φῶς, καὶ ψῦχος καὶ πάγος ἔσται μίαν ἡμέραν. καὶ ἡ ἡμέρα ἐκείνη γνωστὴ τῷ κυρίῳ, καὶ οὐχ ἡμέρα καὶ οὐ νὺξ τὸ πρὸς ἑσπέραν ἔσται φῶς. καὶ ἐν τῇ ἡμέρᾳ c ἐκείνῃ ἐξελεύσεται ὕδωρ ζῶν ἐξ Ἱερουσαλὴμ, τὸ ἥμισυ 1 αὐτοῦ εἰς τὴν θάλασσαν τὴν πρώτην, καὶ τὸ ἠμὶ αὐτοῦ εἰς τὴν θάλασσαν τὴν ἐσχάτην. ἐν θέρει καὶ ἐν ἔαρι ἔσται οὕτως. καὶ ἔσται κύριος εἰς βασιλέα ἐπὶ πᾶσαν τὴν γῆν. ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἔσται κύριος εἷς, καὶ τὸ ὄνομα αὐτοῦ ἒν, κυκλοῦν πᾶσαν τὴν γῆν
καὶ τὴν ἔρημον.”
μάτων, ἀγγέλων τε καὶ λειτουργῶν αὑτοῦ, περὶ ὧν εἴρηται ἐν τοῖς ἱεροῖς εὐαγγελίοις ὅτι “ προσῆλθον αὐτῷ ἄγγελοι καὶ διηκόνουν αὐτῷ.”
διατριβῆς) ἐπληροῦτο μετὰ τῶν ἄλλων προρρήσεων καὶ τὰ ἐν χερσὶ τεθεσπισμένα, ὁπηνίκα παρὰ τὸν τοῦ πάθους αὐτοῦ καιρὸν ‘‘ἀπὸ ὥρας ἕκτης σκότος ἐγένετο ἐπὶ πᾶσαν τὴν γῆν ἴως ὥρας ἐνάτης.” διό φησιν ἡ προφητεία ἐν τῇ ἡμέρᾳ ἐκείνῃ οὐκ ἔσται
φῶς. ” καὶ πάλιν “ καὶ οὐχ ἡμέρα καὶ οὐ νὺξ τὸ πρὸς ἑσπέραν ἔσται ”
τοῦ σκότους διαλείποντος ἡμέρα καὶ φῶς ἐγίνετο, μεθ’ ἃ πάλιν συνήθως ἡ νὺξ κατελάμβανεν. ἅπερ ὁ τῆς προφητείας λόγος ᾐνίττετο φάσκων “ καὶ ἡμέρα ἐκείνη γνωστὴ τῷ κυρίῳ, καὶ οὐχ ἡ μέρα καὶ οὐ νὺξ τὸ πρὸς ἐσπέραν ἔσται φῶς.”
2 διὰ τὸ μεσημβρινὸν σκότος· καὶ πάλιν οὐ νὺξ διὰ τὴν ἐπικαταλαβοῦσαν ἡμέραν, ἣν παρέστησεν ἐπιση- μηνάμενος διὰ τοῦ φάναι τὸ “ πρὸς ἑσπέραν ἔσται ” τίς δ’ οὐκ ἂν θαυμάσειε καὶ τῆς χειμαδίου ὥρας τὴν
μνήμην ; ἣν καὶ αὐτὴν ἐθέσπισεν ὁ λόγος φήσας “ καὶ b ψῦχος καὶ πάγος ἔσται·” ὁ καὶ αὐτὸ ἡ τοῦ μαρτυρία συνίστησιν, ὁπηνίκα ὁ Πέτρος ἀκολουθῶν λουθῶν τῷ Ἰησοῦ, περιαψάντων πυρὰν ἐν τῇ αὐλῇ τοῦ Καϊάφα, μετὰ τῶν ἄλλων ἐθερμαίνετο.
Ἰωάννης ἄντικρυς καὶ τοῦ ψύχους ἐμνημόνευσεν εἰπὼν “ εἱστήκεισαν οἶ δοῦλοι καὶ οἶ ὑπηρέται ἀνθρακιὰν 304 πεποιηκότες, ὅτι ψῦχος ἦν, καὶ ἐθερμαίνοντο.
δαίων ἔθνος, τοῦ σωτηρίου φωτὸς αὐτοῖς ἐπιλάμψαντος, αὐτῶν τε μᾶλλον τὸ σκότος ἢ τὸ φῶς ἑλομένων, c τοῦθ’ ὅπερ καὶ εἵλοντο μετῆλθεν αὐτοὺς, ἀναχωρήσαντος μὲν αὐτῶν τοῦ φωτὸς, διαλαβούσης δὲ αὐτοὺς νυκτὸς ἀφεγγοῦς, σκοτισθείσης αὐτῶν τῆς διανοίας,
πρὸς τὸ μὴ διαυγάσαι τὸν φωτισμὸν τοῦ εὐαγγελίου ἐν ταῖς καρδίαις αὐτῶν, ἀλλὰ καὶ ψυγείσης τῆς πρὸς τὸν θεὸν ἀγάπης αὐτῶν, τὰ σύμβολα τούτων εἰκότως ἐτελεῖτο, ἐπληροῦτό τε ἑξῆς τὰ τῆς προρρήσεως, κατὰ τὴν τοιάνδε τῆς σωτηρίου ἐπιφανείας ἡμέραν ὕδατος
ζῶντος ἐξελθόντος ἐξ Ἱερουσαλὴμ, εἰς πάντα τὰ ἔθνη προελθόντος τοῦ γονίμου καὶ ζωτικοῦ λόγου τῆς εὐαγγελικῆς d διδασκαλίας, ἀρξαμένου μὲν ἀπὸ τῆς Ἰουκαίας, καὶ ἐξ αὐτῆς γε τῆς Ἱερουσαλὴμ, διαδοθέντος δὲ εἰς πᾶσαν τὴν γῆν, καὶ εἰς πάντα τὰ τῆς οἰκουμένης
μένῃς πέρατα.
οἱ πιόντες αὐτοῦ, τοὺς πάλαι πολλοὺς βασιλεύσαντας αὐτῶν δαίμονας πονηροὺς ἀπαρνησάμενοι, τὸν ἕνα κύριον καὶ βασιλέα σφῶν αὐτῶν ὁμολογήσουσι, καὶ ὡς ὁ κύριος ὁ μόνοις τὸ πρὶν Ἑβραίοις γνωριξόμενος 489 γενήσεται βασιλεὺς πάντων τῶν εἰς αὐτὸν ἐξ ἁπάσης
τῆς γῆς πιστευσάντων ἐθνῶν, καὶ τὸ ὅνομα αὐτοῦ ἕν ἕσται, κυκλοῦν πᾶσαν τὴν γῆν καὶ τὴν ἕρημον.
πόλιν καὶ χώραν καὶ αὐτά γε τὰ ἐν ταῖς ἐρήμοις καὶ ταῖς ἐσχατιαῖς τῆς γῆς οἰκοῦντα ἕθνη περιεκύκλωσε τοῖς τῆς προφητείας ἀκολούθως θεσπίσμασιν.
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.