τῶν ἀοράτων ἀρχόντων τοῦ Μωὰβ, λέγω δὲ παρὰ τοῖς Μωαβίταις νενομισμένων θεῶν, εἰδωλο- d λάτρησαν γοῦν καὶ προσεκύνησαν τοῖς γλυπτοῖς, ὥς φησιν ἡ γραφὴ ‟καὶ ἐτελέσθησαν τῷ Βεελφεγώρ,” δαίμων δὲ οὗτος τῶν Μωαβιτῶν ἦν, ὅτε καὶ ἐξεπόνευσαν
εἰς τὰς Μωαβίτιδας·) εἰκότως τὸ μέλλον 1 ἔσεσθαί ποτε καὶ τὴν εἰς τοὐναντίον τῶν πραγμάτων μεταβολὴν κατὰ καιρὸν ὁ Βαλαὰμ θεσπίζει λέγων ‘‘ἀνατελεῖ ἄστρον ἐξ Ἰακὼβ, καὶ ἀναστήσεται ἄνθρωπος ἐξ Ἰσραὴλ, καὶ θραύσει ἡγεμόνας Μωάβ·”
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.