‘‘ἀνατελεῖ ἐν ταῖς ἡμέραις αὐτοῦ δικαιοσύνη καὶ πλῆθος εἰρήνης.” διό μοι δοκεῖ ἄρχων εἰρήνης ἐν τῇ πρὸ ταύτης παρατεθείσῃ προφητείᾳ ὠνομάσθαι. ἐπίστησόν γε μὴν τίνα τρόπον ὁ μετὰ χεῖρας προφήτης καὶ ἐξελεύσεσθαι μὲν ἐξ οὐρανῶν τὸν κύριον ἀρχόμενος
ἔφησεν, οὐ πρότερον δὲ ποιμανεῖν τοὺς ἀνθρώπους ἢ γεννηθῆναι τὸν θεσπιζόμενον ἐν τῇ Βηθλεέμ.
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.