ἐγκατέλιπές με;μακρὰν ἀπὸ τῆς σωτηρίας μου οἱ λόγοι τῶν παραπτωμάτων μου. ὁ θεός μου κεκράξομαι c ἡμέρας πρὸς σὲ, καὶ οὐκ εἰσακούςῃ· καὶ νυκτὸς, καὶ οὐκ εἰς ἅνοιαν ἐμοί. σὺ δε ἐν ἁγίος κατοικεῖς, ὁ ἕπαινος τοῦ Ἰσραήλ. ἐπὶ σοὶ ἥλπισαν οἱ πατέρες ἡμῶν,
ἥλπισαν, καὶ ἐρρύςω αὐτούς. πρὸς σὲ ἐκέκραξαν καὶ ἐσώθησαν· ἐπὶ σοὶ ἥλπισαν οἱ πατέρες ἡμῶν, καὶ οὐ κατῃσχύνθησαν. 2.ἐγὼ δέ εἰμι σκώληξ, καὶ οὐκ ἄν- 1 θρωπος, ὄνειδος ἀνθρώπων καὶ ἐξουδένημα λαοῦ. πάντες οἶ θεωροῦντές με ἐξεμυκτήρισάν με, ἐλάλησαν ἐν χείλεσιν, ἐκίνησαν κεφαλὴν, ἤλπισεν ἐπὶ κύριον, ῥυσάσθω αὐτὸν, σωσάτω αὐτὸν, ὅτι θέλει αύτόν.
πίονες περιέσχον με. ἤνοιξαν ἐπ’ ἐμὲ τὸ στόμα αὑτῶν, ὡς λέων ἁρπάζων καὶ ὠρυόμενος. ὡσεὶ ὕδωρ ἐξεχύθην, καὶ διεσκορπίσθη πάντα τὰ ὀστᾶ μου. ἐγενήθη ἡ καρδία μου ὡσεὶ κηρὸς τηκόμενος ἐν μέσῳ τῆς κοιλίας μου. ἐξηράνθη ὡς ὄστρακον ἡ ἰσχύς μου,
καὶ ἡ γλῶσσά μου κεκόλληται τῷ λάρυγγί μου, καὶ 305 εἰς χοῦν θανάτου κατήγαγές με. ὅτι ἐκύκλωσάν με 490 κύνες πολλοὶ, συναγωγὴ πονηρευομένων περιέσχον με.
με· διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς, καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον. σὺ δὲ, κύριε, μὴ μακρύνῃς τὴν βοήθειάν μου, εἰς τὴν ἀντίληψίν μου πρόσσχες. ῥῦσαι ἀπὸ ῥομφαίας τὴν ψυχήν μου, καὶ ἐκ χειρὸς κυνὸς τὴν μονογενῆ μου. σῶσόν με ἐκ στόματος
μάτος λέοντος, καὶ ἀπὸ κεράτων μονοκερώτων τὴν b ταπείνωσίν μου.
ἅπαν τὸ σπέρμα Ἰσραὴλ, ὅτι οὐκ ἐξουδένωσεν οὐδὲ προσώχθισε τῇ δεήσει τοῦ πτωχοῦ, οὐδὲ ἀπέστρεψε τὸ πρόσωπον αὑτοῦ ἀπ’ ἐμοῦ, καὶ ἐν τῷ κεκραγέναι με πρὸς αὐτὸν εἰσήκουσέ μου. παρὰ σοῦ ὁ ἔπαινός μου ἐν ἐκκλησίᾳ μεγάλῃ· τὰς εὐχάς μου ἀποδώσω c ἐνώπιον τῶν φοβουμένων αὐτόν.
αἰῶνα τοὐ αἰῶνος, μνησθήσονται καὶ ἐπιστραφήσονται πρὸς κύριον πάντα τὰ πέρατα τῆς γῆς, καὶ προσκυνήσουσιν ἐνώπιον αὐτοῦ πᾶσαι αἶ πατριαὶ τῶν ἐθνῶν, ὅτι τοῦ κυρίου ἡ βασιλεία καὶ αὐτὸς δεσπόζει d τόν ἐθνῶν. ἔφαγον καὶ προσεκύνησαν πάντες οἶ
πίονες τῆς γῆς, ἐνώπιον αὐτοῦ προσπεσοῦνται πάντες οἱ καταβαίνοντες εἰς τὴν γῆν. καὶ ἡ ψυχή μου αὐτῷ ζῇ, καὶ τὸ σπέρμα μου δουλεύσει αὐτῷ. άναγγελήσεται τῷ κυρίῳ γενεὰ ἡ ἐρχομένη, καὶ ἀναγγελοῦσι τὴν δικαιοσύνην αὐτοῦ λαῷ τῷ τεχθησομένῳ,
ὃν ἐποίησεν ὁ κύριος.
σκότος ἐγένετο ἐφ’ ὅλην τὴν γῆν ἴως ὥρας ἐνάτης, καὶ τῇ ἐνάτῃ ὥρᾳ ἐβόησεν Ἰησοῦς φωνῇ μεγάλῃ ἐλωεὶμ ἐλωεὶμ λαμὰ σαβαχθανὶ, ὅ ἐστι μεθερμηνευόμενον, ὁ θεὸς ὁ θεός μου ἱνατί ἐγκατέλιπές με; εἴληπται δὲ ἡ Ἑβραικὴ λέξις ἀπὸ τῆς ἐν χερσὶ προφητείας.
2 εἰρημένοις ἰσοδυναμεῖ πᾶς ὅστις οὖν ὁμολογήσαι ἄν.
κρυς γοῦν ἐπ’ αὐτῷ πεπληρωμένα τά τε ἄλλα ἀπο- δείκνυται καὶ δὴ καὶ τὸ φάσκον έν τῷ η·ἴαλμῷ‘‘ διε- μερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς καὶ ἐπὶ τὁνἶματισμόν μου ἔβαλον κλῆρον.”
ῥοῦ προσηλωθέντων αὐτῷ διαρρήδην ἐμφαίνει λέ- λέγων “ὤρυξαν χεῖράς μου καὶ πόδας μου, ἐξηρίθμησαν πάντα τὰ ὀστᾶ μου.’ καὶ τὰ λοιπὰ δὲ μόνῳ ἂν ἐφαρ- μόσαι αὐτῷ, ὡς προιὼν ὁ λόγος παραστήσει· ἢ ὁ βουλόμενος ἐφ’ ἕτερον μεταλαβὼν πρόσωπον, ἤτοι
βασιλέως ἢ προφήτου ἢ καί τινος τῶν πώποτε παρὰ Ἰουδαίοις θεοφιλῶν, δεικνύτω εἰ οἷός τε εἴη ἐφαρ- μόζειν τὰ ἀναγεγραμμένα.
νηφαλίῳ τε φρονήματι θεοῦ γνῶσιν ἀναλαβεῖν, καὶ 306 πᾶσαν ἐπὶ τὸν θεὸν ἀναρτῆσαι αὑτοῦ τὴν ἐλπίδα, ὥστ’ ἂν εἰπεῖν ‘‘ὅτι σὺ εἶ ὁ ἐκσπάσας με ἐκ γαστρὸς μητρός μου, ἡ ἐλπίς μου ἀπὸ μαστῶν τῆς μητρός μου. ἐπὶ σὲ ἐπερρίφην ἐκ μήτρας, ἐκ κοιλίας μητρός μου
θεός μου εἶ σύ.’
σκορπισθῇ αὐτοῦ τὰ ὀστᾶ; πῶς δὲ‘ εἰςχοῦν θανάτου κατήχθη,” καὶ καταχθεὶς εἰς χοῦν θανάτου τὰ τοι- αὐτὰ λαλεῖ ἔτι καὶ ζῇ καὶ φθέγγεται; τίνες δὲ οἱ κύ- νες οἶ κυκλώσαντες αὐτὸν, ἕτεροι ὄντες παρὰ τοὺς προωνομασμένους ταύρους καὶ μόσχους ; ποία δὲ συναγωγὴ πονηρευομένων τὰς χεῖρας οὐ μόνον, ἀλλὰ καὶ τοὺς πόδας τοῦ τηλικούτου ὤρυξαν, ἀποδύσαντές τε αὐτὸν τὰ μέν τινα διείλοντο αὐτοῦ τῶν ἐνδυμάτων,
τὰ δὲ καὶ κλήρῳ λαχόντες ἔλαβον; τίς δὲ ἡ ῥομφαία καὶ ὁ κύων καὶ ὁ λέων ; τίνες δὲ οἶ λεγόμενοι μονοκέρωτες, 492 τὸν δηλούμενον περιέχοντες, πῶς δὲ μετὰ τὴν πρὸς τοσούτους πάλην, μετὰ τὸ εἰς χοῦν θανάτου καταχθῆναι, ἐπαγγέλλεται τὸ ὄνομα τοὺ πατρὸς διηγεῖσθαι,
οὐ πᾶσιν, ἀλλὰ μόνοις τοῖς ἑαυτοῦ ἀδελφοϊς; τίνες τε οἶ ἀδελφοὶ, τίς τε ἡ ἐκκλησία, περὶ ἧς φησιν ὁ τὰ τοιαῦτα παθὼν “ ἐν μέσῳ ἐκκλησίας ὑμνήσω σε;” οἷς καὶ ἐπιλέγει “ ὡς ἄρα οὐχ ἕν τὸ Ἰουδαίων ἔθνος, πάντα δὲ τὰ πέρατα τῆς γῆς συναισθήσονται,
καὶ ἐπιστραφήσονται πρὸς κύριον, καὶ προσκυνήσουσιν ἐνώπιον αὐτοῦ πᾶσαι αἱ πατριαὶ τῶν ἐθνῶν;” καὶ σὺ δὲ παρὰ σαυτῷ βασανίσας ἑκάστην b λέξιν τοῦ Ψαλμοῦ θέα εἰ δυνατὸν ἐπὶ τὸν τυχόντα ἀναφέρειν τὰ θεσπιζόμενα.
ἑτέρῳ τῳ ἐφαρμόττειν αὐτὰ ἢ μόνῳ τῷ σωτῆρι ἡμῶν, ὃς πάντων πιστότατος ἂν εἴη καὶ ἀληθέστατος, εἰς ἑαυτοῦ πρόσωπον ἀνειληφὼς τὴν ἀπὸ τοῦ Ψαλμοῦ φωνὴν, ὡς ἐμαρτύρησαν οἶ εὐαγγελισταί· ὁ Ματθαῖος
δι’ ὧν παρεθέμεθα αὐτοῦ λέξεων, ὁ δὲ Μάρκος δι’ ὧν καὶ αὐτὸς ὧδέ πως ἱστορεῖ λέγων “ γενομένης δὲ ὥρας ἕκτης σκότος ἐγένετο ἐφ’ ὅλης τῆς γῆς ἴως ὥρας ἐνάτης. καὶ τῇ ἐνάτῃ ὥρᾳ ἐβόησεν ὁ Ἰη- c σοῦς φωνῇ μεγάλῃ λέγων, ἤλει ἤλει λαμὰ σαβαχθανὶ, ὅ ἐστι μεθερμηνευόμενον, ὁ θεὸς ὁ θεός μου,
3 εἰς τί ἐγκατέλιπές με ; καί τινες τῶν ἀκουσάντων ἔλεγον, Ἠλίαν φωνεῖ.”
καὶ πρῶτόν γε διαλάβωμεν τὴν φάσκουσαν προγραφὴν “ εἰς τὸ τέλος,” ἢ κατὰ τὸν Ἀκύλαν τῷ νικοποιῷ,” ἢ κατὰ τὸν Σύμμαχον‘‘ ἐπινίκιος ὑπὲρ τῆς ἀντιλήψεως. ”
παρέστησαν ‘‘σκότους γενομένου ἀπὸ ὥρας ἕκτης ἴως d ὥρας ἐνάτης, ” ἀμφὶ τὴν ἐνάτην συνετελέσθη, ὅτε καὶ τὴν φωνὴν ἀφῆκε τὴν μεγάλην τὰ μικρῷ πρόσθεν δεδηλωμένα εἰπὼν, ὥστε ὁμολογεῖσθαι σαφῶς τὸ πάθος αὐτοῦ ’ μφὶ τὴν ἑσπέραν νυκτὸς ἐπελαυνούσης
γεγονέναι.
διὰ τὸ ἤδη τὸν σωτῆρα ἡμῶν ἐκ νεκρῶν ἐγηγέρθαι.”
τοῦ μνημείου; ἦν γὰρ μέγας σφόδρα.” ἔρχονται, καὶ 4 b εὑρίσκουσιν αὐτὸν ἀποκεκυλισμένον. ἦν δὲ ἤδη ἔγηγερμένος. ἔχεις καὶ παρὰ τῷ Ἰωάννῃ τὴν αὐτὴν μαρτυρίαν λέγοντι “τῇ δὲ μιᾷ τῶν σαββάτων ἔρχεται Μαρία ἡ Μαγδαληνὴ πρωΐ εἰς τὸ μνημεῖον ἔτι σκοτίας οὔσης, καὶ βλέπει τὸν λίθον ἠρμένον ἐκ τοῦ
μνημείου.”
οὐρανοῦ προσελθῶν ἀπεκύλισε τὸν λίθον ἀπὸ τῆς θύρας τοῦ μνημείου.” ταῦτα δὲ ἀναγκαίως παρεθέμην εἰς παράστασιν τῆς ἐν τῷ Ψαλμῷ προφητευομένης ἑωθινῆς ἀντιλήψεως.
ἡ κατ᾿ αὐτὸν οἰκονομία ἐν τῷ πάθει, τέλος δὲ τοῦ πάθους ἡ ἐκ νεκρῶν ἀνάστασις ἦν καὶ ἡ ἀντίληψις ἡ ἑωθινὴ, εἰκότως ὁ λόγος τῷ παραδόξῳ d τέλει τὴν γραφὴν ἀνατίθεται, ὡς τῆς ὑποθέσεως ἁπάσης καὶ τῶν πρὸ τοῦ τέλους παθημάτων τῆς ἐκ
νεκρῶν ἀναστάεως καὶ τῆς ἀντιλήψεως τῆς ἑωθινῆς ἕνεκεν γενομένων.
καὶ ἐξουδένημα λαοῦ,” καὶ ἔτι προσθεὶς τὸ “περιεκύκλωσάν με μόσχοι πολλοὶ, ταῦροι πίονες περιέσχον με,” καὶ σαφῶς τὸν σαφῶς τὸν θάνατον αὑτοῦ προμαρτυρόμενος διὰ τὸ “εἰς χοῦν θανάτου κατήγαγές; με, ὅτι ἐκύκλωσάν με κύνες πολλοὶ, συναγωγὴ πονη-
5 ρευομένων περιέσχε με, ὤρυξαν χεῖράς μου καὶ πόδας μου·” καὶ ἔτι τὰ ἀμφὶ τῷ πάθει συμβεβηκότα αὐτῷ σημήνας διὰ τοῦ “ διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς, καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον.’ ”
ταῦτα καὶ τὰ τούτοις παραπλήσια προειπὼν οὐκ ἐπὶ τούτοις ἔστη, ἀλλ’ ἐπιλέγει οἶ φοβούμενοι τὸν κύριον, 494 αἰνέσατε αὐτὸν, ὅτι οὐκ ἐξουδένωσεν, οὐδὲ προσώχθισε τῇ δεήσει τοῦ πτωχοῦ, οὐδὲ ἀπέστρεψε τὸ πρόσωπον αὑτοῦ ἀπ’ ἐμοῦ, καὶ ἐν τῷ κεκραγέναι
με πρὸς αὐτὸν ἐπήκουσέ μου.
μου,” σαφῶς τὴν μετὰ θάνατον ἀναβίωσιν αὑτοῦ δηλῶν, ἥτις γέγονεν κατὰ τὴν ἑωθινὴν ἀντίληψιν, ἣν ἑξῆς προι·ὼν ὁ Ψαλμὸς παρέστησεν εἰπὼν “ σὺ δὲ κύριε μὴ μακρύνῃς τὴν βοήθειάν μου, εἰς τὴν ἀντίληψίν μου πρόσσχες.’ ποίαν δὴ ἀντίληψιν ἀλλ’ ἢ ἣν
καὶ ἡ προγραφὴ τοῦ Ψαλμοῦ ᾐνίττετο;
κείμενον δὲ καὶ ἐν τῷ Ψαλμῷ, ὅρα μή τις ἔγκειται βαθυτέρα θεωρία παρ’ Ἑβραίοις · ἐλωεὶμ γὰρ ὁ θεὸς ὀνομάζεται.
θεοῦ 5 ὡς μὴ σταυρωθεὶς εἴη ἂν, εἰ μὴ ὁ ἰσχυρὸς αὐ- τοῦ καταλελοίπει αὐτόν.
μηδὲν ἴδιον ἔχειν ἡγεῖσθαι ἢ μόνον τὸν πατέρα· διὸ καὶ ἰσχυρὸν τὸν πατέρα αὑτοῦ ἀποκαλεῖ, ὡς καὶ ἐν b ἑπτακαιδεκάτῳ wαλμῷ ἰσχὺν ἑαυτοῦ καὶ κραταίωμα καὶ καταφυγὴν τὸν πατέρα ὀνομάζει, λέγων ‘ἀγαπήσω σε, κύριε ἡ ἰσχύς μου, κύριος στερέωμά μου, καὶ so 6 καταφυγή μου, καὶ ῥύστης μου.
“ μέχρι θανάτου καὶ θανάτου σταυροῦ κατελθεῖν, καὶ τοῦ κόσμου παντὸς λύτρον καὶ ἀντίψυχον ἀποδειχθῆναι, καὶ καθάρσιον γενέσθαι τῆς τῶν εἰς αὐτὸν πιστευσάντων ζωῆς.
εἰ καί τις ἄλλος τὰ αἴτια τοῦ καταλελεῖφθαι αὐτὸν ὑπὸ τοῦ πατρὸς, ἔτι πολὺ πλέον ἐταπείνωσεν ἑαυτὸν, καὶ τὸν ὑπὲρ ἡμῶν θάνατον πολλῇ τῇ προθυμίᾳ περιεβάλετο ‘‘ἐγένετό τε ὁ πανάγιος καὶ εὐλογητὸς ὑπὲρ ἡμῶν κατάρα, καὶ ὁ μὴ γνοὺς ἁμαρτίαν ἁμαρτία, ἵνα
ἡμεῖς γενώμεθα δικαιοσύνη θεοῦ ἐν αὐτῷ.’
ἁμαρτίας ἡμῶν φέρει, καὶ περὶ ἡμῶν ὀδυνᾶται, καὶ αὐτὸς ἐτραυματίσθη διὰ τὰς ἁμαρτίας ἡμῶν, καὶ μεμαλάκισται διὰ τὰς ἀνομίας ἡμῶν, ἵνα τῷ μώλωπι αὐτοῦ ἡμεῖς ἰαθῶμεν. κύριος γὰρ παρέδωκεν αὐτὸν ταῖς ἁμαρτίαις ἡμῶν.”
ὑπὸ τοῦ πατρὸς καὶ μαλακισθεὶς καὶ τὰς ἀνομίας ἡμῶν ἀνειληφὼς, ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη. συνᾴδει τούτοις καὶ ὁ ἀπόστολος λέγων ὅς γε τοῦ ἰδίου υἱοῦ οὐκ ἐφείσατο, ἀλλ’ ὑπὲρ ἡμῶν πάντων παρέδωκεν αὐτόν.
ἄρχουσί τε καὶ πνεύμασι, καταδεδούλωντο.
ὥσπερ οὖν διδάσκει λέγων ‘οὐδεὶς αἴρει τὴν ψυχήν μου ἀπ’ ἐμοῦ· ἐξουσίαν ἔχω θεῖναι αὐτὴν, καὶ ἐξουσίαν b ἔχω πάλιν λαβεῖν αὐτήν.”
οὗ ὁ μὲν Ἀκύλας ‘‘μακρὰν ἀπὸ τῆς σωτηρίας μου ῥήματα βρυχήματός μου ἐξέδωκεν, ὁ δὲ Σύμμαχος “ ἀφεστήκασιν ἀπὸ τῆς σωτηρίας μου οἱ λόγοι τῶν ὀδυρμῶν μου, καὶ καθ’ ἑτέραν δὲ φερομένην ἑρμηνείαν πέμπτην εἴρηται ‘‘μακρὰν ἀπὸ τῆς σωτηρίας
μου οἱ λόγοι τῶν δεήσεων μου.
τὰ ἡμέτερα παραπτώματα ἐξοικειούμενον ταῦτα αὐτὸν εἰρηκέναι φήσειε.
8 θεός μου ” φησὶ “βοήσω ἡμέρας, καὶ οὐκ εἰσακούσῃ, καὶ νυκτὸς, καὶ οὐκ ἔστι σιγή.” θαυμάζει δὴ οὖν ἐν τούτοις τὸν πατέρα ὡς μὴ εἰσακούοντα αὐτοῦ, παράζενόν d ξένον τι τούτου καὶ παρὰ τὸ σύνηθες θεωρῶν· ὁ δὲ
ἐφύλαττεν αὐτῷ τὴν ἀκοὴν εἰς τὸν ἐπιτήδειον τοῦ εἰσακουσθῆναι καιρόν.
ἡμέρᾳ σωτηρίας ἐβοήθησά σοι. ἰδοὺ νῦν καιρὸς εὐπρόσδεκτος, ἰδοὺ νῦν ἡμέρα σωτηρίας.”
εἰ σαφέστερον ἔλεγε, μὴ οἷόν τε ἐστὶν, ὦ πάτερ, ἐμὲ τὸν σὸν μονογενῆ καὶ ἀγαπητὸν υἱὸν μὴ εἰσακούε- σθαι, βοῶντα καὶ κεκραγότα πρὸς σὲ τὸν ἐμαυτοῦ πατέρα; διδάσκει γοῦν αὐτὸ τοῦτο ἐν τῷ κατὰ Ἰωάννην 497 εὐαγγελίῳ ἐπὶ τοῦ Λαζάρου, ὁπηνίκα εἰπὼν
‘ἄρατε τὸν λίθον ἀπὸ τοῦ μνημείου, ἐπῆρε τοὺς ὀφθαλμοὺς ἑαυτοῦ εἰς τὸν οὐρανὸν, καὶ εἶπε, πάτερ εὐχαριστῶ σοι ὅτι ἤκουσάς μου. ἐγὼ δὲ ᾔδειν ὅτι πάντοτέ μου ἀκούεις.”
ὅτι καὶ νῦν αὐτοῦ εἰσακούσεται, ὡς ἀδυνάτου ὄντος τοῦ μὴ εἰσακούεσθαι αὐτὸν, ἐρωτηματικῶς φησιν ὁ θεός μου κεκράξομαι ἡμέρας, καὶ οὐκ εἰσακούσῃ;’ ὑποστιζόντων ἡμῶν ἐν τῷ “ οὐκ εἰσακούσῃ” καὶ τὸ b ἐναντίον ὑπονοούντων τῷ πύσματι.
διδάσκει μικρὸν ὕστερον, προιὼν ἐξῆς ἐν τῷ Ψαλμῷ, 9 λέγων “ οὐκ ἐξουδένωσεν οὐδὲ προσώχθισε τῇ δεήσει τοῦ πτωχοῦ, οὐδὲ ἀπέστρεψε τὸ πρόσωπον αὑτοῦ ἀπ’ ἐμοῦ, καὶ ἐν τῷ κεκραγέναι με πρὸς αὐτὸν εἰσήκουσέ μου.” πῶς οὖν ἀποφατικῶς λέγοι ἂν “ ὁ θεός μου κεκράξομαι ἡμέρας, καὶ οὐκ εἰσακούσῃ,” εἰ μὴ κατὰ τὴν
c ἀποδοθεῖσαν ἡμῖν θεωρίαν; ἣν οἶμαι καὶ αὐτὸν αἰνίττεσθαι, λέγοντα “ ὁ θεός μου κεκράξομαι ἡμέρας, καὶ οὐκ εἰσακούσῃ ; καὶ νυκτὸς, καὶ οὐκ εἰς ἄνοιαν ἐμοί.”
ὅτι πέφυκας οὐχ ὅτι γε ἐμοῦ μόνον ἀντιλαμβάνεσθαι καὶ εἰσακούειν, ἀλλὰ καὶ πάντων τῶν ἁγίων σου. ἀεὶ γὰρ καὶ διὰ παντὸς ἐν τοῖς ἁγίοις σου κατοικεῖς, καὶ σὺ εἶ ὁ παντὸς ἀνδρὸς θεοφιλοῦς, Ἰσραὴλ προσαγορευομένου, ἔπαινος.
d τῷ σε περιέποντι οὐχ ὁ τυχὼν προσγίνεται ἔπαινος, καὶ ἐπὶ σοὶ οἶ πατέρες ἡμῶν ἤλπισαν, καὶ ἐλπίσαντες τῶν ἐπαναστάντων αὐτοῖς κακῶν ἐρρύσθησαν καὶ πρὸς 310 σὲ ἐκέκραξαν, καὶ ἐσώθησαν. ἐπὶ σοί τε ἤλπισαν, καὶ οὐ κατῃσχύνθησαν.”
ἅγιοι τούτων ἔτυχον παρὰ σοῦ, κεκράξαντές τε εἰσηκούσθσαν καὶ οὐ κατῃσχύνθησαν, πόσῳ δὴ πλέον ἐμοῦ τοῦ σοῦ ἀγαπητοῦ παιδὸς βοῶντος μᾶλλον ἁπάντων καὶ ἑτοιμότερον εἰσακούσῃ; εἰ δὲ καὶ ἀποθαυμαστικῶς φημι, κεκράξομαι καὶ οὐκ εἰσακούσῃ; ἀλλ’
οὐκ εἰς ἄνοιαν ὁ λόγος μοι προφέρεται. οἶδα γοῦν ὅπως τὴν εὐχὴν προφέρω, μὴ ἐναβρυνόμενος μηδὲ ἐγκαυχώμενος, ἀλλ’ ὡς ταπεινοφρονῶν.
498 , οὕτω δὴ καὶ σκώληκα ἐμαυτὸν ὀνομάζων. τί γὰρ ἂν γένοιτο σκώληκος ταπεινότερον; ὅθεν οὐδ’ ἄνθρωπον ἐμαυτὸν εἴποιμ’ ἂν, εἰς τοσαύτην ταπείνωσιν ἐκ τοῦ οἰκείου μεγέθους κατελθὼν ὥστε καὶ σκώληκος μηδὲν δοκεῖν διαφέρειν, διὰ τὸ καὶ μέχρι θανάτου καὶ τῆς τοῦ σώματος φθάσαι φθορᾶς. πόθεν
γὰρ ἄλλοθεν γεννηθείη ἂν σκώληξ ἢ ἀπὸ σωμάτων φθορὰς 5 εἰς ἣν καὶ αὐτὸς κατελθὼν εἰκότως ἐμαυτὸν σκώληκα καὶ οὐκ ἄνθρωπον γινώσκω.
εἰ μὴ μέχρι σκώληκος ἐφθάκειν παρὰ τὸν τοῦ πάθους καιρόν. τηνικαῦτα γοῦν θεωροῦντές με ἐπὶ τοῦ σταυροῦ ἀνηρτημένον‘‘ ἐξεμυκτήρισαν, καὶ ἐλάλησαν ἐν χείλεσιν, ἐκίνησάν τε κεφαλὴν λέγοντες, ἤλπισεν ἐπὶ κύριον, ῥυσάσθω αὐτὸν, σωσάτω αὐτὸν,
ὅτι θέλει αὐτόν.’
ἐξ εὐωνύμων τοῦ σωτῆρος, “ οἱ παραπορευόμενοι ἐβλασφήμουν αὐτὸν κινοῦντες τὰς κεφαλὰς αὑτῶν, καὶ λέγοντες, οὐαὶ ὁ καταλύων τὸν ναὸν, καὶ ἐν τρισὶν ἡμέραις οἰκοδομῶν, σῶσον σεαυτὸν, εἰ υἱὸς εἶ τοῦ θεοῦ, κατάβηθι ἀπὸ τοὐ σταυροῦ.
καὶ οἶ ἀρχιερεῖς ἐμπαίζοντες μετὰ τῶν πρεσβυτέρων καὶ γραμματέων ἔλεγον, ἄλλους ἔσωσεν, ἑαυτὸν οὐ δύναται σῶσαι. εἰ βασιλεὺς τοῦ Ἰσραήλ ἐστι, καταβάτω νῦν ἀπὸ τοῦ σταυροῦ, καὶ πιστεύσομεν αὐτῷ. εἰ πέποιθεν ἐπὶ τὸν θεὸν, ῥυσάσθω νῦν αὐτὸν, εἰ
θέλει αὐτόν. εἶπε γὰρ ὅτι υἱὸς θεοῦ εἰμί. ” κατὰ δὲ d 10 τον Λονκάν είστήκει ό λαός θεωρών, καϊ έξεμνκτή- ριζον αυτόν οί άρχοντες Ουν αύτοΐς λέγοντες, άλλους έσωσε, οωοάτω εαυτόν, εί ουτός έστιν ό Χριστός ό νιος τον θεού ο εχλεχτός.”
τάς χεφαλάς αύτών χαϊ λέγοντες, ούαϊ 6 καταλύω ν τον ναόν, καϊ έν τρισϊν ήμέραις οικοδομών αύτόν, σώσον σεαυτόν, καϊκατάβηθιάπότού σταυρού, ομοίως καϊ οί αρχιερείς έμπαίζοντες είς αλλήλους μετά τών γραμματέων έλεγον, άλλους έσωσε ν, εαυτόν ού δύ-
ναται σώσαι. ό Χριστός ό βασιλεύς τού 'Ισραήλ κατα- βάτω νύν άπο τού Οτανρού, ίνα ΐδωμεν καϊ πιΟτεύ- σωμεν αύτώ"
έξουδένημα λαού. πάντες οί θεωρούντές με έξεμυ- κτηρισάν με, έλάλησαν έν χείλεσιν, έκίνησαν κεφα- λήν, ηλπισεν έπι κύριον, ρυσάσθω αύτόν, σωσάτω αύτόν, ότι θέλει αύτόν.”
καϊ πεπλήρωτο, οπότε εισέτι δεύρο παρά πάοιν άν- θρώποις τοΐς μηδέπω τήν είς αύτόν πίστιν άνειλη- φοσιν ὄνείδος ανθρωπων νενομιΟται. τί γάρ άν b αΐσχιον καϊ παντός όνείδονς χείρον τού σταυρωθή- 311 ναι; άλλά καϊ έξονδένημα λαού έστι τού έκ περιτομής,
παντός αύτών τού έθνους εισέτι νύν καϊ σήμερον χλενάζειν καϊ έξουδενεΐν και καταπτύειν είωθότος αύτού' όθεν καϊ είκότως ό άπόστολος "ημείς δΐ κη- ρύσσομεν Χριστόν έστανρωμένον, "Ιουδαίους μϊν Οκάν- δαλον, έθνεσι δ\ μωρίαν."
11 μένα ἐν τῷ Ψαλμῷ εἰσέτι καὶ νῦν εὕροις ἂν παρὰ τοῖς πολλοῖς περὶ τοῦ αὐτοῦ λεγόμενα. ταῦτα μὲν οὖν περὶ τῆς διαλαβούσης αὐτὸν εἰσέτι τότε περιστάσεως ηὔχετο. εἰδὼς δὲ μὴ χείρονα οὖσαν τῆς τοῦ
θανάτου συμφορᾶς τὴν πρώτην αὑτοῦ εἰς σάρκα ἔνδεσιν καὶ τὴν ἐκ θηλείας καὶ παρθένου γένεσιν, κατὰ c καιρὸν ἐν τοῖς περὶ θανάτου τῶν τῆς γενέσεως αὐτοῦ μνημονεύει λέγων πρὸς τὸς “ ὅτι σὺ εἶ ὁ ἐκσπάσας με ἐκ γαστρὸς, ἡ ἐλπίς μου ἀπὸ μαστῶν τῆς μητρός
μου. ἐπὶ σὲ ἐπερρίφην ἐκ μήτρας, ἐκ κοιλίας μητρός μου θεός μου εἷ σύ.”
τῆς κυοφορούσης με γαστρὸς σὺ αὐτὸς ὁ θεός μου καὶ πατήρ μου ὥσπερ μαιούμενος τὴν ἐμοὶ κατεσκευα- σμένην ἐξ ἁγίου πνεύματος σάρκα ἐξέσπασας, τὴν d ἑαυτοῦ δύναμιν ὀρέξας, ὡς ἂν μή τις ἐνέδρα καὶ ἐπιβουλὴ ἐξ ἀντικειμένων δυνάμεων καὶ πονηρῶν πνευμάτων
διαφθονουμένων τῇ εἰς ἀνθρώπους παρόδῳ μου γένοιτο · ἐπεὶ καὶ κατὰ τὴν πρώτην σύλληψιν σὺ πάλιν τὸ κατὰ γαστρὸς ἐπεσκίασας, ὡς ἂν λάθῃ τοὺς ἄρχοντας τοῦ αἰῶνος τούτου ἡ ἐξ ἁγίου πνεύματος τῆς ἁγίας παρθένου σύλληψις.
ὁ σὸς ἀρχάγγελος ἐξέφηνε Γαβριὴλ, τῇ Μαρίᾳ εἰπὼν “ πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σὲ, καὶ δύναμις ὑψίστου ἐπισκιάσει σοι.’ ὥσπερ οὖν ἡ σὴ τότε 500 τοῦ ὑψίστου δύναμις συλλαμβανόμενον μὲν ἐπεσκίασε, τικτόμενον δὲ ἐξέσπασεν ἀπὸ γαστρὸς μητρός μου,
οὕτω πολλή μοι τυγχάνει παραμυθία, ὅτι καὶ τοῦ 12 θανάτου με πολὺ μᾶλλον ἀνασπάσεις.
ὁμοίως τοῖς τῶν ἀνθρώπων βρέφεσιν ἀτελὴς b εἶναι καὶ ἄλογος· μὴ ὢν γὰρ τοιοῦτος, εἰ καὶ σῶμά μοι ὅμοιον ἀνθρώποις ἦν, ἀλλ’ οὐ καὶ τὴν δύναμιν οὐδὲ τὴν οὐσίαν τοῖς πολλοῖς ὢν ἐμφερὴς, ἄνετος δὲ καὶ ἀπόλυτος, οἶά σου τοῦ θεοῦ ἀμνὸς, καὶ ἐξ ἐκείνης
τῆς ἡλικίας γαλουχούμενος, λέγω δὴ ἀπὸ μαστῶν τῆς μητρός μου.
με φερόμενος σὲ τὸν θεόν μου ἑώρων, ἄτε c ἀσύγχυτος καὶ ἀθόλωτος ἐν τῇ τοσαύτῃ τῶν σαρκῶν κοινωνίᾳ διαμείνας, μᾶλλον δὲ ἀσώματος καὶ τότε ὢν, καὶ πάντων ἐλεύθερος δεσμῶν · οὕτως δὲ ἐπὶ σὲ ἐπερρίφην ἐκ μήτρας, καὶ ἀπὸ γαστρὸς μητρὸς θεός
μου ἦσθα, ὡς αἰσθέσθαι τῆς ἐμῆς δυνάμεως ἔτι κυοφορουμένης πρὸς τῆς ἁγίας παρθένου τὸν ἐμὸν πρόδρομον Ἰωάννην, καὶ αὐτὸν κατὰ γαστρὸς τῆς Ἐλιζαβὲτ κυοφορούμενον, ὥστε ὑπὸ τῆς ἐμῆς θεότητος κινηθέντα σκιρτῆσαι ἐν ἀγαλλιάσει καὶ πνεύματος
d ἁγίου πλησθῆναι.
13 καὶ ἑκὼν “ γέγονα σκώληξ καὶ οὐκ ἄνθρωπος, ὄνειδος 312 ἀνθρώπων καὶ ἐξουδἐνημα λαοῦ·” καὶ νῦν ὅτε πάντες οἱ θεωροῦντές μου τὸ σῶμα τῷ σταυρῷ προσηλούμενον, ἀποτρόπαιον ἡγούμενοι ὁρᾶν πρᾶγμα ἐξεμυκτήρισάν
με, τοσαύτην κατ’ ἐμοῦ χλεύην καὶ διασυρμὸν καταχέοντες ὡς μὴ μόνον ἐν διανοίᾳ λογίζεσθαι καὶ ἐνθυμεῖσθαι περὶ ἐμοῦ τὰ ἀσεβῆ, ἀλλὰ καὶ ἀφόβως φθέγγεσθαι καὶ ἐν φανερῷ λαλεῖν “ ἐλάλησαν γοῦν ἐν χείλεσιν, ἐκίνησαν κεφαλὴν, λέγοντες, 501
ἤλπισεν ἐπὶ κύριον, ῥυσάσθω αὐτόν.”
καὶ γινωσκόμενον θεὸν, ἱκετεύω καὶ ἀντιβολῶ μὴ ἀποστῆναι ἀπ’ ἐμοῦ, ὅτι θλῖψις ἐγγύς.
ἐγὼ θλῖψιν ταύτην τὴν νῦν περιέχουσάν με καλῶ b οὔτε τὸν σταυρὸν, οὔτε τοὺς ἐξ ἀνθρώπων ὀνειδισμοὺς, οὔτε τὰς χλεύας, οὔτε μὴν τὰ πρὸ τοῦ σταυροῦ συμβεβηκότα μοι, τὰς μάστιγας, τὰς ὕβρεις, καὶ ὅσα ἄλλα ἐπαροίνησαν εἰς ἐμὲ οἶ υἱοὶ τῶν ἀνθρώπων ·
ἀλλὰ γὰρ ὁρῶ τὴν μετὰ τοῦ σώματος ἀνάλυσιν κατ’ αὐτὸν τὸν θάνατον, καὶ τὴν εἰς Ἅιδου κατάβασιν πλη- σιάζουσαν, καὶ τῶν ἀντικειμένων καὶ ἐχθρόν τῷ θεῷ δυνάμεων ἐπανάστασιν. διό φημι ὅτι θλῖψις ἐγγὺς, ὅτι οὐκ ἔστιν ὁ βοηθῶν.
ἢν καὶ μεγίστη θλῖψις αὕτη ἐκείνη, ἐν ᾗ οὐκ ἔστιν ὁ βοηθῶν; ὁ μὲν γὰρ ἐπὶ σωτηρίᾳ τῶν ἐν Ἅιδου ψυχῶν παρῄει ἐκ μακροῦ αἰῶνος τὴν ἄφιξιν αὐτοῦ c περιμενονσών, καϊ κάτσει γε θύρας χαλκάς συντρί- ψων, καϊ μοχλούς σιδηρούς ουνθλάσων, και τους πρϊν δεομίονς Αιδου έλευθέρους άνήσων' ο και γέγο- νεν, οτε πολλά σώματα τών κεκοιμημένων αγίων άνα- στάντα ουνεισηλθον αύτώ είς τήν άληθώς άγίαν τον
θεού πόλιν'
ως έκ προσώπου αύτού έν μήτρα κυοφορηθέντος, και από γαστρός μητρός γεγεννημένου, όν έφάσκομεν είναι τον άμνόν τού θεού.
τό δὲ θνήσκον ούκ άλλως θανάτου τυγχάνει ή πρό- τερον όδεύσαν διά γενέσεως.
502 τῇ προς τον πατέρα ευχή λέγειν "ότι ού ει 6 έκσπά- σας με έκ γαστρός, η έλπίς μου άπο μαστών της μη- τρός μου. έπϊ σε έπερρίφην έκ μήτρας, από γαστρός μητρός μου θεός μου εί σύ."
πατέρα, και τοσούτων, φησϊ, μελλόντων με περι- στησεσθαι αντικειμένων ένεργειών, καϊ δαιμόνων ακαθάρτων, καϊ πνευματικών πονηρίας, καϊ έπϊ πάσι τον πάντων χειρίστου αυτού δή τού άρχοντος τού αιώνος τούτου, ους τής κακίας ένεκεν θήρας πονη-
ρούς όνομάξειν άξιον, και ήτοι ταύρονς αγρίους, η b μόσχους, η λέοντας, η κύνας, μέλλων τ ε προς άπαντας ἵστασθαι, καὶ μηδὲν ἀγαθὸν εἰς αὐτοὺς ἐνεργεῖν, τῷ μηδὲν παραδέχεσθαι αὐτοὺς τῶν ἐμῶν ἀγαθῶν δι’ ἄκραν κακίας ἕξιν, ἀλλὰ μηδὲ βοηθοῦ μηδὲ συνεργοῦ τυγχάνων τινὸς τῶν προειρημένων εἰς τὸν ὑπὲρ τῶν
ἐν Ἀίδου ψυχῶν ἆθλον, πῶς οὐκ ἂν εὐλόγως εἴποιμ’ 313 ἂν καὶ ὅτι θλῖψις ἐγγὺς, ὅτι οὐκ ἔστιν ὁ βοηθῶν; τὸ μὲν οὖν τὰς πονηρὰς καὶ ἀντικειμένας δυνάμεις μὴ συνεργεῖν αὐτῷ μηδὲ βοηθεῖν ἐπ’ ἀγαθὸν αὐτῷ κομιζομένῳ οὐδὲν ἦν θαυμαστόν· τὸ δὲ πάντων μέγιστον c
τῆς θλίψεως τῆς μάλιστα πιεζούσης αὐτὸν τοῦτ’ ἦν ἄρα, τὸ μηδένα μηδὲ τῶν αἰσίων καὶ δεξιῶν ἀγγέλων, μηδὲ μὴν τῶν θείων δυνάμεων, τολμᾶν ἐπιβαίνειν τοῖς τοῦ θανάτου βασιλείοις, μηδὲ συνεργεῖν ἐπὶ βοηθείᾳ τῶν αὐτόθι ψυχῶν.
ἀτρεμὲς ἦν, ἐπεὶ καὶ μόνῳ ἠνεῴχθησαν πύλαι θανάτου, καὶ μόνον αὐτὸν πυλωροὶ Ἃιδου ἰδόντες ἔπτηξαν, αὐτός τε ὁ τὸ κράτος ἔχων τοῦ θανάτου, ὑπεκστὰς τῶν βασιλείων θρόνων, ἅτε μόνον αὐτὸν ἐπιγνοὺς ἑαυτοῦ κύριον, ἐλάλησεν αὐτῷ δεήσει καὶ
ἱκετηρίᾳ μαλακῶς, κατὰ τὰ δηλούμενα ἐν τῷ Ἰὼβ περὶ τούτων.
σωτηρίᾳ, εἰκότως φησὶν ‘‘ὅτι θλῖψις ἐγγὺς, ὅτι οὐκ ἔστιν ὁ βοηθῶν,” ἑνὸς μόνου τοῦ κἀκεῖσε βοηθεῖν αὐτῷ δυναμένου καταλελοιπότος αὐτὸν, ὡς ἂν εἰς πάντας ἀνακηρυχθείη τὸ λαμπρὸν καὶ ἐξαίρετον τῆς ἰδίας αὐτοῦ προαιρέσεως τῆς τε κατὰ πάντων
νίκης.
νώμενον, ὡς ὁ λόγος παρέστησεν ^ ἀπὸ τῆς γαστρὸς ἐξέσπασεν· ἀποδυομένου δὲ παρὰ τὸν καιρὸν τοῦ πάθους πρὸς τὴν κατὰ τοῦ θανάτου πάλην, οὐκέτι » βοηθὸς αὐτῷ παρῆν.
b χθανί ’ εἰρημένον αὐτῷ ἐπὶ τοῦ σταυροῦ, καὶ ὑπὸ τοῦ η·rαλμοῦ προφητικῶς ἀναπεφωνημένον, καὶ‘‘ὅτι θλῖψις ἐγγὺς, ὅτι οὐκ ἔστιν ὁ βοηθῶν,” τί ἕτερον ἐδήλου ἢ ὅτι ὡς μέγας ἀθλητὴς τοῖς τοσούτοις ἀντι- πάλοις προβεβλημένος ἦν, ἀγωνοθετοῦντος καὶ βρα-
βεύοντος τοῖς γινομένοις τοῦ ἐπὶ πᾶσι θεοῦ; ἔφορον δ’ οὖν τῶν πραττομένων παρεκάλει τὸν πατέρα καὶ πάρεδρον, ὡς ἂν δεξιὸν ἀλείπτην, αὑτῷ συμπαρεῖναι, ταύτῃ μάλιστα ὅτε μηδ’ ὑπῆρχεν αὐτό βοηθὸς ἕτερος ἢ μόνος εἶς ὁ βραβευτὴς τῶν γινομένων.
c φησιν εὐχόμενος μὴ ἀποστῇς ἀπ’ ἐμοῦ, ὅτι θλῖψις ἐγγὺς, ὅτι οὐκ ἔστιν ὁ βοηθῶν. ’ ὁρῶν δὲ ἐνθέοις ὄμμασιν ἔτι ἐπὶ τοῦ ἰκρίου προσηρτημένου αὐτῷ τοῦ σώματος τὰς ἔξωθεν ἀμφὶ τὸν ἀέρα τοῦτον ἀσάρκους καὶ ἀνθρώποις ἀοράτους δυνάμεις δίκην οἰωνῶν ὠμο-
βορῶν καὶ τρόπον θηρίων περὶ αὑτὸν ἰλυσπωμένας, καὶ πρὸς τὸ μέλλον ὅσον οὔπω νεκρὸν ἔσεσθαι αὐτοῦ τὸ σῶμα, πανταχόθεν τε συρρεούσας τὰς ἀρχὰς καὶ ἐξουσίας τοῦ ἀέρος, τοῦ πνεύματος τοῦ νῦν ἐνεργοῦν- d τος ἐν τοῖς υἱοῖς τῆς ἀπειθείας, καὶ ἔτι τοὺς ἀμφὶ
τὴν γῆν διιπταμένους καθ’ ὅλης τῆς τῶν ἀνθρώπων οἰκουμένης δαίμονας, εἰκὸς δ’ ὅτι καὶ τοὺς ὑποχθο- νίους ἤδη καὶ τοὺς ἐν αὐτῷ ταρτάρῳ θῆρας ἀγρίους καὶ φοβεροὺς, περὶ ὧν Ἡσαΐας πρὸς τὸν ἐκπεπτωκότα τοῦ οὐρανοῦ ἑωσφόρον ἀποτερνόμενος ἒλεγεν “ὁ Ἃιδης κάτωθεν ἐπικράνθη συναντήσας σοι, συνηγέρθησάν
σοι πάντες οἶ γίγανερς,” ταῦτα δὴ οὖν ἅπαντα συνορῶν ἔξωθεν τὸ ἀνεσκολοπισμένον σῶμα κυκλοῦντα καὶ παρασκευαζόμενα κατ’ αὐτοῦ, τὸ σύστημα αὐτῶν διαγράφει φάσκων περιεκύκλωσάν με μόσχοι πολλοὶ, 314 ταῦροι πίονες περιέσχον με. ἤνοιξαν ἐπ’ ἐμὲ τὸ στόμα
αὑτῶν, ὡς λέων ὁ ἁρπάζων καὶ ὠρυόμενος.”
ψυχαῖς καὶ αὐτὴν καταπιούμενοι. διό φησιν “ἤνοιξαν ἐπ’ ἐμὲ τὸ στόμα αὑτῶν ὡς λέων ὁ ἁρπάζων καὶ ὡρυόμενος·” όμενος·”
τὸν εὐαγγελιστὴν Ἰωάννην‘‘ “τοῦ ἀμνοῦ τοῦ θεοῦ λόγχη τὴν πλευρὰν ἔνυξε, καὶ ἐξῆλθεν εὐθὺς ὕδωρ καὶ b αἷμα.”
μου. ἐγενήθη ἡ καρδία μου ὡσεὶ κηρὸς τηκόμενος ἐν μέσῳ τῆς κοιλίας μου. ἐξηράνθη ὡς ὄστρακον ἡ ἰσχύς μου, καὶ καὶ ἡ γλῶσσά μου κεκόλληται τῷ λάρυγγί μου.”
“καὶ εἰς χοῦν θανάτου κατήγαγές με.” ταῦτα μὲν 14 οὔπω γενόμενα προβλέπων, ὡς ἐγγὺς δὲ καὶ πλησίον ἤδη ἑστῶτα καὶ περικυκλοῦντα αὐτὸν, ἔλεγεν.
με κύνες πολλοὶ, συναγωγὴ πονηρευομένων περιέσχον με·” διὰ τούτων, ὡς εἰκὸς, δηλῶν ὁμοῦ μὲν καὶ τοὺς στρατιώτας, ὁμοῦ δὲ καὶ τοὺς ἐκ περιτομῆς ἐπαναστάντας αὐτῷ. οἶ μὲν γὰρ στρατιῶται τοῦ Πιλάτου παραλαβόντες τὸν Ἰησοῦν εἰς τὸ πραιτώριον συνήγαγον
d ὅλην τὴν σπεῖραν ἐπ’ αὐτὸν, καὶ ἐκδύσαντες αὐτὸν χλαμύδα κοκκίνην περιέθηκαν αὐτῷ, καὶ πλέξαντες στέφανον ἐξ ἀκανθῶν ἐπέθηκαν ἐπὶ τῆς κεφα- λῆς αὐτοῦ, καὶ κάλαμον ἐν τῇ χειρὶ αὐτοῦ, καὶ γονυ- πετήσαντες ἔμπροσθεν αὐτοῦ ἐνέπαιζον αὐτῷ λέγοντες,
χαῖρε ὁ βασιλεὺς τῶν Ἰουδαίων, καὶ ἐμπτύσαντες εἰς αὐτὸν ἔλαβον τὸν κάλαμον, καὶ ἔτυπτον εἰς τὴν κεφαλὴν αὐτοῦ.
ἔργῳ πληροῦντες τὸ ‘‘ὅτι ἐκύκλωσάν με κύνες 505 πολλοὶ, συναγωγὴ πονηρευομένων περιέσχον με·” ἀλλὰ καὶ τὸ ‘ὤρυξαν χεῖράς μου καὶ πόδας μου, ἐξη- ρίθμησαν πάντα τὰ ὀστᾶ μου;’ καὶ ἔτι τὸ “αὐτοὶ δὲ κατενόησαν καὶ ἐπεῖδόν με,” καὶ τὸ “διεμερίσαντο τὰ
ἱμάτιά μου ἑαυτοῖς, καὶ ἐπὶ τὸν ἱματισμόν μου ἒβαλον κλῆρον” αὖθις ἐπληροῦτο, ὅτε ἥλοις αὐτοῦ τὰς χεῖρας καὶ τοὺς πόδας τῷ σταυρῷ κατέπειραν, καὶ ὁπηνίκα τὰ ἱμάτια αὐτοῦ λαβόντες διεμερίσαντο ἑαυ- τοῖς.
15 τιῶται, ὅτε ἐσταύρωσαν τὸν Ἰησοῦν, ἔλαβον τὰ ἱμάτια αὐτοῦ, καὶ ἐποίησαν τέσσαρα μέρη, ἑκάστῳ στρατιώτῃ b μέρος. τὸν χιτῶνα δὲ, ὅτι ἄρραφος ἦν, ἐκ τῶν ἄνωθεν ὑφαντὸς δι’ ὅλου, εἷπον πρὸς ἀλλήλους, μὴ
σχίσωμεν αὐτὸν, ἀλλὰ λάχωμεν περὶ αὐτοῦ τίνος ἔσται, ἵνα πληρωθῇ ἡ γραφὴ ἡ λέγουσα, διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς, καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον.” οἶ μὲν οὖν στρατιῶται ταῦτα ἐποίουν.
τοῦτον τὸν τρόπον μαρτυρεῖ λέγων ‘‘σταυρώσαντες δὲ αὐτὸν διεμερίσαντο τὰ ἱμάτια αὐτοῦ, βαλόντες κλῆρον, ἳνα πληρωθῇ τὸ ῥηθὲν διὰ τοῦ προφήτου, διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς, καὶ ἐπὶ τὸν ἱματισμόν c μου ἔβαλον κλῆρον, καὶ καθήμενοι ἐτήρουν αὐτόν. 315
ἰδίων τέκνων.
τοῦ οἴκου Ἰσραὴλ φυλάττοντας ἐπιστημονικῶς ὑλακτεῖν, σαίνοντας μὲν καὶ ἐπιγινώσκοντας τὸν ἑαυτῶν δεσπότην καὶ ἀρχιποίμενα, πάσῃ τε φυλακῇ τὴν πεπιστευμένην αὑτοῖς ποίμνην φρουροῦντας, ὑλακτεῖν δὲ, εἰ ἂρα. κατὰ τῶν ἔξωθεν ἐπιβουλευόντων τῇ ποίμνῃ·
οἶ δὲ κυνῶν τρόπον ἐνεῶν ὡς ἀληθῶς καὶ 16 μεμηνότων τοὺς ὑλαγμοὺς ἔφερον, τὰ πρόβατα του ποιμένος ἐξαγριοῦντες, ὥστε εἰκότως αὐτοῖς ἁρμόζειν τὸ “περιεκύκλωσάν με κύνες πολλοὶ, συναγωγὴ πονηρευομένων 506 περιέσχον με.
τῷ βλασφημεῖν καὶ ὑλακτεῖν τὸν Χριστὸν τοῦ θεοῦ οὐκ ἂν ἀλλότριοι ἐκείνων λογισθεῖεν· ἀλλὰ καὶ οἶ δίκην τῶν τότε ἀσεβούντων στρατιωτῶν ἀνασταυροῦντες τὸν υἱὸν τοῦ θεοῦ καὶ παραδειγματίζοντες οὐκ ἂν τῆς ἐκείνων μακρὰν γένοιντο διαθέσεως.
εἰσέτι καὶ νῦν οἱ τὸ σῶμα τοῦ Χριστοῦ, τουτέστι τὴν ἐκκλησίαν, λωβώμενοι, χεῖρας αὐτοῦ καὶ πόδας καὶ προσέτι τὰ ὀστέα διαχειρίζονται, εἴ γε πάντες ‘ἐ̔ν σῶμά ἐσμεν ἐν Χριστῷ, ὁ δὲ καθ’ εἷς ἀλλήλων μέλη, b καὶ οὐκ ἂν εἴποι ἡ κεφαλὴ τοῖς ποσὶ, χρείαν ὑμῶν
οὐκ ἔχω, ὡς οὐδὲ ταῖς χερσὶν οἶ ὀφθαλμοί.”
πάντα τὰ ὀστᾶ μου. αὐτοὶ δὲ κατενόησαν καὶ ἐπεῖδόν με.”
ἐπισπᾶται, καὶ ὅτε τὰς περὶ αὐτοῦ δόξας διαστρόφοις c διδασκαλίαις ἀπολαμβάνουσιν, ὁποῖα σύνηθες τοῖς ἀθέοις αἱρεσιώταις ποιεῖν. ἐπὶ πᾶσι τούτοις πρὸς τὸν ἑαυτοῦ θεὸν καὶ κύριον καὶ πατέρα τὴν εὐ- χὴν ἀποτείνας ἐπιφέρει λέγων “σὺ δὲ, κύριε, μὴ
17 μακρύνῃς τὴν βοήθειάν μου.”
αὑτῷ γενήσεσθαι ἢ διὰ τῆς ἐκ νεκρῶν ἀναστάσεως, εἰκότως ἐπὶ τοῦ παρόντος εὔχεται διεξόδου τυχεῖν τῆς τῶν ἀντιπάλων παρατάξεως. διό φησι “σὺ δὲ, κύριε, μὴ μακρύνῃς τὴν βοήθειάν μου, εἰς τὴν άντίληψίν d μου πρόσσχες.”
ἡ ἀντίληψίς μοι γενήσεται, δι’ ἣν ἀντίληψιν ὁ πᾶς εἰκότως προγέγραπται Ψαλμὸς ὑπὲρ τῆς ἑωθινῆς ἀντιλήψεως. εἰς τὴν ἀντίληψιν τοιγαροῦν πρόσσχες, παρέχων μοι τὴν ὅσον οὔπω κάτα τὴν ἕω τῆς ἐκ νεδρῶν ἀναστάσεως ἀντίληψιν, ἧς ἐλπίζω τεύξεσθαι,
ἐπὰν μὴ μακρύνας μου αὐτὴν ‘ῥύσῃ ἀπὸ ῥομφαίας τὴν ψυχήν μου, καὶ ἐκ χειρὸς κυνὸς τὴν μονογενῆ μου· ἐπὰν σώσῃς με ἐκ στόματος λέοντος, καὶ ἀπὸ κεράτων μονοκερώτων τὴν ταπείνωσίν μου.”
ὧν οὐ καθ’ ἡμὰς ἂν εἴη κατ’ εἶδος διαστείλασθαι καὶ διελεῖν, ὅπως ἡ μέν τις αὐτῶν ῥομφαία 316 οὖσα ἀνετείνετο κατὰ τῆς ψυχῆς τοῦ σωτῆρος ἡμῶν, ἡ δέ τις κύων οὖσα θανάτῳ τὴν θανατηφόρον χεῖρα προυβάλλετο, εἰς τὸ καθάψασθαι αὐτῆς.
ῥῦσαι ἀπὸ ῥομφαίας τὴν ψυχήν μου, καὶ ἐκ χειρὸς κυνὸς τὴν μονογενῆ μου.· ἄλλη δέ τις πονηρὰ καὶ τῶν ἐκεῖσε θηρίων ἡγουμένη δύναμις, λέων προσαγορευομένη, τὸ πλατὺ καὶ ἀχανὲς τοῦ θανάτου στόμα b διανοίξασα, μετὰ ἄλλων τῶν εἰς Ἃιδου κατιόντων
καὶ τὴν αὐτοῦ ψυχὴν καταπιεῖν ὥρμητο, ὥσπερ οὖν πάλαι πρότερον κατέπιεν ὁ θάνατος ἰσχύσας, οὐχ ἓτερος ὢν τοῦ ἐνταῦθα λέοντος τοῦ τὸ στόμα κατὰ τοῦ θῆσωτῆρος ἡμῶν ἀνοίξαντος, ἀφ’ οὗ καὶ αὐτοῦ σωθῆναι τὸν πατέρα παρακαλεῖ λέγων σῶσόν με ἐκ στόματος λέοντος.
c ἀφ’ ὧν καὶ αὐτῶν ὁ τοῦ θεοῦ μονόκερως, αὐτὸς ὁ κύριος ἡμῶν μόνον τὸν πατέρα κέρας ἔχων, τὴν ἑαυτοῦ ταπείνωσιν ῥυσθῆναι ἀξιοῖ, λέγων “καὶ ἀπὸ κεράτων μονοκερώτων τὴν ταπείνωσίν μου.”
θεοῦ ὑπάρχων ἐταπείνωσεν ἑαυτὸν καὶ ἐκένωσε, γενόμενος ὑπήκοος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ;" ἀλλὰ γὰρ ἐπὶ τοσοῦτον κατελθὼν, καὶ μέχρι τούτου d φθάσας, λέγω δὴ μέχρι τῆς ἐν τῷ Ἃιδῃ ῥομφαίας, καὶ τῆς χειρὸς τοῦ αὐτόθι λεγομένου κυνός· ὃθεν
καὶ παῖδας Ἑλλήνων εἰκὸς τοιοῦτόν τινα παρακούσαντας κύνα θανάτου, καὶ τοῦτον τρικέφαλον ἀναζωγραφεῖν·) ζωγραφεῖν·) καὶ μέχρι δὲ τῶν φαρύγγων τοῦ προδεδηλωμένου λέοντος ἐλθὼν, καὶ τὴν ταπείνωσιν αὑτοῦ τοῖς ἀντιπάλοις καὶ θεομάχοις μονοκὲρωσιν ὑποστρώσας,
καὶ ἐπὶ τοῦτό γε τέλος τὴν πᾶσαν οἰκονομίαν τῆς ἑαυτοῦ κενώσεως τε καὶ ταπεινώσεως στήσας, κἄπειτα εὐξάμενος ἤδη λοιπὸν τυχεῖν τῆς βοηθείας καὶ τῆς παρὰ τοῦ πατρὸς ἀντιλήψεως, ἐπιλέγει “σὺ δὲ, κύριε, μὴ μακύνῃς τὴν βοήθειάν μου, εἰς τὴν
ἀντίληψίν μου πρόσσχες.
18 πατρικῆς βοηθείας, καθάπερ ηὔξατο, τυχὼν, ἐντεῦθεν λοιπὸν ἀπάρχεται τοῦ ἐπινικίου ὕμνου, ὑπὲρ τῆς ἑωθινῆς ἀντιλήψεως τὸν Ψαλμὸν ποιούμενος, ἐν οἶς φησι ‘’θιηγήσομαι τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου,
ἐν μέσῳ ἐκκλησίας ὑμνήσω σε.
Ἰησοῦσ ἀπήντησεν αὐταῖς, δηλονότι ταῖς ἀμφὶ τὴν Μαγδαληνὴν Μαρρίαν, λέγων, χαίρετε. αἷ δὲ προσελθοῦσαι ἐκράτησαν αὐτοῦ τοὺς πόδας, καὶ προσεκύνησαν αὐτῶ. τότε λέγ·ει αὐταῖς ὁ Ἰησοῦς, μὴ φοβεῖσθε, ὑπάγετε, ἀπαγγείλατε τοῖς ἀδελφοῖς μου,
ἔνα ἀπέλθωσιν εἰς τὴν Γαλιλαίαν κἀκεῖ με ὂψονται.”
μου, καὶ εἰπὲ αὐτοῖς, ἀναβαίνω πρὸς τὸν πατέρα μου καὶ πατέρα ὑμῶν, καὶ θεόν μου καὶ θεὸν ὑμῶν.”
τὴν καθ’ ὅλης τῆς οἰκουμένης ἐπὶ τῷ ὀνόματι αὐτοῦ συστᾶσαν ἐκκλησίαν διδάξειν τὸν πατρικὸν ὕμνον 317 ἐπαγγέλλεται.
τὸν αὐτὸν τρόπον καὶ αὐτὸς ἐν μέσῳ ἐκκλησίας, 19 Φηςὶν, ὑμνήσω σε, ὑπὲρ τοῦ μαθοῦσαν τὴν ἐκκληςίαν καὶ ἀκούσασαν παρ᾿ αὐτοῦ, ὃν προςήκει τρόπον, μηκέθ᾿ ὡς τὸ πρὶν τοὺς δαίμονας, ἀλλ᾿ αὐτὸν μόνον τὸν πάντων θεὸν διὰ τοῦ καταγγείλαντος αὐτὸν ἀνυμνεῖν.
ἀκολούθως ἐντεῦθεν ἤδη προστάττει τῇ ἐκκλησία καὶ τοῖς αὑτοῦ ἀδελφοῖς ὑμνεῖν τὸν πατέρα. δίο φησιν “οἱ φοβούμενοι τὸν κύριον αἰνέσατε αὐτὸν, ἅπαν τὸ σπέρμα Ἰακὼβ δοξάσατε αὐτόν.
ἐξουδένωσεν οὐδὲ προσώχθισε τῇ δεήσει τοῦ πτωχοῦ, 509 οὐδὲ ἀπέστρεψε τὸ πρόσωπον αὑτοῦ ἀπ᾿ ἐμοῦ, καὶ ἐν τῷ κεκραγέναι με πρὸς αὐτὸν εἰσήκουσέ μοῦ.” δι᾿ ὧν σαφῶς παρέστησε τῶν προωνομασμένων κακῶν τὴν ἀπαλλαγήν.
αὐτὸν εἰσήκουσεν αὐτοῦ, ηὔξατο δὲ ῥυσθῆναι ἀπὸ μὲν ῥομφαίας τὴν ψυχὴν αὑτοῦ, ἐκ δὲ κυνὸς τὴν μονογενῆ αὑτοῦ, καὶ ἔτι ἐκ στόματος λέοντος καὶ ἀπὸ κεράτων μονοκερώτων τὴν ταπείνωσιν αὑτοῦ, ἀκόλουθόν ἐστι νοεῖν τούτων ἀπαλλαγὴν εὑρέσθαι τὸν
b φύσαντα “ὅτι μὴ προσώχθισεν ὁ θεὸς τῇ δεήσει αὐτοῦ, μηδὲ τὸ πρόσωπον ἀπέστρεψεν ἀπ᾿ αὐτοῦ, ἀλλ᾿ ἐν τῷ κεκραγέναι εἰσήκουσεν αὐτοῦ.”
ὁμοῦ καὶ ἀδελφοῖς, καὶ ὑμνεῖν ἐν μέσῳ ἐκκληςίας τὸν πατέρα. τήρει δὲ πάλιν ὡς πτωχὸν αὖθις ἑαυτὸν ἀποκαλεῖ, συμφώνως ταῖς πρότερον παρατεθείσαις προφητείαις, δι᾿ ὧν πένης καὶ πτωχὸς ὠνομάζετο.
τούτων παρέστησεν, αὖθις πρὸς τὸν πατέρα ἐπιστρέφων c τὸν λόγον, παρὰ σοῦ, φηςὶν, ὁ ἔπαινός μου ἐν ἐκκλησίᾳ μεγάλῃ, τῆς ἐπ’ ὀνόματι αὐτοῦ συστάσης ἐξ ἐθνῶν καθ’ ὅλης τῆς οἰκουμένης ἐκκλησίας μνημο- νεύων, ἐν ἡ ὁ περὶ τοῦ σωτῆρος ἡμῶν ἔπαινος διὰ παντὸς ᾄδεται, νεύματι τοῦ πατρὸς αὐτοῦ καὶ συνεργίᾳ.
γίᾳ.
ἔθνει καὶ τῇ τῶν ἐκ περιτομῆς συναγωγῇ, πάσῃ πτωχείᾳ λόγου καὶ βίου καὶ φρονήματος καὶ τῆς ἂλλης περὶ θεοῦ δόξης ἐσμικρυμμένῃ.
ἀποκαλῶν τὴν πρότερον ὀνομασθεῖσαν ἐκκλησίαν μεγάλην, οἷς ἔλεγεν “οἱ φοβούμενοι τὸν κύριον αἰνέσατε αὐτόν.” ποίας δὲ εὐχὰς ἀποδώσειν φησὶν ἢ ἃς ἐπηγγείλατο,. ποίας δὲ ἐπηγγείλατο ἢ ἐκείνας δι’ ὧν ἔφησε “διηγήσομαι τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου,
ἐν μέσῳ ἐκκλησίας ὑμνήσω σε; εὐχαὶ γάρ εἰσιν αἶ ἐπαγγελίαι, ἃς ἐπαγγειλάμενος δώσειν ἐν μέσῳ ἐκκλγσίας διεβεβαιοῦτο.
αὐτῶν εἰς αἰῶνα αἰῶνος.’ μνησθήσονται καὶ ἐπιστραφήσονται πρὸς κύριον πάντα τὰ πέρατα τῆς γῆς, καὶ προσκυνήσουσιν ἐνώπιον αὐτοῦ πάσαι αἶ πατριαὶ τῶν ἐθνῶν, ὅτι τοῦ κυρίου ἡ βασιλεία, καὶ αὐτὸς δεσπόζει τῶν ἐθνῶν.”
ἀκολούθως τὰ μετὰ τὴν ἀνάστασιν αὐτοῦ κατορθώματα ἀναφωνεῖ, ἃ καὶ πεπλήρωται διὰ τῆς ἐξ ἀπάντων 318 τῶν ἐθνῶν κλήσεως, διά τε τῆς ἐν τοῖς πέρασι b τῆς οἰκουμένης ἀνθρώπων ἐκλογῆς, ὧν αἶ ἐκβάσεις ὀφθαλμοῖς θεωρούμεναι πάντων ἂν γένοιντο τῶν διὰ τοῦ Ψαλμοῦ λεγομένων παραστατικαί.
ταῖς ζωοποιοῖς τῶν ψυχῶν τροφαῖς τὴν αἰώνιον ἡμῖν παρέχει ζωήν. διό φησιν ὁ Ψαλμὸς “φάγονται πένηες καὶ ἐμπλησθήσονται, καὶ αἰνέσουσι καὶ αἰνέσουσι κύριον οἶ ἐκζητοῦντες αὐτὸν, ζήσονται αἶ καρδίαι αὐτῶν εἰς αἰῶνα αἰῶνος.”
c προφητείας μετὰ πάντα ἐπιφέρων “ἀναγγελήσεται τῷ κυρίῳ γενεὰ ἡ ἐρχομένη, καὶ ἀναγγελοῦσι τὴν δικαιοσύνην αὐτοῦ λαῷ τῷ τεχθησομένῳ, ὃν ἐποίησεν ὁ κύριος ἄντικρυς τὸν ἐξ ἐθνῶν προθεσπίζει λαὸν, καὶ τὴν διὰ τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ συστᾶσαν
ἐπὶ τῆς γῆς γενεάν.
d τῷ κόσμῳ συστᾶσα ἐκκλησία, καὶ ὁ νέος ἐξ ἐθνῶν λαὸς, ἐφ’ ᾧ καὶ διὰ Ἡσΐου τὸ πνεῦμα τὸ ἅγιον θαυμαστικῶς ἀπεφθέγξατο φῆσαν “τίς ἤκουσε τοιαῦτα, καὶ τίς ἑώρακεν οὕτως; εἰ ὤδινε γῆ ἐν ἡμέρᾳ μιᾷ, καὶ εἰ ἐτέχθη ἔθνος εἰσάπαξ.”
20 τυροῦσαι περὶ ἐμοῦ, ἑκάστῃ λέξει τοῦ Ψαλμοῦ τὸν νοῦν ἐμβαθύνας, τὴν ἀκριβῆ διάνοιαν θηρεῦσαι ἂν τῆς ἐν τοῖς εἰρημένοις ἀληθείας.
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.