Ψαλμοῦ πρὸς αὐτὸν ἀναπεφώνηται τὸν Χριστὸν ἀπὸ ‟ ἐν τοῖς μεταφρένοις αὑτοῦ ἐπισκιάσει σοι,” δηλονότι ὁ ὕψιστος ‟ καὶ ὑπὸ τὰς πτέρυγας αὐτοῦ ἐλπιεῖς, ὅπλῳ κυκλώσει σε ἡ ἀλήθεια αὐτοῦ.” καὶ ἐπει- δήπερ ἡμέραις τεσσαράκοντα καὶ ταῖς τοσαύταις
νυξὶν ἐπειράζετο, περὶ μὲν τῶν ἀμφὶ τὰς νύκτας ἐπιόντων αὐτῷ λέλεκται οὐ φοβηθήσῃ ἀπὸ φόβου πολεμούντων περὶ δὲ τῶν ἀμφὶ τὰς ἡμέρας αὐτὸν πολεμούντων τὸ ‟ ἀπὸ βέλους πετομένου ἡμέρας.
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.