἡμῖν συνεχωρεῖτο· ὅπερ ἦν παντὸς
ἀτοπώτατον, ὅμοιον ὡς εἰ καὶ Μώσεως ἐν τοῖς νόμοις 2 λέγοντος “οὐ φονεύσεις, οὐ μοιχεύσεις, οὐ κλέψεις, οὐ ψευδομαρτυρήσεις,” συκοφαντῶν αὐτὸν διέβαλλέ d τις λέγων εἰρωνείᾳ ταῦτα φάναι καὶ προσποιήσει·
προσποιεῖσθαι δὲ σχηματίζεσθαι καὶ καθυποκρίνεσθαι τὸν σεμνὸν βίον. ταύτῃ γὰρ καὶ τὰς τῶν παρ’ Ἕλλησι φιλοσόφων ὑποθήκας διαβάλλοι ἄν τις τόν τε καρτερικὸν βίον καὶ τοὺς λόγους αὐτῶν πάντων, φάσκων ἐναντίως μὲν τοῖς ἀναγεγραμμένοις διατεθεῖσθαι
αὐτοὺς καὶ ἀναβεβιωκέναι, προσπεποιῆσθαι δὲ 118 καθ’ ὑπόκρισιν τὸν φιλόσοφον ἑλεῖν βίον.
καὶ τοῦτο ὡς ἐν ὑποθέσει, ὅπως καὶ ἐκ περιουσίας καὶ ἐν ἀτόπῳ συγχωρήσει τὸ ἀσύστατον τοῦ δι’ ἐναν- b τίας λόγου φανῇ.
τοῦ Ἰησοῦ μαθητῶν θεασώμεθα. αὐτόθεν μὲν οὖν 77 ἄν τις εὖ φρονῶν πῶς οὐ πάσης ἀποδοχῆς αὐτοὺς ἀξίους κρίνειεν, ἄνδρας μὲν εὐτελεῖς ὁμολογουμένως καὶ τὸν λόγον ἰδιώτας, εὐσεβοῦς δὲ καὶ φιλοσόφου διδασκαλίας εἰς ἔρωτα συμβεβηκότας, καὶ στέρξαντας
βίον καρτερικὸν καὶ ἐπίπονον, διὰ νηστειῶν, οἴνου τε καὶ κρεῶν ἀποχῆς, καὶ πλείστης ἄλλης ταπει- νώσεως τοὐ σώματος, διά τε εὐχῶν καὶ ἱκετηριῶν τῶν πρὸς τὸν θεὸν, καὶ πολὺ πρότερον δι’ ἄκρας σωφροσύνης καὶ ἁγνείας σώματος ὁμοῦ καὶ ψυχῆς c κατορθούμενον.
δι’ ὑπερβολὴν φιλοσοφίας καὶ ταῖς κατὰ νόμον συγκεχωρημέναις γαμεταῖς ἀποτεταγμένους, καὶ μήθ’ ὑπὸ τῆς φυσικῆς ἡδονῆς καθελκυσθέντας, μήτε παίδων καὶ ἐκγόνων ἐπιθυμίᾳ δουλωθέντας, ἐπεὶ μηδὲ θνητῶν ἐκγόνων, ἀλλ’ ἀθανάτων ὠρέχθησαν;
δὲ ἀφιλοχρήματον αὐτῶν τοῦ τρόπου πῶς οὐκ ἄν τις ἐκπλαγείη; καὶ τοῦτο τεκμηράμενος ἐκ τοῦ μὴ φεύγειν, ἀλλ’ ἀσπί σασθαι διδάσκαλον χρυσοῦ καὶ ἀργύ- d ῥοῦ τὴν κτῆσιν ἀπαγορεύοντα, καὶ νομοθετοῦντα μηδὲ μέχρι δευτέρου χιτῶνος αὔξειν τὴν ὕπαρξιν· ὅπερ
τάχα τις ἀκούσας παρῄτητο ἂν τὸ βαρὺ τοῦ προστάγματος, οἱ δὲ καὶ ἔργον πεποιηκότες τὸν λόγον ἀποδείκνυνται. αἰτήσαντος γοῦν ποτε τοὺς ἀμφὶ τὸν Πέτρον χωλοῦ τινος· οὗτος δ’ ἦν τῶν δι’ ἐσχάτην ἀπορίαν τὰς τροφὰς μεταιτούντων·) οὐκ ἔχων ὁ Πέ
τρος ὅ τι δῷ ὡμολόγει πάσης ὑπάρξεως χρυσίου καὶ ἀργυρέου καθαρεύειν, φήσας “ἀργύριον καὶ χρυσίον οὐχ ὑπάρχει μοι, ὃ δὲ ἔχω, τοῦτό σοι δίδωμι· ἐν τῷ 119 ὀνόματι Ἰησοῦ Χριστοῦ ἔγειραι καὶ περιπάτει.”
προσέχοντες δι’ ὧν πρὸς αὐτοὺς ἔλεγεν “ἐν τῷ κόσμῳ θλῖψιν ἔχετε” καὶ πάλιν “κλαύσετε καὶ θρηνήσετε ὑμεῖς, ὁ δὲ κόσμος χαρήσεται, πῶς οὐκ αὐτοὶ μὲν δῆλοι τὸν τρόπον ὅτι δὴ στερροί τινες καὶ βαθεῖς ὑπῆρχον, μὴ φεύγοντες τὰ τῆς ψυχῆς γυμνάσια, μηδὲ
τὰ πρὸς ἡδονὴν μεταδιώκοντες; καὶ ὁ διδάσκαλος 3 δὲ, ὅτι μὴ δι’ ἀπάτης θέλγων αὐτοὺς καὶ τὰ οἰκεῖα προισχόμενος ἐξῳκειοῦτο, ἐλευθέρῳ δὲ καὶ ἀληθεῖ b λόγῳ τὰ συμβησόμενα θεσπίζων, τὴν αἵρεσιν τῆς κατ’ αὐτὸν πολιτείας εἰς αὐτοὺς ἐνετίθετο; τοιαῦτα δὲ ἢν καὶ τὰ περὶ τῶν μελλόντων διὰ τὸ ὄνομα αὐτοῦ
συμβήσεσθαι αὐτοῖς, ἐν οἷς προλέγων ἐματρύρατο ὅτι καὶ ἐπὶ ἡγεμονίας ἀχθήσονται, καὶ μέχρι βασιλέων φθάσουσιν, καὶ παντοίας ὑπομενοῦσι τιμωρίας, δι’ οὐδὲν μὲν φαῦλον, οὐδὲ δι’ ἑτέραν εὔλουον αἰτίαν, αὐτὸ δὲ τοῦτο ὅλον διὰ τὸ ὄνομα αὐτοῦ.
αἰκιζόμενοι διὰ τὸ ὄνομα αὐτοῦ, ὡς πάντων ἀνοσιουργῶν χαλεπωτέρους· εἰ δ’ ἐξομόσαιτό τις τὴν προσηγορίαν, καὶ ἀρνηθείη μὴ εἶναι τῶν Χριστοῦ μαθητῶν, ἀφεῖται παραχρῆμα ἐλεύθερος, κἂν μυρίοις ἔνοχος ἁλίσκηται πλημμελήμασιν.
με χρὴ μυρία συναγαγεῖν τὸ τῶν ἀποστόλων τοῦ σωτῆρος ἡμῶν διαγράφειν ἦθος πειρώμενον, ἀρκούντων καὶ τῶν εἰρημένων εἰς ἀπόδειξιν τοῦ προκειμέ- d νοῦ; οἶς ἔτι ταῦτα προσθεὶς ἐπὶ τὸ ἕτερον στῖφος τῶν συκοφαντῶν μεταβήσομαι.
4 αὐτὸς δὲ Ματθαῖος τὸν ἑαυτοῦ στηλιτεύων βίον, καὶ κατήγορος αὐτὸς ἑαυτοῦ γιγνόμενος.
τὸν τρόπον ‘καὶ παράγων ἐκεῖθεν ὁ Ἰησοῦς εἶδεν 120 ἄνθρωπον καθήμενον ἐπὶ τὸ τελώνιον, Ματθαῖον ὀνόματι, καὶ εἶπεν αὐτῷ, ἀκολούθει μοι· καὶ ἀναστὰς ἠκολούθησεν αὐτῷ. καὶ ἐγένετο ἀνακειμένου αὐτοῦ ἐν τῇ οἰκίᾳ, καὶ ἰδοὺ πολλοὶ τελῶναι καὶ
ἁμαρτωλοὶ συνανέκειντο τῷ Ἰησοῦ καὶ τοῖς μαθηταῖς αὐτοῦ,” καὶ πάλιν προιὼν ἑξῆς, τόν τε κατάλογον τῶν μαθητῶν ἐξαριθμούμενος, αὐτὸς ἑαυτῷ τὸ τοῦ τελώνου ὄνομα προστίθησιν.
Σίμων ὁ λεγόμενος Πέτρος, καὶ Ἀνδρέας ὁ ἀδελφὸς αὐτοῦ, Ἰάκωβος ὁ τοῦ Ζεβεδαίου, καὶ Ἰωάννης ὁ ἀδελφὸς αὐτοῦ, Φίλιππος καὶ Βαρθολομαῖος, Θω- b μᾶς καὶ Ματθαῖος ὁ τελώνης.”
τὸ φιλάληθες ὑποφαίνων τοῦ ἰδίου τρόπου καὶ τελώνην ἑαυτὸν ἀπεκάλει, μὴ ἐπικρύπτων τὸν πρότερον ἑαυτοῦ βίον καὶ τοῦ συζύγου δεύτερον ἑαυτὸν κατέλεγεν.
Βαρθολομαίῳ, προτάττει ἑαυτοῦ τὸν Θωμᾶν, προτιμῶν ὡς κρείττονα τὸν συναπόστολον, τῶν λοιπων εὐαγγελιστῶν τοὐναντίον πεποιηκότων. ἄκουε c γοῦν Λουκᾶ, πῶς τοῦ Ματθαίου μνημονεύσας οὐ τελώνην ὀνομάζει, οὐδ’ ὑποτάττει τῷ Θωμᾷ, κρείττονα
δὲ αὐτὸν εἰδὼς πρῶτον αὐτὸν κατέλεξεν, δεύτερον 5 τὸν Θωμᾶν ἐπαγαγών.
τὸν ἀδελφὸν αὐτοῦ, Ἰάκωβον καὶ Ἰωάννην καὶ Φίλιππον καὶ Βαρθολομαῖον καὶ Ματθαῖον καὶ Θωμᾶν.
καὶ ὑπηρέται γενόμενοι τοῦ λόγου. καὶ τὸν Ἰωάννην δὲ ὅμοιον εὕροις ἂν τῷ Ματθαίῳ.
εὐαγγελίῳ ἐπισημηνάμενος ὃν ἠγάπα ὁ Ἰησοῦς οὐκ ἐδήλωσεν ὀνομαστὶ ἑαυτόν. ὅ γε μὴν Πέτρος οὐδὲ καθῆκεν ἐπὶ τὴν εὐαγγελίου γραφὴν δι’ εὐλαβείας ὑπερβολήν.
121 περὶ τῶν πράξεων τοῦ Ἰησοῦ διαλέξεις, ὃς ἐλθὼν ἐπ’ ἐκεῖνα τῆς ἱστορίας, ἐν οἶς ὁ Ἰησοῦς ἐρωτήσας τίνα φασὶν αὐτὸν οἱ ἄνθρωποι, καὶ αὐτοὶ δὲ οἱ αὐτοῦ μαθηταὶ τίνα δόξαν ἔχοιεν περὶ αὐτοῦ, ὑπακούσαντος τοῦ Πέτρου, ὡς περὶ Χριστοῦ, οὐδὲν ἀποκριναμενον
τὸν Ἰησοῦν οὐδὲ λέγοντα αὐτῷ γράφει, ἀλλ’ ὅτι ἐπετίμησεν αὐτοῖς, ἔνα μηδενὶ λέγωσι περὶ αύτοῦ.
6 προφέρειν μαρτυρίας. τίνα δὲ ἦν τὰ πρὸς αὐτὸν λεχθέντα Ματθαῖος δηλοῖ διὰ τούτων “ὑμεῖς δὲ τίνα με λέγετε εἶναι; ἀποκριθεὶς δὲ Σίμων Πέτρος εἶπεν, b σὺ εἶ ὁ Χριστὸς ὁ υἱὸς τοῦ θεοῦ τοῦ ζῶντος. ἀποκριθεὶς
δὲ ὁ Ἰησοῦς εἶπεν αὐτῷ, μακάριος εἶ Σίμων Βὰρ Ἰωνᾶ, ὅτι σὰρξ καὶ αἷμα οὐκ ἀπεκάλυψέ σοι, ἀλλ’ ὁ πατήρ μου ὁ ἐν τοῖς οὐρανοῖς, καὶ ἐγώ σοι λέγω, σὺ εἶ Πέτρος, καὶ ἐπὶ ταύτην τὴν πέτραν οἰκοδομήσω μου τὴν ἐκκλησίαν, καὶ πύλαι Ἅιδου οὐ
κατισχύσουσιν αὐτῆς, καὶ δώσω σοι τὰς κλείς τῆς βασιλείας τῶν οὐρανῶν, καὶ ὅσα ἂν δήσῃς ἐπὶ τῆς γῆς, ἔσται δεδεμένα ἐν τοῖς οὐρανοῖς, καὶ ὅσα ἂν λύσῃς ἐπὶ τῆς γῆς, ἔσται λελυμένα ἐν τοῖς 79 οὐρανοῖς.
καὶ ἐπετίμησεν αὐτοῖς, ἔνα μηδενὶ λέγωσι περὶ αὐτοῦ.”
λέγων, οὔτε οἶδα οὔτε ἐπίσταμαι τί σὺ λέγεις. 7 καὶ ἐξῆλθεν εἰς τὴν ἔξω πρόαυλιν, καὶ ἀλέκτωρ ἐφώνησεν. πάλιν δὲ ἰδοῦσα αὐτὸν ἡ παιδίσκη ἤρξατο λέγειν τοῖς παρεστῶσιν, οὗτος ἐξ αὐτῶν ἐστιν.
καὶ γὰρ Γαλιλαῖος εἶ· ὁ δὲ ἤρξατο ἀναθεματίζειν καὶ ὀμνύειν, ὅτι οὐκ οἶδα τὸν ἄνθρωπον τοῦτον, ὃν λέγετε· καὶ εὐθέως ἐκ δευτέρου ἀλέκτωρ ἐφώνησεν.
τῶν Πέτρου διαλέξεων εἶναι λέγεται ἀπομνημονεύματα. οἱ δὴ οὖν τὰ μὲν δόξαντα αὐτοῖς ἀγαθὴν φέρειν φήμην παραιτούμενοι, τὰς δὲ καθ’ ἑαυτῶν διαβολὰς εἰς ἄληστον αἰῶνα καταγράφοντες, καὶ τῶν πλημμεληθέντων αὐτοῖς τὰς κατηγορίας, ἃς οὐκ
ἄν τις ἔγνω τῶν μετὰ ταῦτα εἰ μὴ διὰ τῆς αὐτῶν ἔμαθεν φωνῆς, καθ’ ἑαυτῶν στηλιτεύοντες, πῶς b οὐ φιλαυτίας μὲν ἀπάσης καὶ ψευδολογίας ἐκτὸς γεγονέναι ἐνδίκως ἂν ὁμολογοῖντο, φιλαλήθους δὲ διαθέσεως σαφῆ καὶ ἐναργῆ τεκμήρια παρεσχηκίναι;
καὶ ἄπλαστον ὡς ἀληθῶς καὶ ἀκέραιον ἦθος διὰ τῶν οἰκείων λόγων ἐπιδεδειγμένους, πανούργους τινὰς καὶ δεινοὺς ὑποτίθενται σοφιστὰς, ὡς τὰ μὴ ὄντα c πλασαμένους, καὶ τῷ οἰκείῳ διδασκάλῳ τὰ μὴ πρὸς αὐτοῦ πραχθέντα κεχαρισμένως ἀναθέντας; ὡς εὖ
μοι δοκεῖ εἰρῆσθαι, πάντα χρὴ πιστεύειν τοῖς τοῦ Ἰησοῦ μαθηταῖς, ἢ μή· καὶ εἰ μόνοις τούτοις τοῖς ἀνδράσιν ἀπιστητέον, καὶ τοῖς πᾶσιν, οἵτινες ποτ’ ἄρα παρ’ Ἕλλησιν ἢ παρὰ βαρβάροις βίους καὶ λόγους καὶ ἀπομνημονεύματα τῶν κατὰ χρόνους ἐπί τισιν ἀγαθοῖς κατορθώμασι βοηθέντων συνεγράψαντο·
ἢ τοῖς μὲν ἄλλοις πιστεύειν εὔλογον, μόνοις δὲ τούτοις ἀπιστεῖν.
μαθητοῦ προδοσίαν, καὶ τὴν τῶν συκοφαντῶν κατηγορίαν, χλεύας τε καὶ διασυρμοὺς δικαστῶν, τάς τε ὕβρεις καὶ τὰς πληγὰς τὰς κατὰ προσώπου, μάστιγάς τε κατὰ νώτου, καὶ τὸν ἐξ ἀκανθῶν στέφανον ἐπ’ ἀτιμίᾳ περιτιθέμενον αὐτῷ, φοινικοῦν τε χιτῶνα
ἐν χλαμύδος σχήματι περιβληθέντα, καὶ τέλος αὐτὸν αὐτὸ τὸ τοῦ σταυροῦ τρόπαιον ἐπικομίζοντα, ἐν τούτῳ τε πηγνύμενον καὶ χεῖρας καὶ πόδας καταπειρόμενον, ὄξει τε ποτιζόμενον, καὶ παιόμενον κατὰ κόρρης καλάμῳ, καὶ πρὸς τῶν ὁρώντων ὀνειδιζόμενοςν; 80
ἐναντίον δόγμα συστήσεται; τὸ γὰρ ἀληθεύειν τοὺς αὐτοὺς φάναι καὶ ἐν τῷ αὐτῷ ψεύδεσθαι οὐδέν ἐστιν ἢ τἀναντία κατὰ τὸ αὐτὸ περὶ τῶν αὐτῶν λέγειν.
τὸν διδάσκαλον κοσμεῖν, οὐκ ἄν ποτε αὐτοῖς τὰ προειρημένα κατέγραφον, οὐδ’ ἂν ἐδήλουν τοῖς μετὰ b ταῦτα ἀνθρώποις, ὅτι δὴ ἐλυπεῖτο καὶ ἠδημόνει καὶ τετάρακτο τὴν ψυχὴν, ὅτι αὐτοὶ αὐτὸν ἀπολιπόντες ᾤχοντο, ἢ ὅτι ὁ πάντων αὐτῶν προκεκριμένος ἀπόστολός τε καὶ μαθητὴς αὐτοῦ Πέτρος βασάνων ἐκτὸς καὶ ἀρχοντικῆς ἀπειλῆς τρίτον αὐτὸν ἐξωμόσατο. ταῦτα γὰρ κἂν ἄλλων λεγόντων χρῆν δήπουθεν
ἀρνεῖσθαι τοὺς οὐδὲν ἄλλο ἢ χαρίζεσθαι τὰ σεμνότερα τῷ διδασκάλῳ προτεθειμένους.
τὰ λυπηρὰ χρῆν μᾶλλον ἐκφυγεῖν ἤτοι διὰ σιωπῆς, ἢ διὰ τῆς περὶ αὐτῶν ἀρνήσεως, μὴ ἄλλως τῶν ὀψιγόνων ἐλέγξαι δυναμένων τὰ σεσιγημένα.
σύμβολον ἐνδείξασθαι τῆς προδοσίας, ἀπολιθωθείη αὐτίκα, ὁ δὲ ῥαπίσαι αὐτὸν τολμήσας ξηρὸς παραχρῆμα γένοιτο τὴν δεξιὰν, ὁ δ’ ἀρχιερεὺς Καïάφας, ὡς ἂν συντρέχων τοῖς κατ’ αὐτοῦ συκοφάνταις, d πηρωθείη τὰς ὄψεις;
πάντες, ὅτι μηδὲν σκυθρωπὸν ἀληθῶς περὶ αὐτὸν γέγονεν, ἀλλ’ ὁ μὲν ἀφανὴς ἢν καταγελάσας αύτῶν τοῦ δικαστηρίου, οἱ δὲ ἐπιβουλεύοντες, ὑπὸ φαντασίας θεηλάτου πλανώμενοι, ἐνεργεῖν κατ’ αὐτοῦ μὴ παρόντος ἐδόκουν; τί δ’ ἄρα; οὐκ ἦν
σεμνότερον τοῦ πλάττεσθαι ὅτι τῶν τοιῶνδε ποιητὴς ἔργων παραδόξων γέγονεν, τὸ γράφειν ὅτι μηδὲν μὲν ἀνθρώπινον μηδὲ θνητὸν περὶ αὐτὸν συνέβη, ἐνθέῳ δὲ δυνάμει τὰ πάντα καταστησάμενος τὴν εἰς οὐρανοὺς ἐπάνοδον μετὰ θειοτέρας δόξης
124 ἐποιήσατο; οὐ γὰρ δὴ τούτοις ἀπιστεῖν ἔμελλον οἱ ταῖς ἄλλαις αὐτῶν διηγήσεσι πεπιστευκότες.
τάρκης μὲν οὖν καὶ ἡ τῶνδε τυγχάνει περὶ τοῦ σω- σωτῆρος ἡμῶν μαρτυρία. οὐδὲν δὲ οἷον ἐκ περιουσίας καὶ τῷ ἐξ Ἑβραίων Ἰωσήπῳ μάρτυρι χρήσασθαι, ὃς b ἐν τῷ ὀκτωκαιδεγͅάτῳ τῆς ἸουδαΙ·κής Ἀρχαιολογίας τὰ κατὰ τοὺς Πιλάτου χρόνους ἱστορῶν μέμνηται τοῦ
σωτῆρος ἡμῶν ἐν τούτοις
πολλοὺς δὲ καὶ τοῦ Ἑλληνικοῦ ἐπηγάγετο. ὁ Χριστὸς οὗτος ἦν· καὶ αὐτὸν ἐνδείξει τῶν παρ’ ἡμῖν ὰρχόν- c τῶν σταυρῷ ἐπιτετιμηκότος Πιλάτου, οὐκ ἐπαύσαντο οἱ τὸ πρῶτον ἀγαπήσαντες.
ταῦτά τε καὶ ἄλλα μυρία περὶ αὐτοῦ εἰρηκότων. ὅθεν εἰσέτι νῦν ἀπὸ τοῦδε τῶν Χριστιανῶν οὐκ ἐπέλιπε τὸ φῦλον.”
δομήκοντα μαθητὰς ἐξῳκειωμένος, ἀλλὰ πολλοὺς μὲν τοῦ Ἰουδαϊκοῦ, πολλοὺς δὲ τοῦ Ἑλληνικοῦ προσαγό- προσαγόμενος, δῆλος ἂν εἴη περιττόν τι κεκτημένος παρὰ τοὺς λοιποὺς ἀνθρώπους.
εἰ μή τισι θαυμαστοῖς καὶ παραδόξοις ἔργοις καὶ ξενι- ζούσῃ κέχρητο διδασκαλίᾳ; μαρτυρεῖ δὲ καὶ ἡ τῶν Πραξέων τῶν ἀποστόλων γραφὴ, ὅτι πολλαὶ μυριά- ’δες ἦσαν Ἰουδαίων ἀνδρῶν πεπεισμένων αὐτὸν εἶναι τὸν Χριστὸν τοῦ θεοῦ, τὸν ὑπὸ τῶν προφητῶν κατηγγελμένον. καὶ ἡ ἱστορία δὲ κατέχει ὡς καὶ μεγίστη τις ἦν ἐκκλησία Χριστοῦ ἐν τοῖς Ἱεροσολύμοις ὑπὸ Ἰουδαίων συγκροτουμένη μέχρι τῶν χρόνων τῆς κατ’
Ἀδριανὸν πολιορκίας.
καὶ πρὸς αὐτῶν καὶ δίχα τῆς αὐτῶν μαρτυρίας μυρία ὁμολογεῖται πλήθη Ἰουδαίων τε καὶ Ἑλλήνων αὐτὸς Ἰησοῦς ὁ Χριστὸς τοῦ θεοῦ δι’ ὧν ἐπετέλει παραδόξων ἔργων ὑφ’ ἑαυτὸν πεποιημένος.
πρὸς τὸ πρῶτον τῶν ἀπίστων τάγμα, φέρε καὶ πρὸς τὸ δεύτερον στῖφος ἐνστῶμεν. τοῦτο δὲ ἦν τὸ τῶν b συνομολογούντων μἐν τὸν Ἰησοῦν τὰ παράδοξα πεποιηκέναι, γοητείᾳ δὲ ἄλλως ἐπὶ πλάνῃ τῶν ὁρώντων, οἶα θαυματουργὸν ἢ φαρμακέα τινα, θαυμαστῶσαι τοὺς
παρόντας.
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.