c ἄκρον καταγγέλλοντα φιλοσοφίαν τοῖς τε ἐν τοσούτῳ βάθει κακίας καλινδουμένοις δύνασθαι ἁρμόττειν; διὸ δὴ ἐκείνους ἡ θεία καὶ πάντων ἔφορος δίκη ὡς ἀγρίανκαὶ βλαβερωτάτην ὕλην περικόπτουσα τοτὲ μὲν κατακλυσμοῖς, τοτὲ δὲ πυρπολήσεσι μετῄει, τοτὲ δὲ
αὐτοὺς τοῖς κατ’ ἀλλήλων πολέμοις ἀνδροκτασίαις τε τε καὶ πολιορκίαις ἐπαλλήλοις παρεδίδου, πρὸς αὐτῶν τῶν δαιμόνων, τῶν δὴ θεῶν αὐτοῖς νενομισμένων, d ἐπὶ τὸν κατ’ ἀλλήλων πόλεμον ἐξοιστρουμένους, ὥστε ἄβατον εἶναι τοῖς πλησιοχώροις ἀνεπίμικτόν τε καὶ
ἀκοινώνητον τὸν τότε τῶν ἀνθρώπων βίον· βραχεῖς δέ τινας, ὡς ἐν τοιαύτῃ καταστάσει, καὶ ἀριθμῷ ληπτοὺς,
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.