ἀνταποδώσει, αὐτὸς ἥξει καὶ σώσει ἡμᾶς.” κατὰ γὰρ τὸν Ψαλμὸν φήσαντα ‟ ὁ θεὸς τὸ κρίμα σου τῷ βασιλεῖ δὸς, καὶ κατὰ τὴν εὐαγγελικὴν διδασκαλίαν, δι’ ἧς εἴρηται ‟ ὁ πατὴρ κρίνει οὐδένα, ἀλλὰ τὴν κρίσιν πᾶσαν δέδωκε τῷ υἱῷ,” παρὰ τοῦ πατρὸς τὴν τοῦ c
κρίνειν εἰληφὼς ἐξουσίαν, δικαιοσύνῃ κρίνων, τῷ μὲν ἐκ περιτομῆς λαῷ τὴν προσήκουσαν τῶν εἰς αὐτόν τε καὶ τοὺς αὐτοῦ προφήτας τετολμημένων δίκην ἀποδέδωκε, πάντας δὲ ἀπαξαπλῶς ἀνθρώπους τοὺς αὐτῷ προσιόντας ἐξ ἴσου κατὰ τὸ δίκαιον ἀνεσώσατο ·
ὧν τὰ ὦτα τῆς διανοίας καὶ τοὺς ὀφθαλμοὺς ἀνέῳξεν. 1
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.