εἰς ἀνθρώπους ἀφίξεως τοῦ προκηρυττομένου θεοῦ καλεῖ δὴ καιρὸς καὶ τὰ περὶ τὴν ἀπαλλαγὴν τοῦ ἐξ ἀνθρώπων αὐτοῦ βίου διεξελθεῖν, συνιδεῖν τε αὖθις οἷα συμβήσεσθαι περὶ αὐτὸν ἄνωθεν ἐκ τόν προφητικῶν 462 ἐθεσπίζετο χρόνων.
τὰ περὶ τῶν τὸν θάνατον αὐτῷ συσκευωρησαμένων, μέρος οὐ μικρὸν τυγχάνοντα τῆς προκειμένης προτάσεως. πρὸ δέ γε τοῦ λόγου τὰ πολλάκις ἡμῖν εἰρημένα περὶ τῆς κατ’ αὐτὸν οἰκονομίας τηρητέον ὅτι δὴ τὰ μὲν κατὰ τὴν θεότητα αὐτοῦ, τὰ δὲ κατὰ τὴν
ἐνανθρώπησιν ἐπινοεῖται.
τοῦ κόσμου καὶ πρόβατον ἐπὶ σφαγὴν ἀγόμενον · τοῦτο δὲ ἦν τὸ ἀνθρώπειον σκῆνος, ὃ δίκην ἀμνοῦ καὶ προβάτου ἐκ τῆς ἡμετέρας ἀγέλης οἷά τις ἀρχιερεὺς ἀναλαβὼν καὶ τὴν ἀπαρχὴν τοῦ τῶν ἀνθρώπων γένους καλλιερησάμενος προσηγάγετο τῷ πατρὶ, δι’
οὗ καὶ τῇ τῶν ἀνθρώπων ὡμίλησε φύσει, οὐκ ἄλλως δυναμένῃ δυναμένῃ καὶ δυνάμεως ἀσωμάτου καὶ νοερᾶς ἐπηκόῳ γενέσθαι, οὐδέ τι μεῖζον σαρκῶν καὶ c σωμάτων δι’ ὀφθαλμῶν σαρκὸς ἐπινοῆσαι.
περὶ αὐτοῦ λέγεσθαι, ταῦτα τὸν ἀμνὸν ὁρᾶν τοῦ θεοῦ τὸν αἴροντα τὴν ἁμαρτίαν τοῦ κόσμου καὶ τὸ σκῆνος τὸ ἀνθρώπειον ὑποβάλλει νοεῖν. ἀμνὸς μὲν γὰρ ἦν αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου κατὰ τὸν βαπτιστὴν Ἰωάννην τὸν λέγοντα ‟ ἴδε ὁ ἀμνὸς
τοῦ θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἀμνὸς δὲ ἦν καὶ ὁ ἐπὶ σφαγὴν ἀγόμενος κατὰ τὸ παρὰ τῷ Ἠσαίᾳ λόγιον φάσκον ‟ ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείροντος ἄφωνος.
τῶν ἁμαρτιῶν τοῦ λαοῦ μου ἤχθη εἰς θάνατον. ἔδει γὰρ τὸν ἀμνὸν τοῦ θεοῦ, τὸν ὑπὸ τοῦ μεγάλου ἀρχιερέως ἀναληφθέντα ὑπὲρ τῶν λοιπῶν συγγενῶν ἀμνῶν καὶ ὑπὲρ πάσης τῆς ἀνθρωπίνης ἀγέλης, θυσίαν τῷ θεῶ προσαχθῆναι.
μὲν ἑαυτοῦ μαθητὰς ζωὴν καὶ φῶς καὶ ἀλήθειαν 463 ἑαυτὸν εἶναι καὶ τὰς λοιπὰς ἐπινοίας τῆς κατ’ αὐτὸν θεολογίας ἐπαίδευε, τοῖς δὲ ἀμυήτοις τῶν κατ’ αὐτὸν ἀπορρήτων ἔλεγε τί με ζητεῖτε ἀποκτεῖναι ἄνθρωπον, ὃς τὴν ἀλήθειαν ὑμῖν λελάληκα; ” ὥσπερ οὖν
τὰ τῆς θεολογίας ἰδιώματα ἐν τοῖς ἔμπροσθεν ἀποδέδοται, τὸν ὅμοιον δὴ τρόπον κἀνταῦθα τοῦ ἀμνοῦ τὰ ἀνθρωποπαθῆ παραστήσεται, τῶν πρὸ τοῦ πάθους αὐτοῦ μέσον ὄντων, ὁμοῦ τε ἄμφω τά τε κατὰ τὸν θεὸν καὶ τὰ κατὰ τὸν ἄνθρωπον αὐτοῦ περιειληθότων.
b
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.