1 φητεύεται, οὕτως καὶ τῆς χώρας ἁπάσης τοῦ Ἰουδαίων ἔθνους τοῦ τε ἀμπελῶνος αὐτῶν εἰς χέρσον καὶ ἄκανθαν μεταβεβλημένου, καὶ διὰ ταῦτα τοῖς πολεμίοις παραδεδομένου, ἔμπαλιν ἐκ θατέρου μέρους
πᾶν ὄρος ἀροτριώμενον ἀροτριαθήσεσθαι προφητεύεται. ἡγοῦμαι δὲ τὴν τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ 326 ἐκκλησίαν οὕτως αἰνίττεσθαι, περὶ ἧς καὶ αὐτός φησιν “οὐ δύναται πόλις κρυβῆναι ἐπάνω ὄρους κειμένη.” τὸ γὰρ ἐπηρμένον μετέωρόν τε καὶ ὑψιπετὲς
τοῦ τῆς ἐκκλησίας πολιτεύματος ὄρος ἡγοῦμαι διὰ τούτων ἀνηγορεῦσθαι.
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.