Ἀπὸ ψαλμοῦ μ’.
cδιαφυλάξαι αὐτὸν, καὶ ζήσαι αὐτὸν, καὶ μακαρίσαι αὐτὸν ἐν τῇ γῇ, καὶ μὴ παραδῷ αὐτὸν εἰς χεῖρας ἐχθρόν αὐτοῦ. κύριος βοηθήσει αὐτῷ ἐπὶ κλίνης ὀδύνης αὐτοῦ, ὅλην τὴν κοίτην αὐτοῦ ἔστρεψας d ἐν τῇ ἀρρωστίᾳ αὐτοῦ. ἐγὼ εἶπα, κύριε, ἐλέησόν
1 με, ἴασαι ψυχήν μου, ὅτι ἥμαρτόν σοι. οἶ ἐχθροί μου εἶπαν κακά μοι, πότε ἀποθανεῖται καὶ ἀπολεῖται τὸ ὄνομα αὐτοῦ; καὶ εἰ εἰσεπορεύετο τοῦ ἰδεῖν, μάτην ἐλάλει ἡ καρδία αὐτοῦ, συνήγαγεν ἀνομίαν
ἑαυτῷ. ἐξεπορεύετο ἔξω, καὶ ἐλάλει ἐπὶ τὸ αὐτό.
ἐφ’ ὃν ἤλπισα, ὁ ἐσθίων ἄρτους μου, ἐμεγάλυνεν ἐπ’ ἐμὲ πτερνισμόν σὺ δὲ, κύριε, ἐλέησόν με, καὶ ἀνάστησόν με, καὶ ἀνταποδώσω αὐτοῖς. ἐν τούτῳ ἔγνων ὅτι τεθέληκάς με, ὅτι οὐ μὴ ἐπιχαρῇ ὁ ἐχθρός μου 464 ἐπ’ ἐμοί. ἐμοῦ δὲ διὰ τὴν ἀκακίαν ἀντελάβου, καὶ
ἐβεβαίωσάς με ἐνώπιόν σου εἰς τὸν αἰῶνα.”
θεσπίζεται δι’ αὐτῶν, ἃ καὶ μακρὸν ἂν εἴη συναγαγεῖν ἐπὶ τοῦ παρόντος, ἀρκεῖ δὲ χρήσασθαι εἰς μαρτυρίαν τοῦ λόγου δύο Ψαλμοῖς ἐπιγεγραμμένοις μὲν τοῦ Ἀσὰφ, εἰρημένοις δὲ κατὰ τοὺς τοῦ Δαβὶδ χρόνους.
ὁ Ἀσὰφ τυγχάνων, ὡς ἐν τῇ βίβλῳ φέρεται τῶν Παραλειπομένων, τοὺς ἐπιγεγραμμένους αὐτοῦ Ψαλμοὺς θείῳ πνεύματι προσεφώνησε.
γέγονεν ἐγγύς που πεντακοσίοις ἔτεσι μετὰ τὴν πρόρ· ῥῆσιν.
τὰς χεῖράς σου ἐπὶ τὰς ὑπερηφανίας αὐτῶν εἰς τέλος. ὅσα ἐπονηρεύσατο ὁ ἐχθρὸς ἐν τοῖς ἁγίοις σου, καὶ ἐνεκαυχήσαντο οἶ μισοῦντές σε ἐν μέσῳ τῆς ἑορτῆς σου.
d ξύλων ἀξίναις ἐξέκοψαν τὰς θύρας αὐτῆς ἐπὶ τὸ αὐτὸ, ἐν πελέκει καὶ λαξευτηρίῳ κατέρραξαν αὐτήν. ἐνεπύρισαν ἐν πυρὶ τὸ ἁγιαστήριόν σου, εἰς τὴν γῆν ἐβεβήλωσαν τὸ σκήνωμα τοῦ ὀνόματός σου.” ταῦτα μὲν ὁ ἑβδομηκοστὸς τρίτος ψαλμός.
δὲ ὄγδοος τοῦ Ἀσὰφ καὶ αὐτὸς τυγχάνων τάδε περιέχει ‟ ὁ θεὸς εἰδήλθοσαν ἔθνη εἰς τὴν κληρονομίαν σου, ἐμίαναν τὸν ναὸν τὸν ἅγιόν σου. ἔθεντο Ἰερουσαλημ ὡς ὀπωροφυλάκιον, ἔθεντο τὰ θνησιμαῖα τῶν δούλων σου βρώματα τοῖς πετεινοῖς
289 τοῦ οὐρανοῦ, τὰς σάρκας τῶν ὁσίων σου τοῖς θηρίοις τῆς γῆς.”
ἄλλοτε ἣ πρῶτον μὲν ἐπὶ τῆς Βαβυλωνίων πολιορκίας, δεύτερον δὲ ἐπὶ τοῦ Ῥωμαϊκοῦ πρὸς Ἰουδαίους πολέμου.
3 μένοις Ψαλμοῖς ὑπὸ τοῦ Ἀσάφ· τὰ δὲ δεύτερα ἀπὸ τοῦ ἑβδομηκοστοῦ ὀγδόου ἐπληροῦτο κατὰ τοὺς Ἀντιόχου χρόνους, τοῦ κληθέντος Ἐπιφανοῦς, ὃς τῆς Συρίας βασιλεύσας ὑπάγεται μὲν τὰ Ἱεροσόλυμα, b
μιαίνει δὲ τὸν ναὸν καὶ καθαιρεῖ τὸ θυσιαστήριον, ἔπειτα τοὺς Ἰουδαίους ἑλληνίζειν ἐπαναγκάζων πλείστους ὅσους αὐτῶν ἄνδρας τε καὶ γυναῖκας ὑπὲρ τοῦ οἰκείου νόμου καὶ τῆς πατρῴας εὐσεβείας ἀνήρει, ποικίλαις προαικιζόμενος τιμωρίαις.
ἐκεῖνον τοιγαροῦν τὸν καιρὸν καὶ εἰς τοὺς μετὰ ταῦτα τῷ Ἀντιόχῳ τὰ ἴσα πράξαντας ἀναφωνεῖ ὁ Ἀσὰφ τὰ ἀπὸ τοῦ ἑβδομηκοστοῦ ὀγδόου Ψαλμοῦ. μαρτυρεῖ δὲ τῷ λόγῳ ἡ τῶν καλουμένων Μακκαβαίων γραφὴ, τοῦτον ἔχουσα τὸν τρόπον ‟ καὶ προσἐπισυνήχθησαν c
πρὸς Ἰάκειμον καὶ Βακχίδην συναγωγὴ γραμματέων ἐκζητοῦσα δίκαια.”
καὶ ἀπέκτεινεν αὐτοὺς ἐν ἡμέρᾳ μιᾷ κατὰ τὸν λόγον Ἀσὰφ ὅν ἔγραψεν, ἔδωκαν τὰ θνησιμαῖα τῶν δούλων σου βρώματα τοῖς πετεινοῖς τοῦ οὐρανοῦ, σάρκας ὁσίων σου τοῖς ζῴοις τῆς γῆς, αἵματα αὐτῶν d ἐξέχεαν κύκλῳ Ἱερουσαλὴμ, καὶ οὐκ ἦν ὁ θάπτων.”
συνιέντων, ὅπως λόγος ὢν θεοῦ καὶ σοφία καὶ ζωὴ 4 καὶ φῶς ἀληθινὸν, καὶ πάντα πλοῦτον ἀγαθῶν κεκτη- μένος, δι’ ἡμᾶς ἐπτώχευσε σάρκα λαβὼν, καὶ τοῖς τὸ γένος θνητοῖς ἀνθρώποις καὶ πτωχοῖς ὁμοιωθεὶς, μορφήν τε δούλου καὶ πένητος ἀνειληφὼς, καὶ μάλιστα καθ’ ὃν καιρὸν ἐπλήρου τὴν ἀπὸ τοῦ Ψαλμοῦ
προφητείαν, εἰκότως ἐν ἀρχῇ τοῦ Ψαλμοῦ μακαρίζεται ὁ ταῦτα περὶ αὐτοῦ συνιεὶς, ἐπαγγελίας τυγχάνων 466 τῆς ἀναγεγραμμένης εἶθ’ ἐξῆς ἐκ προσώπου λοιπὸν δὴ τοῦ πένητος καὶ πτωχοῦ, αὐτοῦ δηλαδὴ τοῦ δι’ ημᾶς πτωχεύσαντος σωτῆρος ἡμῶν, ἐπιλέγεται
‟ ἐγὼ εἶπα, κύριε ἐλέησόν με.” ὅτι δὲ ἐκ προσώπου τοῦ σωτῆρος τὰ ἐν τῷ Ψαλμῷ θεσπίζεται αὐτάρκης μάρτυς ὁ εὐαγγελιστὴς Ἰωάννης τυγχάνει.
αὑτοῦ εἶπεν, ἐγὼ οἶδα οὓς ἐξελεξάμην. ἀλλ’ ἵνα ἡ γραφὴ πληρωθῇ, ὁ τρώγων μετ’ ἐμοῦ τὸν ἄρτον. ἐπῆρεν ἐπ’ ἐμὲ τὴν πτέρναν αὐτοῦ.”
ἄνθρωπος τῆς εἰρήν.ης μου, ἐφ’ ὃν ἤλπισα, ὁ ἐσθίων ἄρτους μου ἐμεγάλυνεν ἐπ’ ἐμὲ πτερνισμόν; ” φησὶν οὖν ἀρχόμενος‘ ἐγὼ εἶπα, κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι,” καὶ δι’ ὅλου τοῦ Ψαλμοῦ·
ἐξέδωκε τὸν τρόπον ‟ ἐμοῦ λέγοντος, κύριε οἰκτείρησόν με, ἴασαι τὴν ψυχήν μου, καὶ εἰ ἥμαρτόν σοι, 290 οἶ ἐχθροί μου ἔλεγον περὶ ἐμοῦ κακὰ, πότε ἀποθάνῃ, c καὶ ἀπολεῖται τὸ ὄνομα αὐτοῦ ; καὶ εἰσερχόμενος ἐπισκέψασθαι μάταια ἐλάλει ἡ καρδία αὐτοῦ, ἤθροι-
5 ζεν ἀδικίαν ἑαυτῇ· ἐξερχόμενος δὲ ἔξω κατελάλει. ὁμοθυμαδὸν ἐψιθύριζον κατ’ ἐμοῦ πάντες οἱ μισοῦντές με, περὶ ἐμοῦ ἐννοοῦντες κακά μοι.
ἀναστήσεται. ἀλλὰ καὶ ἄνθρωπος, ὃς εἰρήνευέ μοι, ᾧ ἐπεποίθειν, συνεσθίων μοι ἄρτον ἐμὸν, κατεμεγαλύνθη μου ἀκολούθως, σὺ δὲ κύριε οἴκτειρόν με, καὶ ἀνέγειρόν με, ἵνα ἀνταποδώσω αὐτοῖς. διὰ τοῦτο γνώσομαι ὅτι θελήσεις, ἐὰν μὴ καταλαλήσῃ ὁ ἐχθρός d
μου. ἐμοῦ δὲ διὰ τὴν ἁπλότητα ἀντέσχου ἀντέσχου, καὶ παραστήσεις με ἔμπροσθέν σου δι’ αἰῶνος.”
μου, ὅτι ἥμαρτόν σοι,” τηρήσεις τὸ παρὰ τῷ Συμμάχῳ μὴ οὕτως ἔχον, ἀλλὰ “ ἴασαι τὴν ψυχήν μου, καὶ εἰ ἥμαρτόν σοι.’ καὶ οὕτως δὲ τοῦτό φησιν, ἐπειδὴ τὰς ἡμετέρας κοινοποιεῖ εἰς ἑαυτὸν ἁμαρτίας.
ἁμαρτίαις ἡμῶν” καὶ “ αὐτὸς τὰς ἁμαρτίας ἡμῶν φέρει.”
αὑτὸν, “ ἵνα ἡμεῖς γενώμεθα δικαιοσύνη θεοῦ ἐν αὐτῷ.” ἀλλ’ ἐπεὶ καὶ ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας γενόμενος κατέκρινε τὴν ἁμαρτίαν ἐν τῇ σαρκὶ, εἰκότως προφέρεται τὰ ἐκκείμενα
ἀγάπην καὶ φιλανθρωπίαν ταῦτά φησιν, ἑξῆς ὑπο- b 6 καταβὰς ἐν αὐτῷ τῷ Ψαλμῷ ἐπιφέρει λέγων “ ἐμοῦ δὲ διὰ τὴν ἀκακίαν ἀντελάβου,” σαφῶς τὸ ἀπειρόκακον τοῦ θεοῦ παριστάς. πῶς δὲ τὰς ἡμετέρας ἁμαρτίας ἐξοικειοῦται, καὶ πῶς φέρειν λέγεται τὰς ἀνομίας ἡμῶν, ἢ καθ’ ὃ σῶμα αὐτοῦ εἶναι λεγόμεθα,
κατὰ τὸν ἀπόστολον φήσαντα “ὑμεῖς δὲ ἐστὲ σῶμα Χριστοῦ, καὶ μέλη ἐκ μέρους;”
εὐδόκησε θεοῦ λόγος ὢν μορφὴν δούλου λαβεῖν καὶ τῷ κοινῷ πάντων ἡμῶν σκηνώματι συναφθῆναι) τοὺς τῶν πασχόντων μελῶν πόνους εἰς ἑαυτὸν ἀναλαμβάνει, καὶ τὰς ἡμετέρας νόσους ἰδιοποιεῖται, καὶ πάντων ἡμῶν ὑπεραλγεῖ καὶ ὑπερπονεῖ κατὰ
τοὺς τῆς φιλανθρωπίας νόμους.
ἀφέσεως κατέστη, ἅτε τὸν ὑπὲρ ἡμῶν ἀναδεξάμενος θάνατον, μάστιγάς τε καὶ ὕβρεις καὶ ἀτιμίας ἡμῖν ἐποφειλομένας εἰς αὑτὸν μετατιθεὶς, καὶ τὴν ἡμῖν προστετιμημένην κατάραν ἐφ’ ἑαυτὸν ἑλκύσας, γενόμενος ὑπὲρ ἡμῶν κατάρα · καὶ τί γὰρ ἄλλο ἢ ἀντίψυχου;
διό φησιν ἐξ ἡμετέρου προσώπου τὸ λόγιον “ τῷ μώλωπι αὐτοῦ ἡμεῖς ἰάθημεν, καὶ κύριος παρέδωκεν αὐτὸν ταῖς ἁμαρτίαις ἡμῶν, ὥστε εἰκότως ἑνῶν ἑαυτὸν ἡμῖν ἡμᾶς τε αὑτῷ, καὶ τὰ ἡμέτερα πάθη ἰδιοποιούμενος, φησὶν “ ἐγὼ εἶπα, κύριε ἐλέη-
7 σόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι.”
ὀνόματος, δι’ οὗ μικρὸν ὕστερον Χριστιανῶν τὴνπᾶσαν κατέπλησεν οἰκουμένην, σβέσειν αὐτὴν οἴεσθαι ὺπειληφέναι, 291 εἰ τὰ πρὸς θάνατον ἐπιβουλεύσαιεν αὐτῷ.
αὐτοῦ;” ἐπεὶ δὲ καθυποκρινόμενοι προσῄεσαν πειράζοντες ὅπως αὐτὸν παγιδεύσωσιν, ὡς ἡ θεία γραφὴ μαρτυρεῖ, ἄλλοτε ἄλλας αὐτοὺς προφάσεις καὶ κατηγορίας κατ’ αὐτοῦ συσκευάζεσθαι ἱστοροῦσα, τούτ’ ὢν b ἕνεκα ἐπιλέγει “καὶ εἰ εἰσεπορεύετο τοῦ ἰδεῖν, μάτην
ἐλάλει ἡ καρδία αὐτοῦ, συνήγαγεν ἀνομίαν ἑαυτῷ, ἐξεπορεύετο ἔξω καὶ ἐλάλει ἐπὶ τὸ αὐτὸ κατ’ ἐμοῦ.”
Ἰουδαίων περὶ τῆς τοῦ διδασκάλου προδοσίας μηκέτ’ ἀπαντᾶν αὐτὸν συνήθως ἐπὶ τὴν τῶν θείων μαθη- c μάτων διδασκαλίαν, μηδ’ ὡς παρὰ διδάσκαλον φοιτπᾶν, μηδ’ ὁμοίως τοῖς ἑτέροις παραβάλλειν τῇ τοῦ σωτῆρος διατριβῇ, ἀλλ’ ἐπὶ τῷ κατοπτεύειν καὶ θηρεύειν
καιρὸν, ὅτε δέοι ἐπιθέσθαι αὐτῷ
μοι δοῦναι, κἀγὼ ὑμῖν παραδώσω αὐτόν ; οἶ δὲ ἔστη- 8 σαν αὐτῷ τριάκοντα ἀργύρια. καὶ ἀπὸ τότε ἐζήτει εὐκαιρίαν, ἔνα αὐτὸν παραδῷ” ὁ δὲ Μάρκος d “καὶ Ἰούδας ὁ Ἰσκαριώτης εἰς τῶν δώδεκα ἀπῆλθεν πρὸς τοὺς ἀρχιερεῖς, ἔνα αὐτὸν παραδῷ αὐτοῖς.
αὐτῷ ἀργύριον δοῦναι· καὶ ἐζήτει πῶς αὐτὸν εὐκαίρως παραδῷ.” ὁ δὲ Λουκᾶς γράφει λέγων‘‘ εἰσῆλθε δὲ ὁ Σατανᾶς εἰς Ἰούδαν τὸν ἐπικαλούμενον Ἰσκαριώτην, ὄντα ἐκ τοῦ ἀριθμοῦ τῶν δώδεκα, καὶ ἀπελθὼν συνελάλησε τοῖς ἀρχιερεῦσι καὶ γραμματεῦσι,
καὶ τοῖς στρατηγοῖς τοῦ ἱεροῦ, ἔνα αὐτὸν παραδῷ αὐτοῖς, καὶ ἐχάρησαν, καὶ συνέθεντο αὐτῷ ἀργύριον δοῦναι. καὶ ἐζήτει εὐκαιρίαν τοῦ παραδοῦναι αὐτὸν αὐτοῖς ἄτερ ὄχλου.”
τοῦ ἰδεῖν, μάτην ἐλάλει ἡ καρδία αὐτοῦ, 469 συνήγαγεν ἀνομίαν ἑαυτῷ. ἐξεπορεύετο ἔξω, καὶ ἐλάλει ἐπὶ τὸ αὐτό. κατ’ ἐμοῦ ἐψιθύριζον πάντες οἶ ἐχθροί μου.
ἤθροιζεν ἀδικίαν ἑαυτῇ· ἐξερχόμενος δὲ ἔξω κατελάλει. λάλει. ὁμοθυμαδὸν ἐψιθύριζον κατ’ ἐμοῦ πάντες οἶ μισοῦντές με.” μόνος μὲν οὖν ὡς ἂν γνώριμος καὶ μαθητὴς παρὰ διδάσκαλον εἰσιὼν περιεσκόπει καὶ κατεμάνθανεν, ἔνδον ἐπὶ τῆς ἑαυτοῦ καρδίας κρύ-
b πτων τὴν ἐπιβουλήν.
9 αὐτὸν ὑπισχνεῖτο, περὶ ὧν μετ’ αὐτῶν ἐκείνων ἐψι- θύριζε. διό φησιν “ ἐξεπορεύετο ἔξω, καὶ ἐλάλει ἐπὶ τὸ αὐτό. κατ’ ἐμοῦ ἐψιθύριζον πάντες οἶ ἐχθροί μου, κατ’ ἐμοῦ ἐλογίζοντο κακά μοι.
κατέθεντο κατ’ ἐμοῦ.” ἔοικε δὲ τὴν συνταγὴν τὴν περὶ τῶν ἀργυρίων λόγον παράνομον διὰ τῆς προφητείας c ὀνομάζειν, ἢ καὶ ὅτι ἀσεβῆ καὶ παράνομα κατ’ αὐτοῦ διενοοῦντο, ὡς ἂν σβεσθησομένου καὶ διαφθαρησομένου μετὰ τὸν θάνατον, καὶ μηκέτ’ ἐν
ζῶσιν ἐξετασθησομένου.
ταῦτα ἔτι κοινῶς περὶ πάντων εἴρηται τῶν κατὰ τὸν d καιρὸν τοῦ πάθους ἐπιβεβουλευκότων αὐτῷ, ἰδίως δὲ πάλιν περὶ τοῦ προδότου, ὡς ἂν περὶ μαθῃτευθέντος αὐτῷ, ἐξῆς ἐπιφέρει λέγων “ καὶ γὰρ ὁ ἄνθρωπος τῆς εἰρήνης μου, ἐφ’ ὃν ἤλπισα, ὁ ἐσθίων
ἄρτους μου, ἐμεγάλυνεν ἐπ’ ἐμὲ πτερνισμόν.”
καὶ τὴν ἐν λόγοις τοῦ διδασκάλου τροφὴν ἐπὶ τὰ χείρω τραπεὶς καὶ τοῖς ἐναντίοις τὸν εὐεργέτην ἀνταμειψάμενος.
στήσεσθαι, τούτου χάριν αὐτὸς ὁ σωτὴρ καὶ κύριος 470 ἡμῶν τἀναντία τούτοις εὐχόμενος, καὶ τῆς ἀναστάσεως ἀκωλύτως τυχεῖν ἀξιῶν τὸν πατέρα, φησὶ “ σὺ δὲ, κύριε, ἐλέησόν με, καὶ ἀνάστησόν με, καὶ ἀνταποδώσω αὐτοῖς. ἐν τούτῳ ἔγνων ὄτι τεθέληκάς με ὅτι μὴ ἐπιχαρῇ ὁ ἐχθρός μου ἐπ’ ἐμέ.”
γραφείσαις εἴσεται τὰς μετελθούσας τὸ Ἰουδαίων ἔθνος καὶ τοὺς ἄρχοντας αὐτῶν συμφορὰς, αἷς εἰκότως περιπεπτώκασι τὰ ἐπίχειρα ὧν εἰς αὐτὸν ἔδρασαν ἀπολαμβάνοντες.
δὲ σωτῆρος ἡμῶν ἡ ἐκ νεκρῶν ἀνάστασις διέδειξε τοῖς πᾶσιν ὅπως ἐν αὐτῷ εὐδόκησεν ὁ πατὴρ, ὃ καὶ c αὐτὸς διδάσκει λέγων “ ἐλέησόν με καὶ ἀνάστησόν με, καὶ ἀνταποδώσω αὐτοῖς. ἐν τούτῳ ἔγνων ὅτι τεθέληκάς με, ὅτι οὐ μὴ ἐπιχαρῇ ὁ ἐχθρός μου ἐπ’
ἐμοί.” τούτοις ἐπιλέγει “ἐμοῦ δὲ διὰ τὴν ἀκακίαν ἀντελάβου.”
ὅτι ἥμαρτόν σοι.
10 καὶ κύριος ἡμῶν εἰς ἑαυτὸν ἀνεδέξατο.
ἀνάστασιν αὐτοῦ σωτηρίας διδάσκων ἐπιλέγει καὶ ἐβεβαίωσάς με ἐνώπιόν σου εἰς τὸν αἰῶνα·” ἢ “ καὶ παραστήσεις με ἔμπροσθέν σου δι’ αἰῶνος” κατὰ τὸν Σύμμαχον.
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.