ἐνεκότουν μοι. ἡ καρδία μου ἐταράχθη ἐν ἐμοὶ, καὶ δειλία θανάτου ἐπέπεσεν ἐπ’ ἐμέ. φόβος καὶ τρόμος ἦλθεν ἐπ’ ἐμὲ, καὶ ἐκάλυψέ με σκότος καὶ τὰ ἑξῆς.
ἐν τῇ πόλει. ἡμέρας καὶ νυκτὸς κυκλώσει αὐτὴν ἐπὶ τὰ τείχη αὐτῆς, καὶ ἀνομία καὶ κόπος ἐν μέσῳ αὐτῆς καὶ ἀδικία, καὶ οὐκ ἐξέλιπεν ἐκ τῶν πλατειῶν αὐτῆς c τόκος καὶ δόλος. ὅτι εἰ ἐχθρὸς ὠνείδισέ με, ὑπήνεγκα ἄν· καὶ εἰ ὁ μισῶν με ἐπ’ ἐμὲ ἐμεγαλορρημόνησεν,
ἐκρύβην ἂν ἀπ’ αὐτοῦ · σὺ δὲ, ἄνθρωπε ἰσόψυχε, ἡγεμών μου καὶ γνωστέ μου, ὃς ἐπὶ τὸ αὐτὸ ἐγλύκανάς μοι ἐδέσματα, ἐν τῷ οἴκῳ τοῦ θεοῦ ἐπορεύθημεν ἐν ὁμονοίᾳ.”
εἰρήνης μου, ἐφ’ ὃν ἤλπισα, ὁ ἐσθίων ἄρτους μου, ἐμεγάλυνεν ἐπ’ ἐμὲ πτερνισμόν,” περὶ τοῦ Ἰούδα ἐν τῇ πρὸ ταύτης προφητείᾳ κειμένῳ.
ἀποστόλων ἀριθμοῦ χρηματίσας, οὕτω καὶ ἐν τῷ προκειμένῳ ἰσόψυχος καὶ ἡγεμὼν καὶ γνωστὸς αὐτῷ προσηγόρευται.
εἰς αὐτοῦ πρόσωπον λέγεται τὸ “ ὅς ἐπὶ τὸ αὐτὸ ἐγλύκανάς μοι ” καὶ γὰρ τῶν καταξιουμένων καὶ αὐτὸς εἶς ἦν τῆς ἀπορρήτου πρὸς τοὺς μαθητὰς τοῦ σωτῆρος ἡμῶν ὁμιλίας τε καὶ πνευματικῆς τροφῆς. 472
παραβολαῖς ἐλάλει, μόνοις δὲ τοῖς ἑαυτοῦ μαθηταῖς, ἐν οἷς καὶ ὁ Ἰούδας ἐξητάζετο, ἐπέλυεν ἅπαντα. διὸ λέλεκται “ὁ ἐσθίων ἄρτους μου ἐμεγάλυνεν ἐπ’ ἐμὲ πτερνισμόν” καὶ “ ὅς ἐπὶ τὸ αὐτὸ ἐγλύκανάς μοι ἐδέσματα.”
εἰπὼν “οἳ ὁμοῦ ἐγλυκάναμεν ἀπόρρητον,” ὁ δὲ Σύμμαχος b “ αἵτινες ἐκοινολογούμεθα γλυκεῖαν ὁμιλίαν. ἀντὶ δὲ τοῦ “ σὺ δὲ ἄνθρωπε ἰσόψυχε, ἡγεμών μου, καὶ γνωστέ μου” ὁ Σύμμαχός φησι σὺ δὲ ἄνθρωπε ὁμότροπέ μοι καὶ ἡγεμών μου καὶ γνωστέ μου.’ ἐπειδήπερ
τοσούτων ἠξιωμένος φίλος ἐν τοῖς μάλιστα ἦν τοῦ σωτῆρος, εἰκότως φησὶ περὶ αὐτοῦ τὸ ὅτι εἰ ἐχθρὸς ὠνείδισέ με, ὑπήνεγκα ἄν’ καὶ τὰ ἐξῆς.
κύριος ἔσωσέ με.” ἐσπέρας καὶ πρωὶ· καὶ διηγήσομαι καὶ ἀπαγγελῶ, καὶ εἰσακούσεται τῆς φωνῆς μου, λυτρώσεται ἐν εἰρήνῃ τὴν ψυχήν μου.’
συνεσκευάσατο.
ὁμιλίαν καὶ διδασκαλίαν, διὰ τὸ μηδὲν αὐτοὺς ὠφεληκέναι, ἀδολεσχίαν ἀποκαλεῖ φάσκων “ ἐλυπήθην ἐν τῇ ἀδολεσχίᾳ μου, καὶ ἐταράχθην ἀπὸ φωνῆς ἐχθροῦ, καὶ ἀπὸ θλίψεως ἁμαρτωλοῦ, ὅτι ἐξέκλιναν φησὶν ῾ ἐπ’ ἐμὲ ἀνομίαν καὶ ἐν ὀργῇ ἐνεκότουν μοι.’
ἅπερ δύναται μὲν καὶ ἐπὶ τοὺς ἄρχοντας τῶν ἐκ περιτομῆς 294 ἀναφέρεσθαι, τοὺς ἐχθρωδῶς καὶ ἐπιβουλευτικῶς ἐνεδρεύειν αὐτὸν πειρωμένους, δύναται δὲ καὶ περὶ δυνάμεων ἀοράτων ἔξωθεν αὐτὸν προσπολεμουσῶν καὶ τὴν δι’ ἀνθρώπων κατασκευὴν ἐνεργουσῶν
λέγεσθαι.
τετάρακται.’· ὅμοια γοῦν τούτοις ἐστὶ καὶ τὰ ἐν τῷ 473 2 Ψαλμῷ, ἐν ᾧ λέλεκται ἡ καρδία μου ἐταράχθη ἐν ἐμοὶ, καὶ δειλία θανάτου ἐπέπεσεν ἐπ’ ἐμὲ, φόβος καὶ τρόμος ἦλθεν ἐπ’ ἐμὲ, καὶ ἐκάλυψέ με σκότος,” δι’ ὧν τῶν ἀντικειμένων δυνάμεων τὰς κατ’ αὐτοῦ ὁρμὰς σημαίνει.
ὠνόμασταί τι πνεῦμα πορνείας, κατὰ τὸ “ πνεύματι πορνείας ἐπλανήθησαν, καὶ ἄλλο πνεῦμα πλανήσεως ἐν τῇ ἐρήμῳ, τὸν αὐτὸν τρόπον καὶ πνεῦμα θανάτου εἴη ἂν δειλίας ποιητικὸν, ὡς καὶ πνεῦμα ἰσχύος καὶ δυνάμεως καὶ ἀνδρείας τῆς κατὰ θεὸν ἐνεργητικόν.
b
ἐπιτέθειται αὐτῷ τὸν ὑπὲρ ἁπάντων θάνατον ὑπομείναντι.
c τοῦ θανάτου πεποιθήσει ζωῆς, αὐτὸς γὰρ ἡ ζωὴ, μακρὰν ἀπέρριψεν ἀποσεισάμενος. ὡσαύτως δὲ καὶ τὸ ἐπελθὸν αὐτῷ πνεῦμα φόβου ἢ τρόμου ποιητικὸν πνεύματι θάρσους καὶ δυνάμεως καὶ ἰσχύος πορρωτάτω ἀπηκόντισεν.
ἐπ’ αὐτὸν μετὰ τῶν ἄλλων πνευμάτων καὶ πνεῦμα βουλῆς καὶ ἰσχύος. οὕτω καὶ τὸ πνεῦμα τοῦ σκότους τῇ τοῦ ἰδίου φωτὸς ἀπεσκέδασε δυνάμει, ἐπεὶ “ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν.” εὕροις δ’ ἂν τὰ παραπλήσια τούτοις
3 καὶ ἐν εἰκοστῷ πρώτῳ Ψαλμῷ ἐν ᾧ πάλιν ἐκ τοῦ d αὐτοῦ λέλεκται προσί που “ περιεκύκλωσάν με μόσχοι πολλοὶ, ταῦροι πίονες περιέσχον με. ἤνοιξαν ἐπ’ ἐμὲ τὸ στόμα αὑτῶν, ὡς λέων ὁ ἁρπάζων καὶ ὠρυόμενος.”
ταπείνωσίν μου.”
αὐτῆς δὴ τῆς Ἱερουσαλὴμ, ἀκολούθως μετὰ τὴν κατὰ τῶν ἐπιβουλευσάντων αὐτῷ πρόρρησιν ἐπιλέγει ἑξῆς εἶδον ἀνομίαν καὶ ἀντιλογίαν ἐν τῇ πόλει, καὶ τὰ τούτοις ἀκόλουθα, ἃ καὶ ὁποίας ἔχεται διανοίας b οὐ νῦν σχολὴ διηγεῖσθαι.
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.