κεκρατηκότας ἐλαύνειν, οὐκ ἐκ τοῦ ἀφανοῦς ὥσπερ ἐπικρυπτόμενος ἐπὶ τὰ εἰρημένα παρῄει, τοῖς παρενοχλοῦσι δὲ πρότερον ἀοράτοις b ἄρχουσι δι’ οὗ ἀνείληφεν ἀνθρώπου ἐπιστρατεύσας, καὶ εἰς μέσον αὐτοῦ τοῦ διαβόλου καὶ παντὸς τοῦ
δαιμονικοῦ στίφους παρελθὼν, ἐπιβάς τε ἀσπίδι καὶ βασιλίσκῳ, καὶ καταπατήσας λέοντα καὶ δράκοντα, καὶ πολὺ πρότερον καθελὼν τῶν ἀρχοντικῶν ἐχθρῶν χιλιάδας καὶ μυριάδας, τὰς μὲν ἐκ τῶν δεξιῶν, τὰς δὲ ἐκ τῶν εὐωνύμων πολεμούσας, ἀρχάς
τε καὶ ἐξουσίας, καὶ δὴ καὶ ‟ τοὺς λεγομένους κοσμοκράτορας τοῦ σκότους τούτου, τά τε πνευματικὰ c τῆς πονηρίας,” πάντα δὴ οὖν ταῦτα τὸ μηδὲν ἰσχύειν ἀπελέγξας, καὶ τέλος αὐτὸν τὸν τῶν κακῶν ἔξαρχον διάβολον τῷ λόγῳ τοῦ στόματος αὑτοῦ μακρὰν ἀπο-
1 σοβήσας, διελθών τε καὶ ἐμπεριπατήσας τὴν ἀντι- κειμένην ἅπασαν δύναμιν, καὶ ἑαυτὸν μὲν παρασχὼν τοῖς θέλουσι προσιέναι καὶ πειράζειν, μηδενὸς δὲ στῆναι πρὸς αὐτὸν δεδυνημένου, οὕτως ἐπὶ τὴν τῶν
ἀνθρώπων σωτηρίαν παρῄει. διὸ καὶ ὁρῶντες αὐτὸν οἶ δαίμονες ἐπεγίνωσκον ἀπὸ τῆς προδηλωθείσης κατὰ τὴν ἔρημον διατριβῆς, φάσκοντες αὐτῷ ‟τί d ἡμῖν καὶ σοὶ Ἰησοῦ υἱὲ τοῦ θεοῦ;”
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.