ἀνθρώποις τὰς διατριβὰς πεποιημένος παραδόξων γέγονε ποιητὴς ἔργων, τοτὲ μὲν λεπροὺς τὸ σῶμα δυνάμει d θείᾳ καθαίρων, τοτὲ δὲ προστάγματι λόγου τοὺς ἐν ἀνθρώποις δαίμονας ἐλαύνων, καὶ ἄλλοτε πάλιν νοσηλευομένοις καὶ παντοίοις ἀσθενειῶν εἴδεσι
καταπονουμένοις τὴν ἴασιν ἀφθόνως δωρούμενος.
μακραῖς ἐτῶν περιόδοις πρὸς τοῦ πάθους κατατρυχομένη, ἐπειδὴ ἑώρα μυρία πλήθη κυκλοῦντα αὐτὸν, καὶ μηδαμῶς ἐπιτρέποντα αὐτῇ γονυπετῆσαι προσελ- θούσῃ τοῦ τε πάθους τὴν ἀπαλλαγὴν ἐξαιτήσασθαι, ἀλλὰ καὶ ἄκρου τοῦ ἱματίου προσψαῦσαι μόνον δια- νοηθεῖσα ὑποδύνει, καὶ τοῦ κρασπέδου ἐπιλαβομένη 108
ὁμοῦ καὶ τῆς τῶν κακῶν ἰάσεως ἐπελάβετο, παρα- χρῆμά τε ὑγιὴς ἦν, τῆς τοῦ σωτῆρος ἡμῶν ἐνθέου δυνάμεως δεῖγμα μέγιστον ἐπικομιζομένη.
καὶ θυγατέρα πάλιν ἄλλος, Ἰουδαίων δὲ ἀρχισυνά- γωγος ἦν, ἀλλ’ οὗτος ἤδη καὶ θανοῦσαν.
ἐμπλεόντων, καὶ ὡς χειμασθέντων ἐπετίμησε τῇ θα- λάσσῃ καὶ τῷ κλύδωνι καὶ τοῖς ἀνέμοις, καὶ πάντα γε ἔστη παραχρῆμα, οἷα δεσπότου φωνὴν καταπτή- ξαντα;
ἐκ πέντε τὸν ἀριθμὸν ἄρτων εἰς κόρον πληρώσας, ὡς καὶ περιττὰ τοσαῦτα, ὅσα ἱκανὰ ἦν πληρῶσαι δώδεκα κοφίνους λαβεῖν, τίνα οὐκ ἂν ἐκπλήξειεν ^ καὶ ἐπὶ c ζήτησίν γε εἰκότως τῆς κατ’ αὐτὸν ἀπορρήτου δυνά- μεως ἐκκαλέσεται ; ἀλλ’ ἔνα μή μοι τὰ νῦν ὁ λόγος
εἰς μακρὸν μῆκος ἐκτείνοιτο, ἐπὶ πᾶσιν ἐκκείσθω ὁ αὐτοῦ θάνατος, οὐ κοινὸς τοῖς λοιποῖς ἀνθρώποις γεγενημένος.
τμηθεὶς σιδήρῳ τὰ σκέλη, οὐδὲ ὅλως πρός τινος ἀν- θρώπων παθών τι τῶν ἀναιρεῖν εἰωθότων βίαιον ὑπέμ“νε τελευτὴν, ἀλλ’ ὡς αὐτὸ μόνον ἑκὼν παρε- δίδου τοῖς ἐπιβουλεύουσι τὸ σῶμα ἀνωρθοῦτο μὲν ἀπὸ γῆς αὐτίκα, κἄπειτα ἐπὶ τοῦ ἰκρίου φωνήσας μέγα, καὶ τῷ πατρὶ παρατιθεὶς τὸ πνεῦμα, εἰπὼν αὐτοῖς ῥήμασιν ‘‘πάτερ εἰς χεῖράς σου παρατίθεμαι τὸ πνεῦμά μου,’ οὕτως ἄφετος καὶ ἐλεύθερος αὐτὸς
ἀφ’ ἑαυτοῦ τὴν ἐκ τοῦ σώματος ἀναχώρησιν ἐποιεῖτο. 71
ἔνσακρον, ἔνσωμον, αὐτὸν ἐκεῖνον οἷος καὶ τὸ πρὶν ἢν τοῖς οἰκείοις μαθηταῖς, οἶς καὶ ἐπὶ βραχὺ ὁμιλήσας,
καί τινα συνδιατρίψας χρόνον, ἄνεισιν ὅθεν καὶ παρῆν, ὑπ’ ὀφθαλμοῖς αὐτῶν τὴν εἰς οὐρανοὺς πορείαν 109 στειλάμενος· οἷς δὴ καὶ ὑποθήκας περὶ τῶν
πρακτέων παραδοὺς διδασκάλους τῶν ἐθνῶν ἁπάντων τῆς ἀνωτάτω θεοσεβείας ἀπέφηνεν.
βεβασανισμένῃ τε καὶ ἐξητασμένῃ τῇ κρίσει κατεδεξάμεθα.
δυνάμεως παραφαίνειν εἴωθε, πλὴν ἀλλὰ καὶ τῆς λογικωτέρας μεθόδου, ἣν προσάγειν εἰώθαμεν τοῖς b οὐ παραδεχομένοις τὰ προειρημένα, ἀλλ’ ἤτοι παντελῶς ἀπιστοῦσιν αὐτοῖς καὶ μηδὲν καθόλου γεγονέναι τοιοῦτον πρὸς αὐτοῦ φάσκουσιν, ἢ γεγονέναι
1 μὲν, γοητείᾳ δὲ ἄλλως ἐπὶ πλάνῃ τῶν ὁρώντων, ὡς ἂν ὑπ’ ἀνδρὸς πλάνου, ἐπιθέσθαι. εἰ δὲ χρὴ καὶ ἐπὶ τοῦ παρόντος βραχέα πρὸς τοὺς δεδηλωμένους ἐνστῆναι, οὐκ ἀπολειψόμεθα σπουδῆς, ἄλλως δέ πως
αὐτοῖς ἀπαντήσομεν.
δι’ ἣν οἶ μὲν μαθηταὶ, ὁ δὲ διδάσκαλος ἐχρημάτισαν. ὅ τε γὰρ διδάσκων ἐπαγγελίαν μαθήματός τινος ἐπαγγέλλεται, οἵ τε αὖ μαθηταὶ, μαθημάτων ὀριγνώμενοι, σφᾶς αὐτοὺς τῷ διδασκάλῳ προσφέροντες ἐπιτρέπουσι.
τῶν τοῦ Ἰησοῦ μαθητῶν τῆς σὺν αὐτῷ διατριβῆς, καὶ d τί τὸ ἀναγκαῖον τῆς περὶ αὐτὸν σπουδῆς, τίνων δὲ καὶ διδάσκαλον ἐπεγράφοντο μαθημάτων; ἢ τοῦτο μὲν δῆλον; πάντως γάρ που ὧν παρ’ αὐτοῦ μαθόντες εἰς ἑτέρους ἐξήνεγκαν· παραγγελίαι δ’ ἦσαν αὐτῷ
φιλοσόφου βίου, ὃν ὑπογράφων αὐτοῖς ἔλεγεν “μὴ κτήσησθε χρυσὸν μηδὲ ἄργυρον εἰς τὰς ζώνας, μὴ πήραν εἰς ὁδόν,’ καὶ τὰ τοιαῦτα, τῇ δὲ πάντα διοικούσῃ προνοίᾳ αὑτοὺς ἀναθέντας μηδὲν μεριμνᾶν τῶν χρειῶν ἕνεκα, παρῄνει δ’ αὐτοῖς καὶ τῶν
Ἰουδαίοις ὑπὸ Μώσεως παρηγγελμένων κρείττονα φρονεῖν.
αὐτοὺς δὲ δεῖν τούτους μὲν ἡγεῖσθαι μὴ προσήκειν αὑτοῖς τοὺς νόμους, τὸ δ’ ἀπαθὲς τῆς ψυχῆς περὶ 2 πολλοῦ προτιμᾶν, κάτωθεν ἐκ βάθους αὐτῆς διανοίας ὥσπερ ἀπὸ ῥιζῶν τὰ τῆς κακίας ἀποτέμνοντας βλα- b στήματα, καὶ κρατεῖν μὲν ὀργῆς καὶ πάσης αἰσχρὰς ἐπιθυμίας πειρᾶσθαι, μᾶλλον δὲ μηδὲ ὀργίζεσθαι δι’ ἄκραν ψυχῆς ἀπάθειαν ^ μηδὲ προσβλέπειν γυναῖκα
μετὰ ἐπιθυμίας ἀκολάστου, τοῦ δὲ κλέπτειν τοὐναν- τίον καὶ τὰ οἰκεῖα προἵεσθαι τοῖς δεομένοις, ἀλλὰ 72 μηδὲ σεμνύνεσθαι ἐπὶ τῷ μὴ ἀποστερεῖν ἀλλήλους, ἀλλ’ ἐπὶ τῷ τοὺς σφᾶς ἀποστερεῖν προηγουμένους ἀμνησικάκως φέρει.
πάνθ’ ὅσα ὁ μὲν ἐδίδασκεν, οἱ δ’ ἐμάνθανον; παρή̣- c νεῖ δ’ αὐτοῖς πρὸς τοῖς ἄλλοις τῆς ἀληθείας οὕτως ἔχεσθαι ὡς μηδ’ εὐορκίας δεῖσθαι, πολλοῦ δεῖ ἐπι- ορκεῖν ^ παρασκευάζειν δὲ τὸν τρόπον παντὸς ὅρκου πιστότερον φαίνεσθαι, μέχρι τοῦ ναί καὶ τοῦ οὔ χω-
ροῦντας ^ σὺν ἀληθείᾳ τοῖς ῥήμασι χρωμένους.
d πιθανὸν τοῦ νομίζειν συμφώνως ἅπαντας ψεύσασθαι, δώδεκα μὲν ὄντας τὸν ἀριθμὸν τοὺς ἐκκρίτους, ἑβδο- μήκοντα δὲ τοὺς λοιποὺς, οὓς καὶ ἀποστεῖλαι λέγεται ἀνὰ δύο πρὸ προσώπου αὐτοῦ εἰς πάντα τόπον καὶ χώραν οὗ ἔμελλεν αὐτὸς ἔρχεσθαι,. ἀλλ’ οὐδεὶς αἱρεῖ
λόγος ἀπιστεῖσθαι τοσοῦτο πλῆθος ἀνδρῶν εὐσεβῆ καὶ σεμνὸν βίον ἀσπασαμένων ^ καἰ πάντων μὲν τῶν οἰκείων ὠλιγωρηκότων, ἀντὶ δὲ τῶν φιλτάτων, γυναι- γυναικὸς λέγω καὶ παίδων καὶ παντὸς γένους, τὸν ἀκτή- μονα τρόπον ἑλομένων, καὶ τήν περὶ τοῦ διδασκά-
λοῦ μαρτυρίαν σύμφωνον ὡς ἀφ’ ἑνὸς στόματος εἰς πάντας ἀνθρώπους ἐξενηνοχότων.
ἐναντία, παρανομεῖν δηλαδὴ, καὶ ἀσεβεῖν, καὶ ἀδικεῖν, καὶ πλεονεκτεῖν, καὶ ἀποστερεῖν, καὶ εἴ τι ἕτερον κακὸν λέγοιτο, λανθάνειν δ’ ἐπὶ πᾶσι τούτοις σπουδάζειν, καὶ τὸ ἦθος μάλ’ εὐφυῶς ἐπικρύπτεσθαι προσχήματι σεμνῆς διδασκαλίας καὶ εὐσεβείας ἐπαγγελίᾳ
καινῇ· οἱ δὲ ταῦτα μετερχέσθων, καὶ τὰ τούτων ἔτι μοχθηρότερα, διὰ τὸ προαλὲς τῆς κακίας καὶ αὐτοδίδακτον αὐτῆς· ἐπὶ μέγα δὲ πλαστοῖς ῥήμασιν b ἐπαιρόντων τὸν διδάσκαλον, μηδενὸς ψευδοῦς φειδόμενοι λόγου· πάντα δὲ αὐτῷ τὰ παράδοξα καὶ τὰς
θαυματουργίας πεπλασμένως ἐπιγραφόντων, ὡς ἂν θαυμάζοιντο καὶ αὐτοὶ καὶ μακαρίζοιντο, οἷα μαθηταὶ τοιοῦδε γενέσθαι ἠξιωμένοι.
ἀλλ’ οὐδὲ ἀγαθῷ. πόθεν οὖν ἐν πλήθει τοσῶνδε ἀνδρῶν ἡ τῶν κακῶν εὕρηται συμφωνία; πόθεν ἡ περὶ c τῶν αὐτῶν ἐν πᾶσιν αὐτοῖς ὁμόφωνος μαρτυρία, ἡ μέχρι θανάτου ὁμοφροσύνη; ἀνδρὶ δὲ γόητι τοιάδε διδάσκοντι καὶ τοιάδε ἐπαγγελλομένῳ τίς ἂν τὴν ἀρχὴν
προσέσχε τὸν νοῦν; εἴποις ἂν ὅτι γόητες ἄλλοι τοῦ καθηγητοῦ κατ’ οὐδέν. ἆρ’ οὖν οἵδε τὸ τέλος οὐ συνεωράκεσαν τοῦ διδασκάλου καὶ οἵῳ κέχρητο θανάτῳ ; τί δῆτα οὖν καὶ μετὰ τὸ αἴσχιστον ἐκεῖνο τέλος αὐτοῦ ἐπέμενον, τὸν ἐν νεκροῖς θεολογοῦντες, ἢ τί
ἄρα ποθοῦντες, τὰ ἴσα παθεῖν; καὶ τίς πώποτ’ ἐπ’ οὐδενὶ λόγῳ πρόδηλον ἕλοιτο ἂν τοιαύτην τιαωρίαν ;
τὰ τῆς γε ἐπιβουλῆς ἐσκευώρητο, μετὰ δὲ τὸ ἐξ ἀνθρώπων γενέσθαι ἀσμένως αὐτοὶ θνήσκειν μᾶλλον ᾑροῦντο, ἢ τῆς ὑπὲρ αὐτοῦ μαρτυρίας ἀγαθῆς ἐξίστασθαι;
ἔργον ἐπαίνου ἄξιον, μηδὲ μὴν κατά τι ὠφελημένοι πρὸς αὐτοῦ, ἢ ὅσον πονηρίαν καὶ ἀνδρῶν πλάνην, 112 πῶς ἔθνησκον προθύμως τὰ σεμνὰ καὶ ἐπίδοξα περὶ αὐτοῦ μαρτυροῦντες, παρὸν ἑκάστῳ ζῆν ἀπραγμόνως, καὶ ἐπὶ τῆς οἰκείας ἑστίας μετὰ τῶν φιλτάτων τὸν
ἀκίνδυνον διάγειν βίον;
γὰρ λογισμοῦ καὶ ἀρετῆς μέτοχος ὑπὲρ ἀγαθοῦ κατορθώματος b κἂν εὐλόγως ποτὲ τὸν μετ’ εὐκλείας θάνατον ὑπομείνειεν, ὁ δὲ μοχθηρὸς τὸν τρόπον φιλοπαθής τις καὶ φιλήδονος ὢν, μόνην δὲ τὴν πρόσκαιρον ταυτηνὶ ζωὴν καὶ τὰς ἥατ’ αὐτὴν ἡδυπαθείας μεταδιώκων,
διώκων, οὐκ ἄν ποτε ἕλοιτο πρὸ ζωῆς θάνατον, οὐδ’ ὑπὲρ οἰκείων καὶ φιλτάτων τιμωρίας ὑπομείνειε, μή τί γε ὑπὲρ τοῦ φαυλότητα κατεγνωσμένου.
αὐτοὶ χείρονι μοχθηρίας τρόπῳ τὰς ψυχὰς ἐνεσχημένοι, ὑπέμενον πρὸς τῶν ὁμοεθνῶν πάσας αἰκίας καὶ πᾶν τιμωριῶν εἶδος ὑπὲρ τῆς αὐτοῦ μαρτυρίας c ἀναδέχεσθαι, οὐκ ὂν τοῦτο τῆς τῶν φαύλων οἰκεῖον φύσεως;
ὅτι καὶ ἀπαίδευτοι καὶ παντελῶς ἰδιῶται, μᾶλλον δὲ ὅτι καὶ βάρβαροι, καὶ τῆς Σύρων οὐ πλέον ἐπαἰον- ἐπαίοντες φωνῆς, πῶς ἐπὶ πᾶσαν προῆλθον τὴν οἰκουμέ- οἰκουμένην; ἢ ποίᾳ τοῦτο διανοίᾳ ἐφαντάσθησαν τολμῆσαι; ποίᾳ δὲ δυνάμει τὸ ἐπιχειρηθὲν κατώρθωσαν;
ἔστω γὰρ ἐπὶ τῆς οἰκείας γῆς καλινδουμένους ἀγροί- κους ἄνδρας πλανᾶν καὶ πλανᾶσθαι, καὶ μὴ ἐφ’ ἡσυ- d Χίας βάλλεσθαι τὸ πρᾶγμα· κηρύττειν δ’ εἰς πάντας τὸ τοῦ Ἰησοῦ ὄνομα, καὶ τὰς παραδόξους πράξεις αὐ- τοῦκατά τε ἀγροὺς καὶ κατὰ πόλιν διδάσκειν, καὶ τοὺς
μὲν αὐτῶν τὴν Ρωμαίων ἀρχὴν καὶ αὐτήν τε τὴν βα- σιλικωτάτην πόλιν νείμασθαι, τοὺς δὲ τὴν Περσῶν, τοὺς δὲ τὴν Ἀρμενίων, ἑτέρους δὲ τὸ Παρθῶν ἔθνος, καὶαὖ πάλιν τὸ Σκυθῶν,τινὰς δὲ ἤδη καὶ ἐπ’ αὐτὰτῆς οἰκουμένης ἐλθεῖν τὰ ἄκρα, ἐπί τε τὴν Ἰνδῶν φθά-
’σαι χώραν, καὶ ἑτέρους ὑπὲρ τὸν Ὠκεανὸν παρελθεῖν ἐπὶ τὰς καλουμένας Βρεττανικὰς νήσους, ταῦτα οὐκ ἔτ’ ἔγωγε ἡγοῦμαι κατὰ ἄνθρωπον εἷναι, μή τί γε κατὰ εὐτελεῖς καὶ ἰδιώτας, πολλοῦ δεῖ κατὰ πλάνους 113 καὶ γόητας.
στροφέως πεπειραμένοι, καὶ τούτου τὴν ἔκβασιν τῆς τελευτῆς καθεωρακότες, ποίοις ἄρα λόγοις ἐχρήσαντο πρὸς ἀλλήλους εἰς τὸ σύμφωνα περὶ αὐτοῦ πλάσα- σθαι; ἐξ ἑνὸς γὰρ στόματος οἶ πάντες καὶ λεπρῶν καθάρσεις, καὶ δαιμόνων ἀπελάσεις, νεκρῶν τε ἀνα-
βιώσεις, πηρῶν τε ἀναβλέψεις, καὶ μυρίας ἄλλας νο- σούντων ἰάσεις πρὸς αὐτοῦ γενέσθαι ἐμαρτύρησαν, b καὶ ἐπὶ πᾶσιν, τὴν αὐτοῦ μετὰ τὸν θάνατον ἀναβίω- σιν πρώτοις αὐτοῖς ἑωραμένην.
πεποιημένοι συνθήκας ἔθειτο πρὸς ἀλλήλους πλάσασθαι καὶ καταψεύσασθαι τῶν μὴ γεγονότων;·
“πλάνης διδάσκαλον ὑπ’ ὀφθαλμοῖς ἁπάντων ἡμῶν “τὴν ἐσχάτην ὑπομείναντα τιμωρίαν, ὅστις ποτὲ 74 “πάντων ἡμεῖς μάλιστα ἀκριβῶς ἴσμεν, οἷα μύσται “τῶν ἀπορρήτων αὐτοῦ γεγενημένοι· σεμνὸς μέν τις “ τοῖς πολλοῖς ἐφαντάζετο, καί τι πλέον ἔχειν παρὰ
‘‘τοὺς πολλοὺς ἐφρόνει, οὐδὲν δὲ μέγα οὐδὲ τῆς ἀναστάσεως ἄξιον ἐπήγετο, εἰ μή τις τὸ δολερὸν καὶ ‘ὕπουλον λέγοι τοῦ τρόπου, καὶ τὸ διάστροφα διδάξαι “ἡμᾶς αὐτοὺς τόν τε δι’ ἀπάτης τῦφον·
περὶ αὐτοῦ σύμφωνον ἐξενεγκεῖν εἰς πάντας d “ἀνθρώπους πλάνην, καὶ λέγωμεν ἑωρακέναι αὐτὸν τυφλοῖς τὸ βλέψιν κεχαρισμένον, ὃ οὐδείς ποθ’ ἡμῶν ἱστόρησε· καὶ κωφοῖς τὴν ἀκοὴν παρασχεῖν, ὃ οὐδείς ποθ’ ἡμῶν ἤκουσεν· λεπρούς τε καθαρίσαι
“καὶ νεκροὺς ἐγεῖραι. καὶ συλλήβδην εἰπεῖν, ἃ μήτε ‘‘εἴδομεν πρὸς αὐτοῦ πραχθέντα μήτε ἠκούσαμεν “λεχθέντα, ταῦτα ὡς ἀληθῶς πεπραγμένα διατεινώ- “μεθα
“δύνασθαι αὐτὸν ἐπικρύψασθαι, ἀλλὰ καὶ τοῦτον “ἡμεῖς ἀδιατρέπτως ἐπιλυώμεθα, μαρτυροῦντες εὖ “ μάλα ἀναιδῶς ὅτι δὴ πᾶσιν ἡμῖν μετὰ τὸ ἐκ νεκρῶν “ ἀναβιῶσαι συνεγένετο, ἑστίας τε καὶ τροφῆς συνή- 114 “ θους ἐκοινώνησε. ΛΓ. φυλαττέσθω δ’ ἡμῖν πᾶσι τὸ “ ἀναιδὲς καὶ ἀδιάτρεπτον ^ μενέτω δὲ ἡ ἔκστασις μἐ-
“XQL θανάτου ’ τί γὰρ καὶ ἄτοπον ὑπὲρ τοῦ μηδενὸς “ ἀποθνήσκειν ; τί δὲ καὶ λυπεῖ μηδενὸς εὐλόγου χά- “ ῥὶν μάστιγας καὶ βασάνους κατὰ τοῦ σώματος [λα- “ SLv], εἰ δὲ δέοι καὶ δεσμωτηρίων πειρᾶσθαι, ἀτι- “ μιῶν τε καὶ ὕβρεων ὑπὲρ οὐδενὸς ἀληθοῦς, καὶ τοῦθ’
ἡμῖν ἤδη μεμελετήσθω.’
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.