καϊ εύφρανθώμεν έν αύτη. ω κύριε, σώσον δή, ω κύριε, εύόδωσον δή. ευλογημένος ό έρχόμενος έν ονόματι κυρίου, θεός κύριος, καϊ έπέφανεν ημἴν”
1 προφητείαν ὀχούμενος ὄνῳ τὴν ἐν τῷ Ζαχαρίᾳ πρόρρησιν ἐπλήρου, κατὰ τὸν θεῖον εὐαγγελιστὴν οἱ ὄχλοι προάγοντες αὐτὸν καὶ ἀκολουθοῦντες ἐπευφήμουν λέγοντες ‟ ὡς ἀννᾶ τῷ υἱῷ Δαβὶδ, εὐλογημένος ὁ ἐρχόμενος
ἐν ὀνόματι κυρίου, ὡς ἀννᾶ ἐν τοῖς ὑψίστοις. c
ἐκ τοῦ προκειμένου Ψαλμοῦ εἴρηται τὸ “ὡς ἀννά,” ὅπερ ἑρμηνευθὲν δηλοῖ ‟ σῶσον δή,” τὸ δὲ Ἑβραικὸν ἀννᾶ Αδωναΐ ὡς ἀννᾶ περιέχει, ἀλλὰ καὶ τὸ εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου,” ἐπειδήπερ καὶ αὐτὸ ἀπὸ τοῦ αὐτοῦ Ψαλμοῦ μετείληπται, ταῦτα δὲ
σαφῶς ἐπὶ τὸν Χριστὸν τοῦ θεοῦ ἀνενήνεκται, εἰκότως εἰς αὐτὸν καὶ τὰ λοιπὰ τῆς προρρήσεως ἐξειλήφαμεν.
οὐ μὴ χρονίσῃ,’ ὃς καὶ ἐλήλυθεν ἐν ὀνόματι κυρίου τοῦ θεοῦ καὶ πατρὸς αὑτοῦ. αὐτὸς δ’ ἂν εἴη καὶ θεὸς κύριος ὁ ἐπιφανεὶς ἡμῖν. ἐν ὀνόματι γοῦν τοῦ πατρὸς αὑτοῦ ὁμολογεῖ ἐληλυθέναι λέγων πρὸς τοὺς Ἰουδαίους ἐγὼ ἐλήλυθα ἐν τῷ ὀνόματι τοῦ πατρός
μου, καὶ οὐ λαμβάνετέ με · ἄλλος ἐὰν ἔλθῃ ἐν τῷ ὀνόματι τῷ ἰδίῳ, ἐκεῖνον λήψεσθε.’
περιτομῆς λαὸν διὰ τῆς Μωσαϊκῆς διδασκαλίας οἱκο- 2 δομοῦντες, ὃς καὶ ἀποδοκιμασθεὶς ὑπ’ αὐτῶν εἰς κεφαλὴν φαλὴν ἑτέρας γωνίας τῆς ἐξ ἐθνῶν ἐκκλησίας κατέστη, ἣν ὡς μὴ τοῖς πᾶσιν ὁρωμένην, μόνοις δὲ τοῖς προφητικοῖς ὀφθαλμοῖς θαυμαστὴν εἶναί φησιν ὁ λόγος φάσκων καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς
ἡμῶν
ἐν αὐτῇ.”
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.