ἀλλήλους ἐπιμιξίαν τοὺς ἀνθρώπους ἔχειν, ἰδίως δὲ, φέρε εἰπεῖν, Αἰγυπτίων ὑπὸ οἰκείῳ ἄρχοντι βασιλευομένων, καὶ Ἀράβων ὡσαύτως, καὶ Ἰδουμαίων Φοινίκων τε καὶ Σύρων καὶ τῶν ἄλλων ἐθνῶν, ἐπανισταμένων 345 τε ἐθνῶν ἔθνεσι καὶ πόλεων πόλεσι, πολιορκιῶν
τε μυρίων καὶ αἰχμαλωσιῶν κατὰ πάντα τόπον τε καὶ χώραν ἐπιτελουμένων, ἐπειδὴ παρῆν ὁ σωτὴρ καὶ κύριος, ὁμοῦ τῇ εἰς ἀνθρώπους αὐτοῦ παρόδῳ, πρώτου τε Ῥωμαίων Αὐγούστου τῶν ἐθνῶν ἐπικρατήσαντος, λέλυτο μὲν ἡ πλείστη πολυαρχία, εἰρήνη
δὲ διελάμβανε τὴν σύμπασαν γῆν, τῇ μετὰ χεῖρας ἀκολούθως προρρήσει διαρρήδην φησάσῃ περὶ τῶν τοῦ Χριστοῦ μαθητῶν “διότι νῦν μεγαλυνθήσονται b ἴως ἄκρων τῆς γῆς, καὶ ἔσται αὕτη εἰρήνη.’
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.