καὶ ὑπὸ τὰς πτέρυγας αὐτοῦ ἐλπιεῖς.
σου χιλιὰς, καὶ μυριὰς ἐκ δεξιῶν σου, πρὸς σὲ δὲ οὐκ ἐγγιεῖ. πλὴν τοῖς ὀφθαλμοῖς σου κατανοήσεις, καὶ ἀνταπόδοσιν ἁμαρτωλῶν ὄψει. ὅτι σὺ, κύριε, ἡ ἐλπίς c μου, τὸν ὕψιστον ἔθου καταφυγήν σου. οὐ προσελεύσεται πρὸς σὲ κακὰ, καὶ μάστιξ οὐκ ἐγγιεῖ τῷ
σκηνώματί σου.
καιρῷ τοῦ κατὰ τὸν διάβολον πειρασμοῦ κεκτημένος ἐρρύσθη ποτὲ ἐκ τῶν παγίδων τῶν ἀντικειμένων δυνάμεων, θηρευτῶν νῦν ὀνομαζομένων, ὁπηνίκα, οἷά τις κοινὸς ἄνθρωπος ‘‘ἀνήχθη εἰς τὴν ἔρημον, πειρασθῆναι ὑπὸ τοῦ διαβόλου, καὶ ἦν ἐν τῇ ἐρήμῳ
τεσσαράκοντα ἡμέρας καὶ τεσσαράκοντα νύκτας πει- 2 ραζόμενος ὑπὸ τοῦ Σατανᾶ, καὶ ἦν, ὡς ὁ εὐαγγελιστὴς μαρτυρεῖ, μετὰ τῶν θηρίων.’
λέοντα καὶ δράκοντα.” οὐ μόνον δὲ ἀπὸ τούτων ῥυσθήσεσθαι τὸν αὐτὸν, ἀλλὰ καὶ ἀπὸ λόγου 434 ταραχώδους φησίν.
κεκρατηκότας ἐλαύνειν, οὐκ ἐκ τοῦ ἀφανοῦς ὥσπερ ἐπικρυπτόμενος ἐπὶ τὰ εἰρημένα παρῄει, τοῖς παρενοχλοῦσι δὲ πρότερον ἀοράτοις b ἄρχουσι δι’ οὗ ἀνείληφεν ἀνθρώπου ἐπιστρατεύσας, καὶ εἰς μέσον αὐτοῦ τοῦ διαβόλου καὶ παντὸς τοῦ
δαιμονικοῦ στίφους παρελθὼν, ἐπιβάς τε ἀσπίδι καὶ βασιλίσκῳ, καὶ καταπατήσας λέοντα καὶ δράκοντα, καὶ πολὺ πρότερον καθελὼν τῶν ἀρχοντικῶν ἐχθρῶν χιλιάδας καὶ μυριάδας, τὰς μὲν ἐκ τῶν δεξιῶν, τὰς δὲ ἐκ τῶν εὐωνύμων πολεμούσας, ἀρχάς
τε καὶ ἐξουσίας, καὶ δὴ καὶ ‟ τοὺς λεγομένους κοσμοκράτορας τοῦ σκότους τούτου, τά τε πνευματικὰ c τῆς πονηρίας,” πάντα δὴ οὖν ταῦτα τὸ μηδὲν ἰσχύειν ἀπελέγξας, καὶ τέλος αὐτὸν τὸν τῶν κακῶν ἔξαρχον διάβολον τῷ λόγῳ τοῦ στόματος αὑτοῦ μακρὰν ἀπο-
3 σοβήσας, διελθών τε καὶ ἐμπεριπατήσας τὴν ἀντι- κειμένην ἅπασαν δύναμιν, καὶ ἑαυτὸν μὲν παρασχὼν τοῖς θέλουσι προσιέναι καὶ πειράζειν, μηδενὸς δὲ στῆναι πρὸς αὐτὸν δεδυνημένου, οὕτως ἐπὶ τὴν τῶν
ἀνθρώπων σωτηρίαν παρῄει. διὸ καὶ ὁρῶντες αὐτὸν οἶ δαίμονες ἐπεγίνωσκον ἀπὸ τῆς προδηλωθείσης κατὰ τὴν ἔρημον διατριβῆς, φάσκοντες αὐτῷ ‟τί d ἡμῖν καὶ σοὶ Ἰησοῦ υἱὲ τοῦ θεοῦ;”
Ψαλμοῦ πρὸς αὐτὸν ἀναπεφώνηται τὸν Χριστὸν ἀπὸ ‟ ἐν τοῖς μεταφρένοις αὑτοῦ ἐπισκιάσει σοι,” δηλονότι ὁ ὕψιστος ‟ καὶ ὑπὸ τὰς πτέρυγας αὐτοῦ ἐλπιεῖς, ὅπλῳ κυκλώσει σε ἡ ἀλήθεια αὐτοῦ.” καὶ ἐπει- δήπερ ἡμέραις τεσσαράκοντα καὶ ταῖς τοσαύταις
νυξὶν ἐπειράζετο, περὶ μὲν τῶν ἀμφὶ τὰς νύκτας ἐπιόντων αὐτῷ λέλεκται οὐ φοβηθήσῃ ἀπὸ φόβου πολεμούντων περὶ δὲ τῶν ἀμφὶ τὰς ἡμέρας αὐτὸν πολεμούντων τὸ ‟ ἀπὸ βέλους πετομένου ἡμέρας.
ἐν σκότει διαπορευομένου·” περὶ δὲ τῶν ἐν ἡμέρᾳ ἀπὸ συμπτώματος καὶ δαιμονίου μεσημβρινοῦ.
μέρη τὰ δεξιὰ, εἰκότως αὐτῷ ἐπιλέγεται πεσεῖται ἐκ τοῦ κλίτους σου χιλιὰς καὶ μυριὰς ἐκ δεξιῶν σου, πρὸς σὲ δὲ οὐκ ἐγγιεῖ·” κλίτους ἀντὶ τοῦ ἀριστεροῦ ὠνομασμένου, παρασεσιωπημένου δὲ εἰκότως τοῦ ὀνόματος τοὐ ἀριστεροῦ, τῷ μηδὲν
σκαιὸν μηδὲ ἀριστερὸν εὑρίσκεσθαι ἐν αὐτῷ. καὶ 4 ἐπειδὴ ὅλη μυριὰς, ὁμοῦ δὲ καὶ χιλιὰς ἔκ τε τοῦ κλίτους αὐτοῦ καὶ ἀπὸ τῶν δεξιῶν πεσεῖσθαι λέγονται, b εἰκότως ἐπὶ τούτοις ἐξῆς εἴρηται ‘‘πλὴν τοῖς ὀφθαλμοῖς σου κατανοήσεις, καὶ ἀνταπόδοσιν ἁμαρτωλῶν ὄψει.·
τὸν Χριστὸν τοῦ θεοῦ, ‟ ἐπειδήπερ σὺ αὐτὸς, ὦ κύριε, ὃς τυγχάνεις ὢν ἡ ἐμὴ ἐλπὶς, τὸν ὕψιστον ἔθου καταφυγήν φυγήν σου.”
διαιρῶν ἀκριβῶς ἕτερον ἰδίως κύριον καὶ τὸν τούτου πατέρα θεὸν ὕψιστον.
σου, ὅτι τοῖς ἀγγέλοις αὑτοῦ ἐντελεῖται περὶ σοῦ, τοῦ διαφυλάξαι σε ἐν πάσαις ταῖς ὁδοῖς σου. ἐπὶ χειρῶν ἀροῦσί σε, μήποτε προσκόψῃς πρὸς λίθον τὸν πόδα σου.”
καταφυγήν σου” τὸ κύριε διὰ τοῦ τετραγράμμου ὀνόματος ἐν τῷ Ἑβραϊκῷ φέρεται, ὅπερ ἀνεκφώνητον d εἶναι λέγοντες Ἑβραίων παῖδες ἐπὶ μόνου τοῦ θεοῦ παραλαμβάνειν εἰώθασιν, ἡμεῖς δὲ καὶ ἐπὶ τῆς τοῦ λόγου θεότητος ἐν πλείσταις κείμενον γραφαῖς προαπεδείξαμεν,
ὥσπερ καὶ ἐν τῷ μετὰ χεῖρας Ψαλμῷ, ὅς φησιν εἰς πρόσωπον αὐτοῦ τοῦ κυρίου ‟ ὅτι σὺ, κύριε, ἐλπίς μου, τὸν ὕψιστον ἔθου καταφυγήν σου, ” μονονουχὶ λέγων ὅτι σὺ αὐτὸς, ὦ κύριε, ὃς ἐμοῦ τοῦ ταῦτα προφητεύοντος ἐλπὶς ὢν τυγχάνεις, μείζονα
σαυτοῦ τὸν θεὸν τὸν ὕψιστον εἰδὼς ἐκεῖνον, αὐτὸν ἔθου καταφυγήν σου.
ἐπ᾿ αὐτόν.’
πατρικὴν τοῦ ὑψίστου βοήθειαν οὐ φοβηθήσῃ ἀπὸ φόβου νυκτερινοῦ οὔτε ἀπό τινος τῶν προκατειλεγμένων, ἀλλὰ οὐδὲ ἐκ τῶν ἐξῆς ἐπιφερομένων.
ἐγγιεῖ τῷ σκηνώματί σου.” μάστιγας δὲ τὰς ἀπὸ δαιμόνων ἐνεργείας καὶ ἐν τοῖς εὐαγγελίοις ὀνομαζομένας ἂν εὕροις, ἃς οὐδὲ πλησιάζειν τολμᾶν τῷ σκνηνώματι τοῦ Χριστοῦ, τουτέστι τῷ σώματι αὐτοῦ, δυνατὰς εἶναί φησι.
ἐξ ἀνθρώπων ἤλαυνε ; περὶ τούτου δὲ τοῦ σκηνώματος καὶ ὁ Δαβίδ ποτε ὤμοσε τῷ κυρίῳ, καὶ ηὔξατο τῷ θεῷ Ἰακὼβ λέγων ‟ εἰ ἀναβήσομαι ἐπὶ κλίνης c στρωμνῆς μου, εἰ δώσω ὕπνον τοῖς ὀφθαλμοῖς μου, καὶ τοῖς βλεφάροις μου νυσταγμὸν, καὶ ἀνάπαυσιν
τοῖς κροτάφοις μου, ἴως οὑ εὕρω τόπον τῷ κυρίῳ, σκήνωμα τῷ θεῷ Ἰακώβ.”
προσελεύσεται πρὸς σὲ κακὰ, καὶ μάστιξ οὐκ ἐγγιεῖ 5 d τῷ σκηνώματί σου,” καὶ ὅσα ἀνθρωπινώτερα περὶ αὐτοῦ λέλεκται, ὡς καὶ τὸ τοῖς ἀγγέλοις αὑτοῦ ἐντελεῖται περὶ σοῦ, τοῦ διαφυλάξαι δε,” καὶ τὸ ‟ ἐπὶ χειρῶν ἀροῦσί σε μήποτε προσκόψῃς πρὸς λίθον τὸν πόδα σου.”
ἁρμόσαι, πρὸς δὲ τὸ σκήνωμα αὐτοῦ, ὅπερ δι’ ἡμὰς ἀνείληφεν, ὅτε ὁ λόγος ‘σὰρξ ἐγένετο καὶ ἔσκήνωσεν ἐν ἡμῖν.” δοκεῖ δέ μοι καλῶς ἔχειν ὑπὲρ ἀκριβοῦς βεβαιώσεως τῶν εἰρημένων καὶ τὰς τῶν λοιπῶν ἑρμηνευτῶν παραθεῖναι φωνάς · ὧν ὁ μὲν Ἀκύλας
οὕτως ἔφησεν ‟ ὅτι σὺ, κύριε, ἐλπίς μου, ὕψιστον ἔθηκας οἰκητήριόν σου.
437 ὑψίστην ἔθου τὴν οἴκησίν σου.
αὑτοῦ ἐντελεῖται περὶ σοῦ, τοῦ διαφυλάσσειν σε ἐν πάσαις ταῖς ὁδοῖς. ἐπὶ χειρῶν ἀροῦσί σε δηλαδὴ σὲ τὸν κύριον) μήποτε σὺ ὁ κύριος προσκόψῃς πρὸς λίθον τὸν πόδα σου. ”
b πειρασμῷ κέχρηται ὅτε ‘‘παραλαβὼν αὐτὸν εἰς τὴν ἁγίαν ἔστησεν αὐτὸν ἐπὶ τὸ πτερύγιον τοῦ ἱεροῦ, καὶ εἷπεν αὐτῶ, εἰ υἱὸς εἶ τοῦ θεοῦ, βάλε σεαυτὸν ἐντεῦθεν κάτω. γέγραπται γὰρ ὅτι τοῖς ἀγγέλοις αὑτοῦ ἐντελεῖται περὶ σοῦ, καὶ ἐπὶ χειρῶν ἀροῦσί σε,
6 μήποτε προσκόψῃς πρὸς λίθον τὸν πόδα σου. πρὸς ὃν ὁ κύριος ἡμῶν ἀποκριθεὶς εἷπε, γέγραπται, οὐκ ἐκπειράσεις κύριον τὸν θεόν σου.”
διέτριβε, ποίων δὲ οὐκ ἀναγέγραπται, σαφέστερον c τοῦτο αὐτὸ ἡ τοῦ Ψαλμοῦ προφητεία τὰ εἴδη τῶν θηρίων αἰνιττομένη φησὶν ‟ ἐπὶ ἀσπίδα καὶ βασιλίσκον ἐπιβήσῃ, καὶ καταπατήσεις λέοντα καὶ δράκοντα.”
θηρίων, λέοντα καὶ δράκοντα, ἀσπίδα τε καὶ βασιλίσκον, αὐτὸν δηλαδὴ τὸν διάβολον, καὶ τὰς μετ’ αὐτὸν ἀρχοντικὰς καὶ πονηρὰς δυνάμεις καταπατήσειν μεμαρτύρηται. 2(). τοῖς δὲ τὴν ὁμοίαν ἀρετὴν αὐτῶ κεκτημένοις μαθηταῖς καὶ ἀποστόλοις αὑτοῦ τὴν ἐξουσίαν
αὐτὸς τοῦ πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων δωρεῖται οὐκ ἐῶν αὐτοὺς πειρασθῆναι ὑπὲρ ὃ δύναιντο μόνου γὰρ ἢν αὐτοῦ τὸ τὰς χείρους ὲν πονηρίᾳ d δυνάμεις καὶ αὐτὸν δὴ τὸν πάντων ἄρχοντα καὶ τύραννον τοῦ αἰῶνος τούτου τῇ ἐνθέῳ αὐτοῦ δυνάμει
καθαιρεῖν.
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.