σωτῆρος ἡμῶν ἐνθέου δυνάμεως, δι’ ἧς ἀληθῶς χωλοὺς καὶ τυφλοὺς καὶ λεπροὺς καὶ παρειμένους ἰάσατό ποτε λόγῳ κατὰ τὰς περὶ αὐτοῦ γραφὰς, ἡ καὶ εἰσέτι νῦν ἐνεργουμένη πρὸς τῆς αὐτοῦ θεότητος καθ’ ὅλης τῆς ἀνθρώπων οἰκουμένης ἀρετὴ, δι’ ἧς αὐτοῖς ἔργοις ὁποῖός τις ἦν καὶ τότε τοῖς οἵοις τε συνορᾶν ἐπιδείνυται,
ὅτε καὶ ἐπὶ τοσούτοις μετὰ ταῦτα χρόνοις διαρκὴς 449 καὶ ἀνίκητος καὶ ὡς ἀληθῶς θεοῦ λόγος ὁ πρὸς αὐτοῦ καταγγελθεὶς ἀποδείκνυται, πάντας ὑπερβαλλόμενος τοὺς ἀρχῆθεν καὶ μέχρι τοῦ νῦν τὴν διδασκαλίαν αὐτοῦ πολεμεῖν παρεσκευασμένους, ἐξ ἅπα
σὴς τε τῆς οἰκουμένης ὑπαγόμενος ἑαυτῷ μυρία πλήθη, καὶ πάσης μὲν ἁμαρτίας καὶ τῶν κατὰ ψυχὴν παθῶν τε καὶ νοσημάτων τοὺς αὐτῷ προσιόντας ἀπαλλάσσων, ἐπὶ δὲ τὴν· εὐσεβῆ διδασκαλίαν αὑτοῦ πᾶν γένος Ἑλλήνων καὶ βαρβάρων προσκαλούμενος, μυρίους τε b
ὅσους προσάγων ἐπὶ τὴν τοῦ μόνου καὶ ἀληθοῦς θεοῦ γνῶσιν ἐπί τε τὸν ὑγιῆ καὶ σώφρονα βίον, ὃς δὴ καὶ πρέπων εἴη ἂν ἐπαγγελίᾳ θρησκείας τοῦ ἐπὶ πάντων θεοῦ.
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.