τοῦ Ἰσραὴλ δαίμονας τῶν Μωαβιτῶν ἐπὶ τῇ γενέσει τοῦ προφητευομένου θραῦσίν ποτε καὶ πτῶσιν παθεῖν, 419 ὧν θραυσθέντων τοὺς υἱοὺς Σὴθ καὶ Ἠσαῦ καὶ τὰ λοιπὰ ἔθνη, ἃ διὰ τούτων σημαίνεσθαι ἡγοῦμαι, τὰ πάλαι καταδεδουλωμένα τῇ
δαιμονικῇ πλάνῃ, μεταβαλόντα τῆς δεισιδαιμονίας οἰκεῖα τοῦ θεσπιζομένου γενήσεσθαι. ‟καὶ ἔσται γάρ’ φησὶν ‟Ἐδὼμ κληρονομία, καὶ ἔσται κληρονομία Ἠσαῦ ὁ ἐχθρὸς αὐτοῦ.”
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.