τέλεια, καὶ καταβήσεται ὡς ποταμὸς Αἰγύπτου καὶ ἔσται ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, λέγει κύριος, δύσεται ὁ ἥλιος μεσημβρίας, καὶ συσκοτάσει ἐπὶ τῆς γῆς ἐν ἡμέρᾳ τὸ φῶς.
καὶ ἀναβιβῶ ἐπὶ πᾶσαν ὀσφὺν σάκκον καὶ ἐπὶ πᾶσαν κεφαλὴν φαλάκρωμα · καὶ θήσομαι αὐτὸν ὥσπερ πένθος ἀγαπητοῦ, καὶ τοὺς μετ’ αὐτοῦ ὡς ἡμέραν ὀδύνης. ἰδοὺ ἡμέραι ἔρχονται, λέγει κύριος, καὶ ἐξαπο- στελῶ λιμὸν ἐπὶ τὴν γῆν, οὐ λιμὸν ἄρτου, οὐδὲ δίψαν
ὕδατος, ἀλλὰ λιμὸν τοῦ ἀκοῦσαι λόγον κυρίου. καὶ σαλευθήσονται ὕδατα ἀπὸ θαλάσσης ἕως θαλάσσης, καὶ ἀπὸ βορρᾶ ἴως ἀνατολῶν περιδραμοῦνται ζητοῦντες τὸν λόγον κυρίου, καὶ οὐ μὴ εὕρωσι.”
καὶ ἐπανάστασιν, ἣν ἐπανέστησαν αὐτῷ οἶ ἐκ περιτομῆς, θεσπίζουσα ἡ παροῦσα προφητεία, ὀμνύναι τὸν κύριόν φησι καθ’ ὑπερηφανίας Ἰακὼβ, ὡς 486 οὐ μὴ γένοιτο λήθη τῶν κατ’ αὐτοῦ τετολμημένων 1 αὐτοῖς, καὶ ὅτι πένθους ἄξια πείσεται ἡ γῆ αὐτῶν Μετὰ καὶ τῶν οἰκητόρων, καὶ ὅτι οὐκέθ’ὡς τὸ πρὶν Εὶς βραχὺ παιδευθέντες αὖθις ἀποκατασταθήσονται, ἀλλ’εὶς συντέλειαν τὰ κατ’αὐτοὺς ἥξει. “ἀναβήσεται γοῦν” φηςὶν “ὡς ποταμὸς ἡ συντέλεια αὐτῶν,”
τὴν ἐπελθοῦσαν αὐτοῖς οὐδ’ἄλλοτε ἤ κατὰ τὴν Ῥωμαίων βασιλείαν ὀργὴν, ποταμὸν ἀναβησόμενον ἐπ’ αὐτοὺς, ὡς ἐν ὕψει τὸ τρὶν ὄντας, αἰνιττόμενος.
ὀργὴν αἶθις τὰ καὶαὐτοὺς πράγματα, “ὡς ποταμὸς”
Φηςὶν “Αἰγύπτου καταβήσεται.” Δἰ ὦν οἶμαι δηλοῦσθαι ὅτι τὰ πάλαι μετέωρα καὶ παρὰ θεῷ τετιμημένα καὶ ὥσπερ ἐν ὕψει κείμενα πλεονεκτήματα τοῦ Ἰουδαίων ἔθνους ὅμοια τοῖς ῥευστοῖς καὶ δἰκην ποταμοῦ παρατρέχουσι τῶν ἀπίστων ἐθνῶν πράγμασι
καταστήσεται, ἀφ’ὕψους τε εἰς ταπεινὸν περιτραπήσεται.
φῶς,” ἃ καὶ ἐναργῆ τὴν ἔνβασιν εἴληφεν, ὅτε τοῦ σωτῆρος ἡμῶν ἡψωθέντος κατὰ τὸν εὐαγγελιστὴν “ἀπὸ ἕκτης ὥρας σκότος ἐγέντετο ἐπὶ πἆσανκ τὴν γῆν ἕνς ὥρας ἐνάτης, περὶ δὲ τὴν ἐνάτην ὥραν ἀνεβόησεν ὁ Ἰησοῦς φωνῇ μεγάλῃ, λέγων Ἠλὶ Ἠλὶ λαμᾶ
σαβαχθανί.”
2 κεφαλὴν φαλάκρωμα · καὶ θήσομαι αὐτὸν ὥσπερ πένθος d ἀγαπητοῦ, καὶ τοὺς μετ’ αὐτοῦ ὡς ἡμέραν ὀδύνης. ἰδοὺ ἡμέραι ἔρχονται, λέγει κύριος, καὶ ἐξαποστελῶ λιμὸν ἐπὶ τὴν γῆν, οὐ λιμὸν ἄρτου, οὐδὲ δίψαν 303
ὕδατος, ἀλλὰ λιμὸν τοῦ ἀκοῦσαι λόγον κυρίου καὶ τὰ ἐξῆς.
αὐτῶν.
αὐτοκρατόρων ἡγεμονίαν καθελὼν, ὡς μηδὲ ἐλθόντας δύνασθαι ἐπ’ αὐτῆς τὰς ἐννόμους ἑορτὰς καὶ πανηγύρεις ἐπιτελεῖν. τί δεῖ λέγειν, ὡς ὁ λιμὸς τοῦ ἀκοῦσαι λόγον κυρίου πάντας αὐτοὺς μετῆλθεν, ἀνθ’ ὧν ἐξήλασαν ἑαυτῶν τὸν τοῦ θεοῦ λόγον, ὁμοθυμαδὸν
αὐτὸν ἀρνησάμενοι, καὶ ἀπαρνηθέντες ὑπ’ αὐτοῦ;
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.