ἐν τῷ κρίνεσθαι αὐτὸν ἐξέλθοι καταδεδικασμένος, καὶ ἡ προσευχὴ αὐτοῦ γενηθήτω εἰς ἁμαρτίαν. γενη- d θήτωσαν αἶ ἡμέραι αὐτοῦ ὀλίγαι, καὶ τὴν ἐπισκοπὴν αὐτοῦ λαβέτω ἔτερος.”
Ἰούδαν ἀναφορᾶς ἐχέγγυος μάρτυς ὁ ἀπόστολος Πέτρος, μετὰ τὴν τοῦ σωτῆρος ἡμῶν ἀνάληψιν συνηγμένων τῶν ἀποστόλων πάντων σὺν καὶ ἄλλοις πλείοσιν ἀδελφοῖς, μέσος ἀναστὰς, καὶ ταῦτα φήσας ἄνδρες ἀδελφοὶ, ἔδει πληρωθῆναι τὴν γραφὴν, ἣν
προεῖπε τὸ πνεῦμα τὸ ἅγιον διὰ στόματος Δαβὶδ περὶ Ἰούδα τοῦ γενομένου ὁδηγοῦ τοῖς συλλαβοῦσιν Ἰησοῦν, ὅτι κατηριθμημένος ἦν ἐν ἡμῖν, καὶ ἔλαχε τὸν κλῆρον τῆς διακονίας ταύτης.
γενόμενος ἐλάκησε μέσος, καὶ ἐξεχύθη πάντα τὰ σπλάγχνα αὐτοῦ, καὶ γνωστὸν ἐγένετο πᾶσι τοῖς 475 κατοικοῦσιν Ἱερουσαλὴμ, ὥστε ὥστε κληθῆναι τὸ χωρίον ἐκεῖνο τῇ ἰδίᾳ διαλέκτῳ αὐτῶν Ἀκελδαμὰχ, ὅ ἐστι χωρίον αἵματος. γέγραπται γὰρ ἐν βίβλῳ Ψαλμων,
γενηθήτω ἡ ἔπαυλις αὐτοῦ ἔρημος, καὶ μὴ ἔστω ὁ κατοικῶν ἐν αὐτῇ, καὶ καὶ τὴν ἐπισκοπὴν αὐτοῦ λαβέτω ἕτερος.
2 ρωθῇ τὸ τῆς προφητείας · ὅτε κλήρου γενομένου “ ἔπεσεν ὁ κλῆρος ἐπὶ Ματθίαν, καὶ συγκατεψηφίσθη μετὰ b τῶν δώδεκα ἀποστόλων.” τούτων οὕτως ἐκτελεσθέντων ἀκόλουθον ἂν εἴη τὸ λέγον ἐν τῷ Ψαλμῷ πρόσωπον
οὐχ ἕτερον ἡγεῖσθαι τοῦ σωτῆρος ἡμῶν, ὃς τῷ πατρὶ τὴν ἀναπεμφθεῖσαν αὐτῷ παρὰ τὸν τοῦ πάθους καιρὸν εὐχὴν τῆς διὰ τοῦ ἁγίου πνεύματος ἀναγραφῆς προλαβὼν κατηξίωσε, τὸ μέλλον περὶ αὐτοῦ συμβήσεσθαι θεσπίσας.
τὴν αἴνεσίν μου μὴ παρασιωπήσῃς,” τὴν ὑπ’ αὐτοῦ παραδοθεῖσαν τοῖς αὑτοῦ μαθηταῖς διδασκαλίαν καὶ τῆς καινῆς διαθήκης τὴν αἴνεσιν παρακαλῶν μὴ κατασιγσσθῆναι, c ἀλλὰ καὶ εἰς τὸν ἑξῆς ἅπαντα αἰῶνα παραμεῖναι τῷ βίῳ.
δολίου κυρίως ἂν λεχθείη τὸ τοῦ Ἰούδα, ὃς πορευθεὶς πρὸς τοὺς ἀρχιερεῖς εἶπεν αὐτοῖς “ τί θέλετέ μοι δοῦναι, κἀγὼ ὑμῖν παραδώσω αὐτόν; οἶ δὲ ἔστησαν αὐτῷ τριάκοντα στατῆρας. καὶ ἀπὸ τότε ἐζήτει εὐκαιρίαν, ἔνα αὐτὸν παραδῷ αὐτοῖς.
κατ’ αὐτοῦ συνθέμενος, εἷς ἦν τῶν μετὰ ταῦτα σὺν αὐτῷ ἀνακειμένων ἐν τῷ τοῦ πάσχα συμποσίῳ, ὅτε καὶ αὐτὸς ὁ σωτὴρ ἡμῶν “ ἀνέκειτο μετὰ τῶν δώδεκα, ἐσθιόντων τε αὐτῶν εἶπεν ‘ἀμὴν ἀμὴν λέγω ὑμῖν, d ὅτι εἷς ἐξ ὑμῶν παραδώσει με.
σφόδρα ἤρξαντο λέγειν ἕκαστος αὐτῶν, μή τι ἐγώ εἰμι, κύριε;” ἐν οἷς ἦν καὶ Ἰούδας, ὃς τὸ πλῆρες παντὸς δόλου καὶ εἰρωνείας ἀνοίξας στόμα ἀποκριθεὶς εἶπεν, μή τι ἐγώ εἰμι Ῥαββί; δόλιον δὴ στόμα, δι’ οὗ τὸ σημεῖον τοῖς ἐπιβούλοις τοῦ σωτῆρος ἡμῶν
ἐδήλου, λέγων “ὅν ἐὰν φιλήσω, αὐτός ἐστι, κρατή- 296 3 σατε αὐτόν.”
476 οὖν ἕνεκα προλαβὼν διὰ τοῦ Ψαλμοῦ φησιν ‘‘ὅτι στόμα ἁμαρτωλοῦ καὶ στόμα δολίου ἐπ’ ἐμὲ ἠνοίχθη, ἐλάλησαν κατ’ ἐμοῦ γλώσσῃ δολίᾳ καὶ λόγοις μίσους ἐκύκλωσάν με καὶ ἐπολέμησάν με δωρεάν.” ἔνθα μετὰ τοῦ Ἰούδα καὶ τῶν λοιπῶν τῶν ἐπιβουλευσάντων
αὐτῷ μνημονεύει
καὶ εἶπεν ὁ κύριος “ ὡς ἐπὶ λῃστὴν ἐξήλθετε, μετὰ μαχαιρῶν καὶ ξύλων συλλαβεῖν με; καθ’ ἡμέραν πρὸς ὑμᾶς ἐκαθεζόμην ἐν τῷ ἱερῷ διδάσκων, καὶ οὐκ ἐκρατήσατέ με. τοῦτο δὲ ὅλον γέγονεν, ἵνα πληρωθῶσιν αἱ γραφαὶ τῶν προφητῶν.” ἔτι δέ φησιν ἐν
τῷ Ψαλμῷ ‘‘ἀντὶ τοῦ ἀγαπᾶν με ἐνδιέβαλλόν με, ἐγὼ δὲ προσηυχόμην.”
τῷ πατρὶ, δεύτερόν τε εὐξαμένου καὶ τρίτον, ὁ Ἰούδας σὺν τοῖς ἄρχουσι τῶν Ἰουδαίων τὰ τῆς ἐπιβουλῆς αὐτῷ κατήρτυεν, συνάγων καὶ προξενῶν τὸ πλῆθος τῶν μετὰ μαχαιρῶν καὶ ξύλων συλλαβεῖν αὐτὸν τὸν παρεσκευασμένων ‘‘κακὰ δὲ εἰς αὐτὸν ἔθεντο
4 ἀντὶ ἀγαθῶν καὶ μῖσος ἀντὶ τῆς ἀγαπήσεως αὐτοῦ,” ὅτε πονηρὰ διετέθειντο τὸν σωτῆρα καὶ εὐεργέτην καὶ διδάσκαλον, μυρίας ὅσας ἰάσεις καὶ θεραπείας λόγων τε διδασκαλίας καὶ παντοίας ὠφελείας αὐτοῖς d
παρεσχημένον.
ἡ προσευχὴ αὐτοῦ γενηθήτω εἰς ἁμαρτίαν. γενηθήτωσαν αἱ ἡμέραι αὐτοῦ ὀλίγαι καὶ τὴν ἐπισκοπὴν αὐτοῦ λαβέτω ἕτερος.”
γραφήν. καὶ σοὶ δὲ αὐτῷ πάρεστι συνορᾶν, εἰ μὴ καθέσταται ἐπὶ τὸ Ἰουδαίων ἔθνος ἄρχων καὶ ἠγούμενος ἁμαρτωλὸς, ᾧ μετὰ τὰ τολμηθέντα αὐτοῖς κατὰ τοῦ σωτῆρος ἡμῶν παρεδόθησαν, ἀντὶ τῶν πάλαι οἰκείων καὶ θεοφιλῶν ἀρχόντων ἀλλοφύλοις καὶ εἰδωλολάτραις 477
δουλεύειν κατηναγκασμένοι.
ὃν ἔδοξαν διαμένειν, μεθ’ ὃν τὴν ὑστάτην ὑπέμειναν πολιορκίαν καὶ τὴν παντελῆ καθαίρεσιν, ἐφ’ ᾗ καὶ τὴν ἐπισκοπὴν αὐτῶν ἔλαβεν ἕτερος, ὁ διὰ Χριστοῦ συγκροτηθεὶς λαός.
περί τινων υἱῶν τοῦ Ἰούδα λεγόμενα ἐν τῷ “ γενηθήτωσαν οἱ υἱοὶ αὐτοῦ ὀρφανοί,’ καὶ τὰ παραπλήσια, ἀνάγοιτ’ ἂν καὶ ἐπ’ αὐτὸν μὲν προηγουμένως τὸν Ἰούδαν, μετ’ ἐκεῖνον δὲ καὶ ἐπὶ πάντας τοὺς ὁμοίους αύτῷ τὸν σωτήριον προδιδόντας· καταλλήλως δὲ νοήσεις καὶ τὴν γυναῖκα αὐτοῦ, καὶ τὰς ἁμαρτίας τῶν πατέρων αὐτοῦ καὶ τῆς λεγομένης μητρὸς 297 αὐτοῦ, τῆς τοῦ Ἰουδαίων ἔθνους συναγωγῆς.
περὶ αὐτῆς γὰρ ἡγοῦμαι λέγεσθαι τὸ “ καὶ ἡ ἁμαρτία c τῆς μητρὸς αὐτοῦ μὴ ἐξαλειφθείη.”
πένητα · ” τὸν αὐτὸν τρόπον καὶ ἐν τῷ παρόντι Ψαλμῷ τούτοις ἐπικέκληται τοῖς ὀνόμασι.
ποιῆσαι ἔλεος, καὶ κατεδίωξεν ἄνθρωπον πένητα καὶ πτωχὸν καὶ κατανενυγμένον τῇ καρδίᾳ τοῦ θανα- d καὶ ἠγάπησε κατάραν, καὶ ἥξει αὐτῷ, καὶ οὐκ ἠθέλησεν εὐλογίαν, καὶ μακρυνθήσεται ἀπ’ αὐτοῦ.”
πτωχὸν ἑαυτὸν ὀνομάζει λέγων “ καὶ σὺ, κύριε κύριε, ποίησον μετ’ ἐμοῦ ἔλεος, ἕνεκεν τοῦ ὀνόματός σου, ὅτι χρηστὸν τὸ ἐλεός σου. ῥῦσαί με ὅτι πτωχὸς καὶ πένης εἰμὶ ἐγώ. ” οἶς μεθ’ ἕτερα ἐπιλέγει “ τὰ γόνατά μου ἠσθένησαν ἀπὸ νηστείας, καὶ ἡ σάρξ μου ἠλλοιώθη
δι’ ἔλαιον, καὶ ἐγὼ ἐγενήθην ὅνειδος αὐτοῖς.
5 ἐπεὶ δὲ εἰσέτι νῦν οἶ ἐκ περιτομῆς τὴν τῶν πατέρων 478 αὐτῶν εἰς ἑαυτοὺς ἀρὰν ἐπισπώμενοι βλασφήμοις καὶ ἀσεβέσι ῥήμασιν καταναθεματίζειν τὸν σωτῆρα καὶ κύριον ἡμῶν καὶ τοὺς εἰς αὐτὸν πεπιστευκότας ἅπαντας
εἰώθασι, τούτου χάριν ἑξῆς ἐπιλέγει “ καταράσονται αὐτοὶ, καὶ σὺ εὐλογήσεις.
δὲ ἐξομολογήσομαι τῷ κυρίῳ σφόδρα ἐν τῷ στόματί μου, καὶ ἐν μέσῳ πολλῶν αἰνέσω αὐτὸν, ὅτι παρέστη b ἐκ δεξιῶν πένητος τοῦ σῶσαι ἐκ τῶν καταδιωκόντων τὴν ψυχήν μου.
ποιούμενοι παλαίουσι κακοῖς ἀπὸ τῶν αὐτῶν χρόνων μηδ’ ὅλως ἀνανεῦσαι δεδυνημένοι, ὅπως τε αὐτὸς αἶνον τῷ πατρὶ ἐν μέσῳ πολλῶν ἐθνῶν τὸν διὰ τῆς καινῆς διαθήκης αὐτοῦ καταρτίζεται, συνεργὸν τὸν πατέρα καὶ τῆς ἑαυτοῦ δεξιᾶς πάρεδρον κεκτημένος.
διὸ, φησὶν, “ ἐν μέσῳ πολλῶν αἰνέσω αὐτὸν, ὅτι παρέστη ἐκ δεξιῶν πένητος.”
νητα καὶ πτωχὸν καὶ κατανενυγμένον τῇ καρδίᾳ τοῦ θανατῶσαι,” καὶ σαφῶς δηλώσας ἑαυτοῦ τὸν θάνατον περιγράφων τὴν προφητείαν, τὴν μετὰ τὸν θάνατον αὑτοῦ σωτηρίαν ἠνίξατο εἰπὼν “ὅτι παρέστη ἐκ δεξιῶν πένητος, τοῦ σῶσαι ἐκ τῶν κατ’ καταδιωκόντων τὴν ψυχην
μου.”
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.