ἐν τοῖς διαλογισμοῖς αὑτῶν, καὶ ἐσκοτίσθη ἡ 1 ἀσύνετος αὐτῶν καρδία, ὡς ἐναλλάξαι τὴν δόξαν b ἀφθάρτου θεοῦ ἐν ὁμοιώματι εἰκόνος φθαρτοῦ ἀνθρώπου καὶ πετηνῶν καὶ τετραπόδων καὶ ἑρπετῶν. νεκρῶν δὴ οὑν οἵδε ἀνδρῶν δυναστῶν τινων ἢ καὶ τυράννων πάλαι γενομένων εἰκόνας ἀνειδωλοποιήσαντες,
καὶ ταύταις τὸ θεῖον περιάψαντες σέβας, τάς τε ἐκτόπους καὶ ἀκολάστους τῶν αὐτῶν πράξεις ὡς θεῶν κατορθώματα σεμνύνειν ἐθεολόγησαν.
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.